Βιβλία - Πηγαί

Books - Sources

Τριώδιον

Triodion

Τῇ Παρασκευῇ Εʹ Ἑβδομάδος εἰς τὸν Ἑσπερινόν.

On Friday of the Fifth Week at Vespers

Τῼ ΣΑΒΒΑΤῼ τῆς Εʹ ΕΒΔΟΜΑΔΟΣ τῶν ΝΗΣΤΕΙΩΝ

Saturday of the Fifth Week of Lent

__________

__________

   

   

ΠΡΟΗΓΙΑΣΜΕΝΗ

PRESANCTIFIED

Τῇ Παρασκευῇ Ἑσπέρας Εʹ Ἑβδομάδος 2021

On Friday Evening of the Fifth Week 2021

Τοῦ Τριωδίου.

From the Triodion.

Στιχηρὸν Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Sticheron Idiomelon. Mode pl. 2.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος.

I departed from Your divine commandments, as if from Jerusalem, and I ended up at the sinful passions, as if at Jericho. I was dragged down by the dishonorable glory of mundane cares, and I fell among distracting thoughts, as if robbers; and they stripped me of the garment of adoption by grace, and now I lie wounded as if dead. A priest came and saw my corpse, and he paid no heed; a Levite was also disgusted, and he passed me by on the other side. But You, O Lord, who ineffably became incarnate of the Virgin, I pray You dress the sores of my injuries by pouring on them Your saving blood and water, that You willingly spilt from Your side, as if applying oil, O Christ God, and number me with those in heaven, for You are compassionate. [SD]

Στιχηρὸν Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Sticheron Idiomelon. Mode pl. 2.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος.

I departed from Your divine commandments, as if from Jerusalem, and I ended up at the sinful passions, as if at Jericho. I was dragged down by the dishonorable glory of mundane cares, and I fell among distracting thoughts, as if robbers; and they stripped me of the garment of adoption by grace, and now I lie wounded as if dead. A priest came and saw my corpse, and he paid no heed; a Levite was also disgusted, and he passed me by on the other side. But You, O Lord, who ineffably became incarnate of the Virgin, I pray You dress the sores of my injuries by pouring on them Your saving blood and water, that You willingly spilt from Your side, as if applying oil, O Christ God, and number me with those in heaven, for You are compassionate. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Your Martyrs did not renounce You, O Lord, nor did they deviate from Your commandments. By their intercessions, have mercy on us. [SD]

Στιχηρὰ τῆς Θεοτόκου.

Stichera for the Theotokos.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο· χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Gabriel appeared to you, * O virgin Damsel, revealing * the pre-eternal plan of God. * And as he saluted you, * he called out and said, * "O unsowed earth, rejoice; * unconsumed bush, rejoice. * O rejoice, depth hard to apprehend. * Rejoice, O sacred bridge * that conveys to heaven. I say, rejoice, * O ladder that is lifted up * and was seen by Jacob the patriarch. * Rejoice, O divine jar * of manna, and the lifting of the curse. * Rejoice, Adam's recovery. * Rejoice, for the Lord is with you." [SD]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον· μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι!

Unto the angelic Chief * says the inviolate Damsel, * "You appear to be a man. * But how is it that you speak * superhuman words? * For you say unto me * that with me God will be, * and will make His dwelling in my womb. * But how shall I become * a most spacious confine, explain to me. * How shall I be a holy place * of the One who rides on the Cherubim? * Please do not deceive me. * Since marriage and its pleasures are entailed, * which I have never experienced, * how then shall I bear a child?" [SD]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε· Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ τὸν ἄνθρωπον, ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

"When God wills it, nature's laws * are overridden, O Damsel," * said the incorporeal, * "and the superhuman deeds * then are brought to pass. * Therefore, trust that indeed * true are these words of mine, * O all-holy and most blameless one." * She then cried out in turn, * "According to your word be it unto me; * and I shall bear the One who is * bodiless but borrowing flesh from me, * so that by His mingling * with man He might restore him to the height * of his primordial dignity, * as the only One who can." [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος βʹ.

Mode 2.

Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

The age-old mystery is revealed today, and the Son of God becomes the Son of man, so that by partaking of what is lower He may impart to me what is superior. Of old, Adam was deceived; and he did not become God, though this was his desire. But now, God becomes man, to make Adam god. Let creation sing for joy, and let nature be exultant. For the Archangel is standing with awe before the Virgin and is delivering the salutation, "Rejoice," the reverse of the pain and sorrow. O our God, who in Your tender mercy became man, glory to You! [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You.

Τὰ Ἀναγνώσματα

The Readings

ΙΕΡΕΥΣ

PRIEST

Ἑσπέρας...

The evening...

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΒʹ (102).

Psalm 102 (103).

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος.

