2021

2021

Τῇ Δευτέρᾳ | Τῌ ΙΒʹ ΑΠΡΙΛΙΟΥ

On Monday | April 12

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. δʹ.

Prokeimenon. Mode pl. 4.

Ψαλμὸς ΠΓʹ (83).

Psalm 83 (84).

Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Your altars, O Lord of hosts, my King and my God.

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!

How beloved are Your dwellings, O Lord of hosts. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ. ΛΖʹ, 33 - ΛΗʹ, 6

Is 37:33-38:6

Τάδε λέγει Κύριος ἐπὶ Βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʹ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʹ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπʹ αὐτὴν χάρακα, ἀλλὰ τῇ Ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαί αὐτὴν διʹ ἐμέ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν Ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωΐ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σεναχηρείμ, βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευΐ. Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ θεοῦ αὐτοῦ, πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ, ἀντ' αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμώς, ὁ Προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σύ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων· Πορεύθητι, καὶ εἶπον Ἐζεκίᾳ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαυῒδ τοῦ πατρός σου· Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου, καὶ ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.

“Therefore, thus says the Lord concerning the king of the Assyrians: ‘He shall not come into this city, nor shoot an arrow there, nor come before it with shield, nor build a siege mound against it. By the way he came, by the same shall he return,’ says the Lord. ‘I will protect this city, to save it for My own sake and for My servant David’s sake.’ ” Then the Angel of the Lord went out and killed in the camp of the Assyrians one hundred and eighty-five thousand; and when people arose early in the morning, they discovered all the dead bodies. Then Sennacherib king of the Assyrians departed and returned to Nineveh, and dwelt there. Now it came to pass, as he was worshiping in the house of Nisroch his god, his sons Adrammelech and Sharezer struck him down with the sword, then escaped into the land of Ararat; and Esarhaddon his son reigned in his place. In those days Hezekiah was sick and near death. Isaiah the prophet, the son of Amoz, went to him and said, “Thus says the Lord: ‘Set your house in order, for you shall die and not live.’ ” Then Hezekiah turned his face toward the wall, and prayed to the Lord, and said, “Remember now, O Lord, I pray, how I have walked before You in truth and with a true heart, and did what is pleasing in Your sight.” So Hezekiah wept loudly. Then the word of the Lord came to Isaiah, saying, “Go and tell Hezekiah, ‘Thus says the Lord, the God of David your father: “I heard your prayer, I see your tears. Behold, I will add fifteen years to your life. I will deliver you and this city from the hand of the king of the Assyrians, and I will protect this city.” ’ ” [SAAS]

Προκείμενον. Ἦχος πλ. δʹ.

Prokeimenon. Mode pl. 4.

Ψαλμὸς ΠΔʹ (84).

Psalm 84 (85).

Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου.

Show us Your mercy, O Lord.

Εὐδόκησας, Κύριε, τὴν γῆν σου.

O Lord, You were pleased with Your land. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΠΕʹ (85).

Psalm 85 (86).

Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.

Lead me in Your way, O Lord, and I will walk in Your truth.

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου.

Incline Your ear, O Lord, and hear me. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. ΙΓʹ 12-18

Gn 13:12-18

Ἄβραμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁ δὲ Θεὸς εἶπε τῷ Ἄβραμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπʹ αὐτοῦ. Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρός βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται, ἀναστάς, διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἀποσκηνώσας Ἄβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

Abram dwelt in the land of Canaan, but Lot dwelt in the cities of the plain and pitched his tent even as far as Sodom. Now the men of Sodom were exceedingly wicked and sinful before God. Then God said to Abram, after Lot separated from him, “Lift your eyes now and look from the place where you are—northward, southward, eastward, and westward; for all the land you see I give to you and your seed forever. And I will make your seed as the dust of the earth; that if a man could number the dust of the earth, then your seed also could be numbered. Arise, walk in the land through its length and its breadth, for I will give it to you.” Then Abram moved his tent, and went and dwelt by the oak of Mamre in Hebron, and built an altar there to the Lord. [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΠϚʹ (86).

Psalm 86 (87).

Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

The Lord loves the gates of Zion more than all the dwellings of Jacob.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

His foundations are in the holy mountains. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ Κεφ. ΙΔʹ, 27 - ΙΕʹ, 4

Pr 14:27-15:4

Φόβος Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Μακρόθυμος ἀνήρ, πολύς ἐν φρονήσει. Ὁ δὲ ὀλιγόψυχος, ἰσχυρὸς ἄφρων. Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ o[σιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ὁ δὲ συντηρῶν αὐτήν, πλησθήσεται πνεύματος.

The fear of the Lord is a fountain of life, for it causes one to turn from the snare of death. The glory of a king is in a large nation, but the destruction of a ruler is in a lack of people. A longsuffering man is strong in discernment, but the fainthearted man is strongly without discernment. A man with a gentle spirit is a healer of the heart, but a sensual heart is the moth of the bones. He who oppresses the poor provokes his Maker, but he who honors Him has mercy upon a poor man. In his evil an ungodly man will be rejected, but a righteous man has confidence in his own holiness. There is wisdom in the good heart of a man, but wisdom is unknown in the heart of those without discernment. Righteousness exalts a nation, but sins diminish tribes. A wise servant is acceptable to a king, and by his own versatility he removes dishonor. Wrath destroys even men of discernment; but a humble answer turns away anger, and a grievous word stirs up wrath. The tongue of the wise understands good things, but the mouth of those without discernment proclaims evil things. The eyes of the Lord are in every place; they keep watch over both the evil and the good. The healing of the tongue is a tree of life, and the one who guards it will be filled with the Spirit. [SAAS]

   

   

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΒʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου, τοῦ Ὁμολογητοῦ.

On April 12, we commemorate our devout father Basil the Confessor, Bishop of Parium.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξαχισχιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ (ἤτοι τῷ 942), ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωσνταντίνου καὶ Ῥωμανοῦ τῶν Πορφυρογεννήτων· μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων, κατὰ τὴν τριακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός.

On this day in the year 942, the precious Belt (also called sash, garment and cincture) of our most-holy Lady Theotokos was transferred from the Diocese of Zela to Constantinople, during the reign of Constantine and Romanos Porphyrogenitoi. Afterwards, on August 31, it was moved to the holy shrine of Chalcoprateia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης, θυγατρὸς Βασιλέως Κωσνταντίνου τοῦ Εʹ.

On this day we also commemorate our devout mother Anthousa, daughter of Emperor Constantine V.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Δήμη καὶ Πρωτίωνος.

On this day we also commemorate the holy martyrs Demes and Proteon.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτέμονος.

On this day we also commemorate the holy hieromartyr Artemon.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριῶν Μαρτύρων Μηνᾶ, Δαυΐδ καὶ Ἰωάννου.

On this day we also commemorate the three holy martyrs, Menas, David and John.

Ὁ Ὅσιος Ἀκάκιος ὁ νέος, ὁ ἐν τῇ κατὰ τὸ Ἅγιον Ὄρος σκήτῃ τοῦ Καυσοκαλυβίου ἀσκήσας κατὰ τὸ ἔτος ᾳψλʹ (1730), ἐν εἰρήνῃ τελειοῦται.

Devout Akakios the new, who lived as an ascetic in the Skete of Kafsokalivia on Mt. Athos in the 18th century, died in peace.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.