Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Καθ' ἡμέραν

For a Weekday

Μηναῖον - Τῌ Εʹ ΙΟΥΛΙΟΥ

Menaion - July 5

Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ

Memory of our Devout and God-bearing Father Athanasius of Athos

__________

__________

   

   

ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [HC]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα τῆς Λιτῆς.

Idiomela of the Lity.

Ἰδιόμελον Αʹ.

Idiomelon 1.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Τὸν ἀνέσπερον φωστῆρα τῆς οἰκουμένης, μέλψωμεν Ὅσιον Ἀθανάσιον· ὑπὲρ ἥλιον γὰρ ἔλαμψεν, ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ πιστῶν ταῖς φρυκτωρίαις τὰ συστήματα, πρὸς ἀρετὴν ἐχειραγώγησε· τὸ μέν, θεοπνεύστοις διδαχαῖς, καὶ σωτηρίων ῥημάτων εἰσηγήσεσιν, ἅς περ, ἀφθονωτάτους οἷα κρουνούς, ἀπὸ χειλέων ἐπήγαζε· τὸ δέ, τῇ πράξει τῇ θαυμαστῇ, καὶ ἰσαγγέλῳ πολιτείᾳ, πρὸς ζῆλον ἐφελκόμενος· καὶ ἀμφότερα, βίον καὶ λόγον ὑπέρλαμπρον, ὡς παιδοτρίβης ἄριστος θεοπρεπῶς ἐπιδεικνύμενος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τήν δε τὴν ποίμνην φρούρησον, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον ὡς φιλάνθρωπος.

Let us sing in praise of devout St. Athanasios, that never-setting luminary of the whole world. In the firmament of the Faith, he shone brighter than the sun, and by his beacon signals, he guided believers everywhere towards virtue. On the one hand, there were his God-inspired teachings and saving words of instruction, which he let flow from his lips like inexhaustible torrents; and on the other hand, there were his amazing deeds, and his angelic life-style, by which he appealed to others to be zealous. He demonstrated both, life-style and brilliant speech, in a godly manner, as the expert trainer that he was. We pray You, O Christ our God: At his entreaties protect Your flock, and reinforce the Orthodox Faith, in Your love for humanity. [SD]

Ἰδιόμελον Βʹ.

Idiomelon 2.

Ἦχος βʹ.

Mode 2.

Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀθανασίας, τὸν ἀληθῆ μύστην τοῦ Σωτῆρος, καὶ κλέος καὶ καύχημα, τῶν μονοτρόπων πάντων καὶ ποδηγέτην, τὸν ἡγιασμένον ἀπὸ βρέφους τῷ Κυρίῳ, χοροὶ Πατέρων συνελθόντες εὐφημήσωμεν. Οὗτος γὰρ ἔρωτα θεῖον ἐν ἑαυτῷ συλλαβών, τὴν μὲν τοῦ κόσμου ἔλιπεν ἀπάτην, ἦρε δὲ τὸν ζυγὸν τοῦ Χριστοῦ ἐπωμάδιον· καὶ τὰ στίφη τῶν δαιμόνων ἐτρέψατο ἀνδρείως, δεικνὺς ἡμῖν πρακτικῶς, τῆς θείας ἀγάπης τὸν ἄριστον δρόμον· τὸν αὐτὸν γὰρ καὶ αὐτὸς διαδραμών, ἐν σπουδῇ πέφθακε, τὸ φῶς τὸ ἀληθές, τῆς Τριάδος τῆς παντουργοῦ. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος θεοπρεποῦς! ὅτι γήϊνος ὢν ἐν τῇ φύσει, ἴσος γέγονε ταῖς νοεραῖς οὐσίαις, δόξαν καὶ τιμὴν θεόθεν ἄπλετον λαμβάνων, καὶ πρεσβευτὴς ἡμῖν γίνεται, ὡς ἂν τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

He loved Christ intensely; he was named for immortality; he was a genuine mystic of the Savior, and the pride and joy of all monastics, as well as their leader and guide; he was consecrated to the Lord from infancy. O choirs of Fathers, let us join together and extol St. Athanasios. When he conceived the love for God in himself, he left behind the deceptiveness of the world, and he took up the yoke of Christ on his shoulders. Bravely he put to flight the hoards of the demons, and he showed us in action the excellent race for divine love. He ran this very race himself, and he speedily attained the true light of the omnific Trinity. Ponder this exciting wonder and this phenomenon worthy of God: He was earthen in nature, and yet he became equal to the noetic beings. He has received glory and immense honor from God. And now he intercedes on our behalf, that we might obtain the eternal blessings on Judgment Day. [SD]

Ἰδιόμελον Γʹ.

Idiomelon 3.

Ἦχος δʹ.

Mode 4.

Ἐξέστησε νόας, ἐξέπληξε καὶ βροτούς, τὰ πανθαύμαστα σκάμματα, τῆς ἐν ἀσκήσει σου βιοτῆς· ὥσπερ γὰρ ἄσαρκος σχεδόν, ἐν σαρκίῳ γεηρῷ, ἐχθροῖς τοῖς ἀοράτοις προσεπάλαισας. Γενεαὶ γοῦν σε πᾶσαι μέλπουσι τῶν εὐσεβῶν, ἐξαιρέτως δὲ ἡ σὴ τιμία ποίμνη, τὸ λαμπρόν σου τῶν πόνων στηλογράφημα· ἣν ἀνέδειξας ὡς πόλιν ἐν ἐρήμῳ τερπνήν· ἣν οἰκητήριον στίφους μοναζόντων, εὐπρεπὲς κατέστησας· ἣ καθάπερ ἐν ἐνδύμασι πολυτίμοις, τοῖς σοῖς καθωραΐζεται θαυμασίοις, καὶ τοῖς γενναίοις σου ἄθλοις· καὶ σαῖς λιταῖς Ἀθανάσιε, καὶ πρεσβείαις ἐξαιτεῖ, πρὸς Χριστοῦ περιφρουρεῖσθαι, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

