Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Λειτουργία Ἁγίου Χρυσοστόμου

Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ ΛΑʹ ΔΕΚΕΜΒΡΙΟΥ

Menaion - December 31

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: The Divine Liturgy of St. John Chrysostom (© 2016), used with permission from the Greek Orthodox Archdiocese of America. This text was produced by the Greek Orthodox Archdiocese of America and approved by the Ecumenical Patriarchate.

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμοὶ 9, 110.

Antiphon I. Mode 2. Psalms 9, 110.

Στίχ. αʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Verse 1: I will give thanks to You, O Lord, with my whole heart; I will tell of all Your wondrous things. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. βʹ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.

Verse 2: In the council of the upright and in the assembly. Great are the works of the Lord. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. γʹ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.

Verse 3: Sought out in all things with regard to His will. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. δʹ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Verse 4: Thanksgiving and majesty are His work, and His righteousness continues unto ages of ages. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 111.

Antiphon II. Mode 2. Psalm 111.

Στίχ. αʹ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Verse 1: Blessed is the man who fears the Lord; he will delight exceedingly in His commandments. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia. [GOA]

Στίχ. βʹ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.

Verse 2: His seed shall be mighty on earth. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia. [GOA]

Στίχ. γʹ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Verse 3: Glory and riches shall be in his house, and his righteousness continues unto ages of ages. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia. [GOA]

Στίχ. δʹ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.

Verse 4: For the upright, light springs up in darkness. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit. [HC]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen. [HC]

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA]

   

   

Ἀντίφωνον Γʹ. Ἦχος δʹ. Ψαλμὸς 109.

Antiphon III. Mode 4. Psalm 109.

Στίχ. αʹ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Verse 1: The Lord said to my Lord: "Sit at My right hand, until I make your enemies the footstool of Your feet." [SAAS]

Στίχ. βʹ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.

Verse 2: The Lord shall send forth the rod of Your power from Zion. [SAAS]

Στίχ. γʹ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.

Verse 3: With You is the beginning in the day of Your power, in the brightness of Your saints. [SAAS]

Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δʹ.

Apolytikion of the Feast. Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia. [GOA]

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. (ἐκ γʹ)

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. (3) [SD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος γʹ. Αὐτόμελον.

Mode 3. Automelon.

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

On this day the Virgin gives * birth to the Super-essential. * To the Unapproachable, * earth is providing the grotto. * Angels sing and with the shepherds offer up glory. * Following a star the Magi are still proceeding. * He was born for our salvation, a newborn Child, the pre-eternal God. [SD]

   

   

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

ΠΕΜΠΤΗ Λʹ ΕΒΔΟΜΑΔΟΣ

THURSDAY OF THE THIRTIETH WEEK

Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18.

Prokeimenon. Mode pl. 4. Psalm 18.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Their proclamation went forth into all the earth, and their words to the ends of the world. [SAAS]

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Verse: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS]

Εβρ 10:35-39; 11:1-7

Heb. 10:35-39; 11:1-7

Ἀδελφοί, μὴ ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. ῎Εστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι' ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

Brethren, do not throw away your confidence, which has a great reward. For you have need of endurance, so that you may do the will of God and receive what is promised. "For yet a little while, and the coming one shall come and shall not tarry; but my righteous one shall live by faith, and if he shrinks back, my soul has no pleasure in him." But we are not of those who shrink back and are destroyed, but of those who have faith and keep their souls. Now faith is the assurance of things hoped for, the conviction of things not seen. For by it the men of old received divine approval. By faith we understand that the world was created by the word of God, so that what is seen was made out of things which do not appear. By faith Abel offered to God a more acceptable sacrifice than Cain, through which he received approval as righteous, God bearing witness by accepting his gifts; he died, but through his faith he is still speaking. By faith Enoch was taken up so that he should not see death; and he was not found, because God had taken him. Now before he was taken he was attested as having pleased God. And without faith it is impossible to please him. For whoever would draw near to God must believe that he exists and that he rewards those who seek him. By faith Noah, being warned by God concerning events as yet unseen, took heed and constructed an ark for the saving of his household; by this he condemned the world and became an heir of the righteousness which comes by faith. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88.

Alleluia. Mode 1. Psalm 88.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριεν.

Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Verse 2: God is glorified in the counsel of saints. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΙΓʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΛΟΥΚΑ

Saturday of the Thirteenth Week of Luke

Λου ιδʹ 1 - 11

Lk. 14:1-11

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ’Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ' αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ' αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. ἀλλ' ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

At that time, one sabbath when Jesus went to dine at the house of a ruler who belonged to the Pharisees, they were watching him. And behold, there was a man before him who had dropsy. And Jesus spoke to the lawyers and Pharisees, saying, "Is it lawful to heal on the sabbath, or not?" But they were silent. Then he took him and healed him, and let him go. And he said to them, "Which of you, having a son or an ox that has fallen into a well, will not immediately pull him out on a sabbath day?" And they could not reply to this. Now he told a parable to those who were invited, when he marked how they chose the places of honor, saying to them, "When you are invited by any one to a marriage feast, do not sit down in a place of honor, lest a more eminent man than you be invited by him; and he who invited you both will come and say to you, 'Give place to this man,' and then you will begin with shame to take the lowest place. But when you are invited, go and sit in the lowest place, so that when your host comes he may say to you, 'Friend, go up higher'; then you will be honored in the presence of all who sit at table with you. For every one who exalts himself will be humbled, and he who humbles himself will be exalted." [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ὠδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἦχος αʹ.

Mode 1.

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

O my soul, magnify the ever-virgin Maid who from the curse has redeemed us. [SD]

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, * Ῥᾶον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, * Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, * Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, * Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

Easier for us is from fear to love silence, * free of any peril as it is, O Virgin; * whereas to weave stirring hymns out of longing * in earnest, is difficult. Therefore, O Mother, * give us strength to match our volition, we pray you. [SD]

   

   

Κοινωνικόν. Ψαλμὸς 110.

Communion Hymn. Psalm 110.

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

The Lord sent redemption to His people. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος δʹ.

Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. [SD]

   

   

ΑΠΟΛΥΣΙΣ

THE DISMISSAL

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the Twelve Days of Christmas