2021

2021

Τῇ Κυριακῇ | Τῌ ΚΕʹ ΙΟΥΛΙΟΥ

On Sunday | July 25

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΚΥΡΙΑΚΗ Εʹ

FIFTH SUNDAY

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Romans.

Ρω 10:1-10

Rom. 10:1-10

Ἀδελφοί͵ ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν͵ ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην͵ καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι͵ τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἤ͵ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν͵ ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν͵ καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν͵ σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην͵ στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Brethren, my heart's desire and prayer to God for them is that they may be saved. I bear them witness that they have a zeal for God, but it is not enlightened. For, being ignorant of the righteousness that comes from God, and seeking to establish their own, they did not submit to God's righteousness. For Christ is the end of the law, that every one who has faith may be justified. Moses writes that the man who practices the righteousness which is based on the law shall live by it. But the righteousness based on faith says, Do not say in your heart, "Who will ascend into heaven?" (that is, to bring Christ down) or "Who will descend into the abyss?" (that is, to bring Christ up from the dead). But what does it say? The word is near you, on your lips and in your heart (that is, the word of faith which we preach); because, if you confess with your lips that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved. For man believes with his heart and so is justified, and he confesses with his lips and so is saved. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

ΚΥΡΙΑΚῌ Εʹ ΤΟΥ ΜΑΤΘΑΙΟΥ

Fifth Sunday of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

Ματ ηʹ 28 - 34, θʹ 1

Mt. 8:28-34, 9:1

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

At that time, when Jesus came to the other side, to the country of the Gergesenes, two demoniacs met him, coming out of the tombs, so fierce that no one would pass that way. And behold, they cried out, "What have you to do with us, O Son of God? Have you come here to torment us before the time?" Now a herd of many swine was feeding at some distance from them. And the demons begged him, "If you cast us out, send us away into the herd of swine." And he said to them, "Go." So they came out and went into the swine; and behold, the whole herd rushed down the steep bank into the sea, and perished in the waters. The herdsmen fled, and going into the city they told everything, and what had happened to the demoniacs. And behold, all the city came out to meet Jesus; and when they saw him, they begged him to leave their neighborhood. And getting into a boat he crossed over and came to his own city. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἁγίας.

For the Holy Woman.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Galatians.

Γα 4:22-27

Gal. 4:22-27

Ἀδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Brethren, Abraham had two sons, one by a slave and one by a free woman. But the son of the slave was born according to the flesh, the son of the free woman through promise. Now this is an allegory: these women are two covenants. One is from Mount Sinai, bearing children for slavery; she is Hagar. Now Hagar is Mount Sinai in Arabia; she corresponds to the present Jerusalem, for she is in slavery with her children. But the Jerusalem above is free, and she is our mother. For it is written, "Rejoice, O barren one who does not bear; break forth and shout, you who are not in travail; for the children of the desolate one are many more than the children of her that is married." [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἁγίας.

For the Holy Woman.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ηʹ 16 - 21

Lk. 8:16-21

Εἶπεν ὁ Κύριος· Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

The Lord said, "No one after lighting a lamp covers it with a vessel, or puts it under a bed, but puts it on a stand, that those who enter may see the light. For nothing is hid that shall not be made manifest, nor anything secret that shall not be known and come to light. Take heed then how you hear; for to him who has will more be given, and from him who has not, even what he thinks that he has will be taken away." Then his mother and his brothers came to him, but they could not reach him for the crowd. And he was told, "Your mother and your brothers are standing outside, desiring to see you." But he said to them, "My mother and my brothers are those who hear the word of God and do it." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΕʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

On July 25, we commemorate the Dormition of Saint Anna, the mother of the Most Holy Theotokos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.

On this day we also commemorate the holy 165 Father, who convened for the Fifth Ecumenical Council and refuted the teachings of Origen.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας καὶ μακαρίας Ὀλυπμιάδος τῆς Διακόνου.

On this day we also commemorate the devout and blessed Olympias the Deaconess.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐπραξίας.

On this day we also commemorate our devout Mother Eupraxia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Σάκτου (ἢ Σάγκτου), Ματούρου, Ἀττάλου καὶ Βλανδίνης.

On this day we also commemorate the holy Martyrs Sanctus, Maturus, Attalus, and Blandina.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.