2021

2021

Τῇ Παρασκευῇ | Τῌ ΚΒʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Friday | January 22

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΠΑΡΑΣΚΕΥΗ ΛΓʹ ΕΒΔΟΜΑΔΟΣ

FRIDAY OF THE THIRTY-THIRD WEEK

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter's Second Universal Letter.

2Πε 1:1-10

2 Pet. 1:1-10

Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. ῾Ως πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς· δι' ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.

Simon Peter, a servant and apostle of Jesus Christ, To those who have obtained a faith of equal standing with ours in the righteousness of our God and Savior Jesus Christ: May grace and peace be multiplied to you in the knowledge of God and of Jesus our Lord. His divine power has granted to us all things that pertain to life and godliness, through the knowledge of him who called us to his own glory and excellence, by which he has granted to us his precious and very great promise, that through these you may escape from the corruption that is in the world because of passion, and become partakers of the divine nature. For this very reason make every effort to supplement your faith with virtue, and virtue with knowledge, and knowledge with self-control, and self-control with steadfastness, and steadfastness with godliness, and godliness with brotherly affection, and brotherly affection with love. For if these things are yours and abound, they keep you from being ineffective or unfruitful in the knowledge of our Lord Jesus Christ. For whoever lacks these things is blind and shortsighted and has forgotten that he was cleansed from his old sins. Therefore, brethren, be the more zealous to confirm your call and election, for if you do this you will never fall. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to Timothy.

2Τι 1:3-8

2 Tim. 1:3-8

Τέκνον Τιμόθεε, χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, τοῦ σώσαντος ἡμᾶς.

Timothy, my son, I thank God whom I serve with a clear conscience, as did my fathers, when I remember you constantly in my prayers. As I remember your tears, I long night and day to see you, that I may be filled with joy. I am reminded of your sincere faith, a faith that dwelt first in your grandmother Lois and your mother Eunice and now, I am sure, dwells in you. Hence I remind you to rekindle the gift of God that is within you through the laying on of my hands; for God did not give us a spirit of timidity but a spirit of power and love and self-control. Do not be ashamed then of testifying to our Lord, nor of me his prisoner, but share in suffering for the gospel in the power of God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀποστόλου.

For the Apostle.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

Ματ ιʹ 32-33, 37-38, ιθʹ 27-30

Mt. 10:32-33; 37-38; 19:27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

The Lord said to his disciples, "Every one who acknowledges me before men, I also will acknowledge before my Father who is in heaven; but whoever denies me before men, I also will deny him before my Father who is in heaven. He who loves father or mother more than me is not worthy of me; and he who loves son or daughter more than me is not worthy of me; and he who does not take his cross and follow me is not worthy of me." Then Peter said in reply, "Lo, we have left everything and followed you. What then shall we have?" Jesus said to them, "Truly, I say to you, in the new world, when the Son of man shall sit on his glorious throne, you who have followed me will also sit on twelve thrones, judging the twelve tribes of Israel. And every one who has left houses or brothers or sisters or father or mother or children or lands, for my name's sake, will receive a hundredfold, and inherit eternal life. But many that are first will be last, and the last first." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΒʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

On January 22 we commemorate the holy Apostle Timothy, disciple of the holy Apostle Paul.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.

On this day we also commemorate the holy devout martyr Anastasios of Persia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου, καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.

On this day we also commemorate the holy martyrs Manual, George, Peter, Leo, Sionios, Gabriel, John, Leo, Parodos, and the other three hundred seventy-seven.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.

Εἶναι ἑορτάσιμος ἡμέρα.

It is a minor feast.