2021

2021

Τῇ Πέμπτῃ | Τῌ Ιʹ ΙΟΥΝΙΟΥ

On Thursday | June 10

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

THURSDAY OF THE ASCENSION

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πρ 1:1-12

Acts 1:1-12

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὦ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς Ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε͵ εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπεν δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς͵ καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ 'Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τότε ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ῾Ιερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

In the first book, O Theophilos, I have dealt with all that Jesus began to do and teach, until the day when he was taken up, after he had given commandment through the Holy Spirit to the apostles whom he had chosen. To them he presented himself alive after his passion by many proofs, appearing to them during forty days, and speaking of the kingdom of God. And while staying with them he charged them not to depart from Jerusalem, but to wait for the promise of the Father, which, he said, "you heard from me, for John baptized with water, but before many days you shall be baptized with the Holy Spirit." So when they had come together, they asked him, "Lord, will you at this time restore the kingdom of Israel?" He said to them, "It is not for you to know times or seasons which the Father has fixed by his own authority. But you shall receive power when the Holy Spirit has come upon you; and you shall be my witnesses in Jerusalem and in all Judea and Samaria and to the end of the earth." And when he had said this, as they were looking on, he was lifted up, and a cloud took him out of their sight. And while they were gazing into heaven as he went, behold, two men stood by them in white robes, and said, "Men of Galilee, why do you stand looking into heaven? This Jesus, who was taken up from you into heaven, will come in the same way as you saw him go into heaven." Then they returned from the mount called Olivet, which is near Jerusalem, a sabbath day's journey away. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

Holy Ascension

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου κδʹ 36 - 53

Lk. 24:36-53

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

At that time, Jesus, having risen from the dead, stood in the midst of his disciples and said to them, "Peace to you." But they were startled and frightened, and supposed that they saw a spirit. And he said to them, "Why are you troubled, and why do questionings rise in your hearts? See my hands and feet, that it is I myself; handle me, and see; for a spirit has not flesh and bones as you see that I have." And when he said this, he showed them his hands and his feet. And while they still disbelieved for joy, and wondered, he said to them, "Have you anything here to eat?" They gave him a piece of broiled fish [and some honeycomb], and he took it and ate before them. Then he said to them, "These are my words which I spoke to you, while I was still with you, that everything written about me in the law of Moses and the prophets and the psalms must be fulfilled." Then he opened their minds to understand the scriptures, and said to them, "Thus it is written, that the Christ should suffer and on the third day rise from the dead, and that repentance and forgiveness of sins should be preached in his name to all nations, beginning from Jerusalem. You are witnesses of these things. And behold, I send the promise of my Father upon you; but stay in the city, until you are clothed with power from on high." Then he led them out as far as Bethany, and lifting up his hands, he blessed them. While he blessed them, he parted from them, and was carried up into heaven. And they worshiped him, and they returned to Jerusalem with great joy, and were continually in the temple blessing God. [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ιʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.

On June 10 we commemorate the contest of the Holy Martyrs Alexander and Antonina.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης.

On this day we commemorate the Holy Hieromartyr Timothy, Bishop of Proussa.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου.

On this day we commemorate our devout father Canides.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης.

On this day we also commemorate the devout Theophanes and Pansemne of Antioch.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου ἐπισκόπου Ἀπόλλωνος.

On this day we commemorate the devout Bishop Apollo.

Ὁ Ἅγιος Ἀλέξιος, ἐπίσκοπος Βιθυνίας, ἐν εἰρήνῃ τελειοῦται.

The Holy Alexios, Bishop of Bethany, reposed in peace.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ αὐτῇ ἡμέρᾳ, Πέμπτῃ τῆς ἕκτης Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

On this day, Thursday of the sixth week of Pascha, we celebrate the Ascension of our Lord, God and Savior Jesus Christ.

Στίχοι.

Verses

Ἐκ δεξιᾶς καθίσας πατρικῆς Λόγε,

O Word, You sat at the right of the Father,

Μύσταις παρασχὼν πίστιν ἀσφαλεστέραν.

Having granted initiates faith that is surer.

Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

Christ our God, taken up in glory, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι μεγάλη ἑορτή.

It is a major feast.