2021

2021

Τῇ Τετάρτῃ | Τῌ ΚΑʹ ΑΠΡΙΛΙΟΥ

On Wednesday | April 21

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΙΒʹ (112).

Psalm 112 (113).

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ Ὄνομα Κυρίου.

Praise the Lord, O you servants; praise the name of the Lord.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.

Blessed be the name of the Lord. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ. ΝΗʹ, 1-11

Is 58:1-11

Οὕτω λέγει Κύριος· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακώβ, τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκώς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς, αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε, εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· ουδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδὲ οὕτω καλέσετε νηστείαν δεκτήν. Οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστειλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσάν σου συγγραφήν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου, ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆγμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίᾳ, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.

“[Thus says the Lord:] Cry aloud with strength, and spare not; lift up your voice like a trumpet, and declare to My people their sins, and to the house of Jacob their lawlessness. They seek Me day by day, and desire to know My ways. As a people who did righteousness, and did not forsake the judgment of their God, they now ask Me about righteous judgment, and desire to draw near to God, saying, ‘Why have we fasted, but You did not see it? Why have we humbled our souls, but You did not know it?’ Because in the days of your fasts, you seek your own wills, and mistreat those under your authority. If you fast for condemnations and quarrels, and strike a humble man with your fists, why do you fast to Me as you do today, so your voice may be heard in crying? I did not choose this fast, and such a day for a man to humble his soul; nor if you should bow your neck like a ring and spread sackcloth and ashes under yourself, could you thus call such a fast acceptable. I did not choose such a fast,” says the Lord; “rather, loose every bond of wrongdoing; untie the knots of violent dealings; cancel the debts of the oppressed; and tear apart every unjust contract. Break your bread for the hungry, and bring the homeless poor into your house. If you see a naked man, clothe him, nor shall you disregard your offspring in your own household. Then your light shall break forth as the morning, and your healing shall spring forth quickly. Your righteousness shall go before you, and the glory of God shall cover you. Then you shall cry out, and God will hear you. While you are still speaking, He will say, ‘Behold, I am here.’ If you take away your fetter and the pointing of the finger, and the word of grumbling, and if you give bread to the hungry from your soul, and satisfy the humble soul, then your light shall rise up in the darkness, and your darkness shall be as midday. God shall be with you continually.” [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΡΙΓʹ (113).

Psalm 113 (114).

Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν Οὐρανὸν καὶ τὴν γῆν.

You are blessed by the Lord, who made heaven and earth.

Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

In the exodus of Israel from Egypt. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΙΔʹ (114).

Psalm 114 (115).

Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

I shall be well pleasing before the Lord in the land of the living.

Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

I have loved, because the Lord shall hear the voice of my supplication. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. ΜΓʹ, 25-30 ΜΕʹ, 1-16

Gn 43:26-31, 45:1-16

Προσήνεγκαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον· καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Ἠρώτησε δὲ αὐτούς· Πῶς ἔχετε; καί εἶπεν αὐτοῖς· Ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε ἔτι ζῆν· Οἱ δὲ εἶπον· Ὑγιαίνει, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. Καὶ εἶπεν· Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ· καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσήφ, εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· Ὁ Θεὸς ἐλεῆσαι σε τέκνον. Ἐταράχθη δὲ Ἰωσήφ· συνεστρέφετο γὰρ τὰ σπλάγχνα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον, ἔκλαυσεν ἐκεῖ· καὶ νιψάμενος τὸ πρόσωπον, ἐξελθὼν ἐνεκρατεύσατο. Καὶ οὐκ ἠδύνατο Ἰωσήφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ' εἶπεν· Ἐξαποστείλατε πάντας ἀπ' ἐμοῦ· καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ· καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ. Ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ· ἔτι ὁ πατήρ μου ζῇ; Καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγγίσατε πρός με· καὶ ἤγγισαν. Καὶ εἶπεν· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον· νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανείτω, ὅτι ἀπέδοσθέ με ᾧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ᾧδε, ἀλλὰ ὁ Θεός· καὶ ἐποίησέ με, ὡς πατέρα Φαραώ, καὶ Κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Σπεύσαντες οὖν, ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ. Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σύ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ οἱ βόες σου, καὶ ὅσα σοί ἐστι· καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμὸς ἔσται ἐπὶ τῆς γῆς, ἵνα μὴ ἐκτριβῇς σύ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε· καὶ ταχύναντες, καταγάγετε τὸν πατέρα μου ᾧδε. Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπ' αὐτοῖς· καὶ μετὰ ταῦτα, ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. Ἐχάρη δὲ Φαραώ, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ.

