2021

2021

Τῇ Δευτέρᾳ | Τῌ ΚΒʹ ΜΑΡΤΙΟΥ

On Monday | March 22

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΚΑʹ (21).

Psalm 21 (22).

Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.

You who fear the Lord, praise Him.

Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι.

O God, my God, hear me. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ Δʹ, 2-6. Εʹ, 1-7

Is 4:2-5:7

Τάδε λέγει Κύριος· Ἐπιλάμψει ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιών, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, Ἅγιοι κληθήσονται πάντες, οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως. Καὶ ἥξει Κύριος, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνι μου, ἀμπελὼν ἐγενήθη τῶν ἠγαπημένων ἐν κέρατι, ἐν τόπῳ πίονι, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας. Καὶ νῡν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοί, καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἐνέμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Νῡν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου, ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτόν, ὡς εἰς χέρσον, ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.

Thus says the Lord: In that day, the Lord will shine in counsel and glory on the earth, to exalt and glorify those of Israel who remain. And it shall come to pass that those who remain in Zion and in Jerusalem will be called holy—everyone who is recorded among the living in Jerusalem, because the Lord shall wash away the filth of the sons and the daughters of Zion, and shall purge the blood of Jerusalem from their midst by the Spirit of judgment and the Spirit of burning. He shall come and there shall be with regard to Mt. Zion and everything round about, a cloud to overshadow it by day, and as it were smoke and light of fire burning at night, and it shall be covered altogether with glory. It shall be for shade from the heat, for a place of shelter, and for a hiding-place from inclement weather and rain. “Now I will sing to My Beloved a song of My Beloved regarding My vineyard: There was a vineyard for My Beloved, a place in power and richness. He placed a wall around it and fortified it. He planted it with the choicest vine. He built a tower in its midst and also made a winepress in it. So I waited for it to bring forth grapes, but it produced thorn-plants. And now, man of Judah and inhabitants of Jerusalem, judge between Me and My vineyard. What shall I yet do for My vineyard that I have not done for it? For I waited for it to bring forth grapes, but it produced thorn-plants. But now I will tell you what I shall do to My vineyard: I shall remove its wall and it shall be for booty. I shall break down its wall and it shall be trampled underfoot. I will forsake My vineyard. It shall not be pruned or cultivated, but thorns shall sprout forth as in a barren land. I will also command the clouds not to rain on it.” For the vineyard of the Lord of hosts is the house of Israel, and the man of Judah is His beloved plant. [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΚΒʹ (22).

Psalm 22 (23).

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Your rod and Your staff, they comfort me.

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

The Lord is my shepherd; I shall not want. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος αʹ.

Prokeimenon. Mode 1.

Ψαλμὸς ΚΓʹ (23).

Psalm 23 (24).

Κύριος κραταιὸς καὶ δυνατός.

The Lord strong and mighty.

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

The earth is the Lord's, and its fullness. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. Γʹ, 21 - Δʹ, 7

Gn 3:21-4:7

Ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ Παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ Παραδείσου τῆς τρυφῆς, καὶ ἔταξε τὰ Χερουβίμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Also for Adam and his wife the Lord God made garments of skin, and clothed them. Then the Lord God said, “Behold, the man has become like one of Us, to know good and evil. Now, lest he put out his hand and take also of the tree of life, and eat, and live forever—” therefore the Lord God sent him out of the garden of pleasure to cultivate the ground from which he was taken. So He cast out Adam, and made him dwell opposite the garden of pleasure. He then stationed the cherubim and the fiery sword which turns every way to guard the way to the tree of life. Now Adam knew Eve his wife, and she conceived and bore Cain, and said, “I have acquired a man through God.” Then she bore again, this time his brother Abel. Now Abel was a shepherd of sheep, but Cain was a tiller of the ground. Now in the process of time Cain brought a sacrifice to the Lord from the fruits of the ground. Abel also brought a sacrifice from the firstborn of his flock and of their fat. The Lord respected Abel and his offering, but He did not respect Cain and his sacrifices. So Cain was extremely sorrowful, and his countenance fell. So the Lord said to Cain, “Why are you extremely sorrowful? And why has your countenance fallen? Did you not sin, even though you brought it rightly, but did not divide it rightly? Be still; his recourse shall be to you; and you shall rule over him.” [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΚΔʹ (24).

Psalm 24 (25).

Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.

Look upon me and have mercy on me.

Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

To You, O Lord, I lift up my soul. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ Κεφ. Γʹ, 34 - Δʹ, 22

Pr 3:37-4:21

Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Ἀκούσατε παῖδες παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν λόγον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κᾀγώ, πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Οἳ ἐδίδασκόν με, καὶ ἔλεγον· Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν, φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ, μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐκκλίνῃς ἀπὸ ῥημάτων στόματός μου. Μὴ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου, ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, καὶ ἐν πάσῃ κτήσει σου κτῆσαι σύνεσιν. Περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ὁδοὺς γὰρ σοφίας διδάσκων σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας· μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος ἀπ' αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἳ δὲ γάρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Ζωὴ γάρ ἐστι πᾶσι τοῖς εὑρίσκουσιν αὐτάς, καὶ πάσῃ τῇ σαρκὶ αὐτῶν ἴασις.

The Lord opposes the arrogant, but He gives grace to the humble. The wise shall inherit glory, but the ungodly exalt dishonor. Hear, my children, the instruction of your father, and pay attention, that you might know his thinking; for I offer a good gift to you; do not forsake my law. For I was a son, and I was obedient to my father, and beloved in the presence of my mother, who taught me, saying, “Let our word become firmly planted in your heart; guard our commandments; do not forget them; neither disregard the word of my mouth, nor forsake it, and it shall cleave to you; love it, and it will keep you. Secure it, and it shall exalt you; honor it, that it may embrace you, and give your head a crown of graces, and cover you with a crown of delight.” Hear me, my son, and receive my words, and the years of your life shall be increased, that many ways of life may be yours; for I teach you the ways of wisdom and set you on upright paths. For if you walk, your steps shall not be confined; and if you run, you will not grow weary. Lay hold of my instruction; do not let go, but guard it for yourself as your life. Do not go in the ways of the ungodly, neither be zealous for the ways of the lawless; in whatever place they encamp, do not go there, but turn aside from them and pass by. For they cannot sleep unless they do evil; their sleep is taken away, and they do not rest; for they feed on the bread of ungodliness, and they are drunk with the wine of lawlessness. But the ways of the righteous shine like a light; they go before and give light until full daylight. But the ways of the ungodly are dark; they do not know how they stumble. My son, give heed to my word and incline your ear to my words, that your fountains may not fail you; guard them in your heart; for they are life to those who find them and healing for all their flesh. [SAAS]

   

   

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΒʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου, Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.

On March 22 we commemorate the holy hieromartyr Basil, Presbyter of the Church of Ancyra.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη αἱ Ἅγιαι Μάρτυρες, Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται.

On this day we also commemorate the holy women martyrs, Kallinike and Vasilissa, who died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δροσίδος, θυγατρὸς Τραϊανοῦ τοῦ Βασιλέως, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν.

On this day we also commemorate St. Drosis, daughter of the emperor Trajan, and the five consecrated virgins with her.

Ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Εὐθύμιος, ὁ ἐν Κωσταντινουπόλει ἀθλήσας ἐν ἔτει 1814, ξίφει τελειοῦται.

The holy new devout martyr Efthymios, who contested in Constantinople in the year 1814, died by the sword.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, Christ O God, have mercy on us and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.