2021

2021

Τῷ Σαββάτῳ | Τῌ Εʹ ΙΟΥΝΙΟΥ

On Saturday | June 5

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΣΑΒΒΑΤΟΝ Εʹ ΕΒΔΟΜΑΔΟΣ

SATURDAY OF THE FIFTH WEEK

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πρ 15:35-41

Acts 15:35-41

Ἐν ταῖς ἡμέραις ἐκείναις, Παῦλος καὶ Βαρνάβας διέτριβον ἐν 'Αντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν 'Ιωάννην τὸν ἐπικαλούμενον Μᾶρκον·Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τὸν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

In those days, Paul and Barnabas remained in Antioch, teaching and preaching the word of the Lord, with many others also. And after some days Paul said to Barnabas, "Come, let us return and visit the brethren in every city where we proclaimed the word of the Lord, and see how they are." And Barnabas wanted to take with them John called Mark. But Paul thought best not to take with them one who had withdrawn from them in Pamphylia, and had not gone with them to the work. And there arose a sharp contention, so that they separated from each other; Barnabas took Mark with him and sailed away to Cyprus, but Paul chose Silas and departed, being commended by the brethren to the grace of the Lord. And he went through Syria and Cilicia, strengthening the churches. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Εʹ ΕΒΔΟΜΑΔΟΣ

Fifth Saturday after Pascha

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

Ιωα ιʹ 27 - 38

Jn. 10:27-38

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μεῖζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε; εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.

The Lord said to the Jews who came to him, "My sheep hear my voice, and I know them, and they follow me; and I give them eternal life, and they shall never perish, and no one shall snatch them out of my hand. My Father, who has given them to me, is greater than all, and no one is able to snatch them out of the Father's hand. I and the Father are one." The Jews took up stones again to stone him. Jesus answered them, "I have shown you many good works from the Father; for which of these do you stone me?" The Jews answered him, "It is not for a good work that we stone you but for blasphemy; because you, being a man, make yourself God." Jesus answered them, "Is it not written in your law, 'I said, you are gods?' If he called them gods to whom the word of God came (and scripture cannot be broken), do you say of him whom the Father consecrated and sent into the world, 'You are blaspheming,' because I said, 'I am the Son of God'? If I am not doing the works of my Father, then do not believe me; but if I do them, even though you do not believe me, believe my works, that you may know and understand that the Father is in me and I am in the Father." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Εʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.

On June 5 we commemorate the holy Hieromartyr Dorotheus, Bishop of Tyre.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετά φιλανθρωπίας ἐπενεχθείσης φοβερᾶς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπʹαὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὑτοῦ, παρ’ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς.

On this day we also commemorate the fearful threat and force of barbarian attack, which the merciful Lord brought upon us in His love for man, when we were justly to be taken away by them and handed over to slaughter by sword, and from which in His tender mercy He delivered us in a manner beyond all hope.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.

On this day we also commemorate the holy Ten Martyrs of Egypt: Marcian, Nicander, Hyperechios, Apollo, Leonidas, Arius, Gorgios, Selenios, Irene, and Pambo.

Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται.

The holy Martyr Christopher of Rome died by the sword.

Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

The holy Martyr Conon of Rome died when he was thrown into the sea.

Ὁ Ἅγιος Νεομάρτυς Μᾶρκος, ὁ ἐν Χίῳ ἀθλήσας, ξίφει τελειοῦται.

The Holy New-Martyr Mark, who struggled ascetically in Chios, died by the sword.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.