Thus when Joseph came home, they brought the present in their hand to him in the house, and bowed down before him to the earth. Then he asked them about their well-being, and said, “Is your father well, the old man of whom you spoke? Is he still alive?” So they answered, “Your servant our father is in good health; he is still alive.” Then he said, “Blessed be that man in God”; and they bowed their heads down and prostrated themselves. Then Joseph lifted his eyes and saw his brother Benjamin, his mother’s son, and said, “Is this your younger brother you said you would bring to me?” So he said, “May God grant you mercy, my son.” Now his heart yearned for his brother; so Joseph made haste and sought somewhere to weep. Then he went into his inner chamber and wept there. He then washed his face and came out; and he composed himself. Now Joseph could not restrain himself before all those who stood by him, and he cried out, “Make everyone go out from me!” So no one stood with him while Joseph made himself known to his brothers. Then he wept aloud, and the Egyptians and the house of Pharaoh heard it. Joseph then said to his brothers, “I am Joseph; does my father still live?” But his brothers could not answer him, for they were stunned in his presence. But Joseph said to his brothers, “Come near to me.” So they came near. Then he said, “I am Joseph your brother, whom you sold into Egypt. Now therefore, do not be grieved or angry with yourselves because you sold me here; for God sent me before you to save life. For this is the second year of famine in the land, and five years still remain in which there will be neither plowing nor harvesting. For God sent me before you to preserve you as a remnant on the earth, and to sustain you as a great remnant. So now, it was not you who sent me here, but God; and He made me a father to Pharaoh, and lord of all his house, and ruler throughout all the land of Egypt. “Hurry then and go up to my father, and say to him, ‘Thus says your son Joseph, “God made me lord of all Egypt; come down to me, do not tarry. You shall dwell in the land of Goshen, and you shall be near to me, you and your children, your children’s children, your sheep and oxen, and all you have. There I will provide for you, lest you and your household, and all you have, come to poverty; for five years of famine still remain.’ ” And behold, your eyes and the eyes of my brother Benjamin see it is my mouth that speaks to you. Therefore, you shall tell my father of all my glory in Egypt, and of all you have seen; and you shall hurry and bring my father down here.” Then he fell on his brother Benjamin’s neck and wept, and Benjamin wept on his neck. Moreover he kissed all his brothers and wept over them, and after this his brothers talked with him. Now the report of it was heard in Pharaoh’s house, saying, “Joseph’s brothers have come.” So it pleased Pharaoh and his servants well. [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΙΕʹ (115).

Psalm 115 (116).

Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

I shall pay my vows to the Lord in the presence of all His people.

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

I believed; therefore, I spoke; I was greatly humbled. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ Κεφ. ΚΑʹ, 23 - ΚΒʹ, 4

Pr 21:22-30, 22:1-4

Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὸς καλεῖται· ὃς δὲ μνησικακεῖ, παράνομος. Ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν· οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδῶς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ· ὁ δὲ εὐθύς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ. Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου, πρὸς τὸν ἀσεβῆ. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς, αὐτὸς παιδεύεται· οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.

He who guards his mouth and tongue keeps his soul from tribulation. A troublemaker is called rash, arrogant, and boastful, and he who bears malice is called lawless. Desires kill a slothful man, for his hands choose not to do anything. The ungodly man desires evil all day long, but the righteous man shows mercy and compassion unsparingly. The sacrifices of the ungodly are an abomination to the Lord, for they offer them lawlessly. A false witness shall perish, but an obedient man will speak guardedly. An ungodly man resists shamelessly to the face, but the upright man himself understands his ways. There is no wisdom, there is no courage, there is no counsel for the ungodly. The horse is prepared for the day of war, but help is from the Lord. A good name is to be chosen more than much wealth, and good grace more than silver and gold. The rich man and the poor man meet with one another, but the Lord made both. An astute man, seeing an evil man severely punished, is himself instructed, but those passing by without discernment suffer loss. The fear of the Lord and riches and glory and life are the offspring of wisdom. [SAAS]

   

   

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου διακόνων, Δισιδερίου ἀναγώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος.

On April 21 we commemorate the holy Hieromartyr and bishop Januarius; the deacons Proculus, Sosius, and Faustus; the reader Desiderius; and Eutychius and Acutius.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.

On this day we also commemorate the holy Martyr Alexandra the Queen.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλώ, Ἰσαακίου, καὶ Κοδράτου, λιμῷ καὶ ξίφει τελειωθέντων.

On this day we also commemorate the holy Martyrs Apollo, Isaakios, and Quadratus, who died by hunger and the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξιμιανοῦ Πατριάρχου Κων/πόλεως.

On this day we also commemorate our father among the saints Maximian, Patriarch of Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αναστασίου τοῦ Σιναΐτου.

On this day we also commemorate our devout father Anastasios of Sinai.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your saints, O Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.