2021

2021

Τῇ Δευτέρᾳ | Τῌ ΙΑʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Monday | January 11

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ὁσίου.

For the Devout Man.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

Εβρ 13:7-16

Heb. 13:7-16

Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ' ἔστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

Brethren, remember your leaders, those who spoke to you the word of God; consider the outcome of their lives, and imitate their faith. Jesus Christ is the same yesterday and today and for ever. Do not be led away by diverse and strange teachings; for it is well that the heart be strengthened by grace, not by foods, which have not benefited their adherents. We have an altar from which those who serve the tent have no right to eat. For the bodies of those animals whose blood is brought into the sanctuary by the high priest as a sacrifice for sin are burned outside the camp. So Jesus also suffered outside the gate in order to sanctify the people through his own blood. Therefore let us go forth to him outside the camp and bear the abuse he endured. For here we have no lasting city, but we seek the city which is to come. Through him then let us continually offer up a sacrifice of praise to God, that is, the fruit of lips that acknowledge his name. Do not neglect to do good and to share what you have, for such sacrifices are pleasing to God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Μεθέορτον.

Post-festal.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου δʹ 1 - 15

Lk. 4:1-15

Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· Γέγραπται ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου σατανᾶ γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ' ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

At that time Jesus returned from the Jordan, and was led by the Spirit for forty days in the wilderness, tempted by the devil. And he ate nothing in those days; and when they were ended, he was hungry. The devil said to him, "If you are the Son of God, command the stone to become bread." And Jesus answered him, "It is written, 'Man shall not live by bread alone.' " And the devil took him up, and showed him all the kingdoms of the world in a moment of time, and said to him, "To you I will give all this authority and their glory; for it has been delivered to me, and I will give it to whom I will. If you, then, will worship me, it shall all be yours." And Jesus answered him, "It is written, 'You shall worship the Lord your God, and him only shall you serve.' " And he took him to Jerusalem, and set him on the pinnacle of the temple, and said to him, "If you are the Son of God, throw yourself down from here; for it is written, 'He will give his angels charge of you, to guard you,' and 'On their hands they will bear you up, lest you strike your foot against a stone.' " And Jesus answered him, "It is said, 'You shall not tempt the Lord your God.' " And when the devil had ended every temptation, he departed from him until an opportune time. And Jesus returned in the power of the Spirit into Galilee, and a report concerning him went out through all the surrounding country. And he taught in their synagogues, being glorified by all. [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς Ἐρήμου.

On January 11 we commemorate our devout father Theodosios, the Cenobiarch and Mentor of the Wilderness.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἔνδον τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις.

On this day is the Synaxis in honor of the myriads of holy Angels. It was held in the Martyrium of St. Anastasia at the Colonnade of Domninus.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιαναῖς, καὶ τῶν Ἁγίων Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.

On this day we also commemorate St. Stephen in Placidiane, and St. Theodore and St. Agapios the Archimandrite.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται.

On this day St. Major died by torture.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειοῦται.

On this day devout St. Vitalius reposed in peace.

Ὁ Ὅσιος Θεοδόσιος, ἡγούμενος τῆς ἐν Ἄθῳ ἱερᾶς Μονῆς τοῦ Φιλοθέου καὶ ἐπίσκοπος Τραπεζοῦντος χρηματίσας, ἐν εἰρήνῃ τελειοῦται.

Devout St. Theodosios, Abbot of Philotheou Monastery on Athos, who also became Bishop of Trebizond, reposed in peace.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.