Angels were astounded, humans were amazed, by the extraordinary feats of your ascetic life. For you were almost like one without flesh, even in your earthen body, and thus you wrestled with the invisible enemies. And now all generations of pious believers sing your praises, and especially your venerable flock, at that spectacular monument of your labors. You established it like a charming city in the wilderness, and you made it a reputable residence for countless monks. Your marvelous accomplishments and your brave contests adorn your monastery like expensive clothing. And your flock ever invokes your intercessions, O Athanasios, and your prayers for its protection by Christ, who have the great mercy. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· ἡ χάρις γὰρ τοῦ Πνεύματος, πάσης σάλπιγγος εὐηχέστερον, πάντας πρὸς ὕμνον συγκαλεῖ τοῦ θεοφόρου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες θαυμαζέτωσαν, τοῦ παμβασιλέως τὸν γνήσιον οἰκέτην, τὸν τοῦ κοσμοκράτορος τὰς ἀρχὰς καὶ ἐξουσίας, Πνεύματος θείου πανοπλίᾳ τροπωσάμενον. Ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς ἀρίστης ὄντως κανόνα τε καὶ τύπον, ποιμασίας εὐφημήσωμεν· τὸν ἐν δόγμασιν ἀκραιφνῆ· τὸν ἐν τῇ πίστει γενναῖον· τὸν ἐν θεωρίαις ὑψίνουν· ἐν πράξεσιν ὑπερνεφῆ· ἐν διδάγμασι τῆς τρυφῆς χειμάῤῥουν· τὸν ποδηγέτην τῶν πλανωμένων· τὸν ἑδραστῆρα τῶν κλονουμένων· τὸν πᾶσι τοῖς ἀσθενοῦσι συμπαθέστατον· Ἄθω τὸ μέγα κλέος, ἐγκωμιάζοντες πάντες εἴπωμεν· Πατέρων κοινωνὲ Ἀθανάσιε, πρόστηθι τῶν σῶν οἰκετῶν, διὰ παντὸς ἡμῶν Πάτερ, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Let us sound the trumpet with the clarion of song. For the grace of the Spirit, more sonorous than any trumpet, summons all to extol the God-bearing Father. Let the kings and princes marvel at the genuine servant of the King of all, at the man who in the full armor of the Spirit defeated the principalities and powers of the ruler of this world. O Shepherds and Teachers, let us extol the rule and model of expert pastoring, He was pure in doctrine, brave regarding the Faith. He was sublime in contemplation, and he soared in the active life. His teachings flowed like a river of delight. He was a guide for the wayward, a support for the unsteady, and very sympathetic towards all who were infirm. And in extolling him, as the great glory of Athos, let us all say to him, "Fellow of the holy fathers, O Athanasios, ever lead us, your spiritual family, as our Father, and save your flock, by your supplications" [SD]

Καὶ νῦν.

Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν λυχνίαν τὴν χρυσαυγῆ· τὴν φωτοφόρον νεφέλην· τὴν τῶν οὐρανῶν πλατυτέραν· τὴν ἔμψυχόν τε κιβωτόν· τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον· τὴν μανναδόχον χρυσέαν στάμνον· τὴν κεκλεισμένην τοῦ Λόγου πύλην· τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Let us sound the trumpet with the clarion of song. For inclining from on high, the Queen of all and Virgin Mother crowns with her blessings those who extol her. Let the kings and princes run to gather together, and with hymns applaud her, the Queen who bore the King who, in His love for humanity, was well pleased to release those who were formerly prisoners of death. O Shepherds and Teachers, let us come together and praise the surpassingly pure Mother of the Good Shepherd. Let us praise her, for she is the golden lamp-stand, the light-bearing cloud, the one who is wider than the heavens, the animate Ark, the fiery throne of the Master, the golden urn holding the Manna, the gate of the Logos, which is closed shut. With songs inspired by God, let us extol her, as the shelter for all Christians. And in lauding her, let us say to her, "O Palace of the Logos, account us worthy, lowly that we be, of the Kingdom of heaven; for nothing is impossible, by your mediation." [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος γʹ. Τὴν ὡραιότητα.

Mode 3. Seeing how beautiful.

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Angelic hosts on high were filled with wonderment, seeing your life in the flesh: how with your body you courageously went out to wrestle with invisible foes; and to the demonic hordes you inflicted serious wounds. Therefore, Athanasios, you received from the Master Christ, a wealth of gifts. Holy Father, intercede on our behalf with Christ our God, to save our souls. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ.

Again let us pray for our country, the president, and all those in public service.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church, and the servants of God [names] who celebrate this holy feast.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of the holy Great Church of Christ, our sacred Archdiocese (and this sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and loving God may be merciful, gracious and kindly-disposed, and may divert and disperse all anger and disease coming against us, and deliver us from His own just threat hanging over us, and have mercy on us.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Hear us, O God our Savior, the hope of all those who live everywhere on earth and those far out at sea or in the air. Be gracious toward our sins, Master, and have mercy on us. For You are a merciful and loving God, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Εὐλόγησον.

Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπερ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

For our (episcopal rank) (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those who are traveling.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

And for all our fathers and brethren departed like life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

( Ἀμήν. )

( Amen. )