The Lord is compassionate and merciful.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. ΚΒʹ, 1-18

Gn 22:1-18

Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν, ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἂν σοι εἴπω. Ἀναστὰς δὲ Ἀβραάμ τὸ πρωΐ, ἐπέσαξε τὸν ὄνον αὐτοῦ, παρέλαβε δὲ μεθ' ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπεν Ἀβραὰμ τοῖς παισίν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον, διελευσόμεθα ἕως ᾧδε, καὶ προσκυνήσαντες, ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραάμ τὸν πατέρα αὐτοῦ· Πάτερ· Ὁ δὲ εἶπε· Τί ἐστι τέκνον; Εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων· καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσε αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ Οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ· καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε· καὶ ἰδού, κριὸς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ Οὐρανοῦ, λέγων· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος· οὗ ἕνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ Οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον, τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Now it came to pass after these things that God tested Abraham, and said to him, “Abraham! Abraham!” And he said, “Here I am.” Then He said, “Take now your beloved son, Isaac, whom you love, and go to the land of Moriah, and offer him there as a whole burnt offering on one of the mountains I tell you.” So Abraham rose early in the morning and saddled his donkey; and took two of his young men with him, and Isaac his son; and he split firewood for the whole burnt offering, and arose and went to the place God told him. Then on the third day Abraham lifted his eyes and saw the place afar off. Thus Abraham said to his young men, “Stay here with the donkey; the lad and I will go yonder and worship, and we will come back to you.” So Abraham took the firewood of the whole burnt offering and laid it on Isaac his son. Then he took the fire in his hand, and a knife, and the two of them went together. Then Isaac spoke to Abraham his father and said, “My father.” And he said, “Here I am, my son.” Then he said, “Look, the fire and the firewood, but where is the sheep for a whole burnt offering?” And Abraham said, “My son, God will provide for Himself the sheep for a whole burnt offering.” So the two of them went together. They came to the place where God had told him. And Abraham built an altar there and placed the firewood in order; and he bound Isaac his son hand and foot and laid him on the altar, upon the firewood. Then Abraham stretched out his hand and took the knife to slay his son. But the Angel of the Lord called to him from heaven and said, “Abraham! Abraham!” So he said, “Here I am.” He then replied, “Do not lay your hand on the lad, or do anything to him, for now I know you fear God, since for My sake you have not spared your beloved son.” Then Abraham lifted his eyes and looked, and there behind him a ram was caught in a thicket by its horns. So he brought it for a whole burnt offering in the place of his son. Thus Abraham called the name of the place The-Lord-Has-Appeared; as it is said to this day, “In the mountain the Lord was seen.” Then the Angel of the Lord called to Abraham a second time out of heaven, and said, “By Myself I have sworn, says the Lord, because you did this thing, and for My sake did not spare your beloved son, I will certainly bless you, and assuredly multiply your seed as the stars of heaven and as the sand on the seashore; and your seed shall inherit the cities of their enemies. In your seed all the nations of the earth shall be blessed, because you obeyed My voice.” [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε!

O Lord, Your works shall be magnified greatly.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. [SAAS]

(ἐμμελῶς)

(sung)

Κέλευσον.

Command!

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι.

Wisdom. Arise. The light of Christ shines upon all.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ Κεφ. ΙΖʹ, 17 - ΙΗʹ, 5

Pr 17:19b-30, 18:1-5

Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῶ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον· ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων πῦρ θησαυρίζει. Φιλαμαρτήμων χαίρει μάχαις, ὑψῶν δὲ θύραν αὐτοῦ, ζητεῖ συντριβήν· ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Ἀνὴρ εὐμετάβολος γλώσσῃ, ἐμπεσεῖται εἰς κακά· καρδία δὲ ἄφρονος, ὀδύνη τῷ κεκτημένῳ αὐτήν. Οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ· υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ· ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ὀστᾶ. Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις, οὐ κατευοδοῦνται αἱ ὁδοί· ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. Πρόσωπον συνετόν, ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς. Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνήρ, φρόνιμος. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται· ἐννεὸν δέ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδῶν, καὶ πηγὴ ζωῆς. Θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.

Let brethren be useful in necessities, for they are begotten for this reason. A man without discernment applauds and rejoices over himself, as also the one who gives himself as surety for his friend. He who loves sin rejoices in quarrels, and the hard-hearted man does not assemble with good men. A changeable man will fall into evils with his tongue, and a heart without discernment is grief to the one possessing it. A father does not delight in an uninstructed son; but a son with discernment gladdens his mother. A cheerful heart makes a man healthy, but the bones of a sorrowful man dry him up. The ways of a man who receives gifts unrighteously do not prosper, and the ungodly man shuns the ways of righteousness. The face of a wise man shows understanding, but the eyes of the man without discernment are upon the ends of the earth. A son without discernment is wrath to a father and grief to her who bore him. It is not good to punish a righteous man, nor is it holy to plot against righteous princes. He who refrains from uttering a harsh word is intelligent, and a longsuffering man has discernment. Wisdom shall be imputed to a man without understanding who asks for wisdom, and anyone who holds his peace will seem to have discernment. A man seeks a pretext when he wishes to separate from his friends, but he shall be reproached at every opportunity. A man lacking understanding has no need of wisdom, for he is rather led by lack of discernment. When an ungodly man comes into the depth of evil things, he acts contemptuously, but dishonor and reproach come upon him. A word in the heart of a man is deep water, and a river and a fountain of life spring up from it. It is not good to admire the person of the ungodly, nor is it holy to pervert righteousness in judgment. [SAAS]

   

   

(Go back to the Presanctified Liturgy booklet.)

(Go back to the Presanctified Liturgy booklet.)