Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Λειτουργία Ἁγίου Βασιλείου

Liturgy of St. Basil

Μηναῖον - Τῌ ΚΕʹ ΔΕΚΕΜΒΡΙΟΥ

Menaion - December 25

Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

The Nativity in the Flesh of our Lord God and Savior Jesus Christ

__________

__________

   

   

ΕΣΠΕΡΙΝΗ ΛΕΙΤΟΥΡΓΙΑ ΑΓ ΒΑΣΙΛΕΟΥ

VESPERAL LITURGY OF ST. BASIL

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the Kingdom of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γὴν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἠγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοίς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτή. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χείρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man's heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

Δείξε εὐχάς.

Show Prayers

Ἀπαγγελλομένου ἐπίσης τοῦ Προοιμιακοῦ, ὁ Ιερεὺς ἵσταται ἀσκεπὴς ἐνώπιον τῆς ἁγίας Τραπέζης ἢ καὶ ἐνώπιον τῆς εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, ἱστάμενος ἐπὶ τοῦ Σολέα (ὡς ἐν τῷ Ὄρθρῳ), καὶ ἀναγινώσκει μυστικῶς τὰς Εὐχὰς τοῦ Λιχνικοῦ·

While the Opening Psalm is being read the Priest, bareheaded and standing in front of the Holy Table, says quietly the following Prayers at the Lighting of the Lamps.

ΙΕΡΕΥΣ (μυστικῶς)

PRIEST (inaudibly)

ΕΥΧΗ ΠΡΩΤΗ

1st Prayer

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.

O Lord, compassionate and merciful, long-suffering and full of mercy, listen to our prayer and attend to the voice of our supplication. Make for us a sign for good. Guide us in your way, to walk in your truth. Make glad our hearts to fear your holy Name, because you are great and do wondrous things. You alone are God, and there is none like you, O Lord, among gods: powerful in mercy and loving in strength to help and to console and to save all who hope in your holy Name. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΔΕΥΤΕΡΑ

2nd Prayer

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

Lord, do not rebuke us in your anger, nor chastise us in your wrath, but deal with us in accordance with your kindness, physician and healer of our souls. Guide us to the harbour of your will. Enlighten the eyes of our hearts to the knowledge of your truth and grant that the rest of the present day and the whole time of our life may be peaceful and without sin, at the prayers of the holy Mother of God and of all the Saints. [EL]

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For yours is the might, and yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΡΙΤΗ

3rd Prayer

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

Lord our God, remember us, sinners and your unprofitable servants, as we call upon your holy Name, and do not put us to shame from the expectation of your mercy, but graciously grant us, Lord, all the requests that are for salvation, and count us worthy to love and to fear you from our whole heart, and in all things to do your will. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΕΤΑΡΤΗ

4th Prayer

Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

O Lord, who are praised by the holy Powers with never silent hymns and unceasing songs of glory, fill our mouth with your praise to give majesty to your holy Name, and give us a part and an inheritance with all who fear you in truth and who keep your commandments, at the prayers of the holy Mother of God and of all your Saints. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΠΕΜΠΤΗ

5th Prayer

Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος.

Lord, Lord, who uphold the universe by your immaculate hand, who are long-suffering towards us all and who repent of evils, remember your acts of compassion and your mercy. Visit us in your loving kindness and grant that for the rest of the present day we may escape the manifold wiles of the evil one, and, by the grace of your All-holy Spirit, keep our life free from assault. [EL]

Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

By the mercy and love for mankind of your Only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΚΤΗ

6th Prayer

Ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν, διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθόν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

O God, great and wonderful, who order the universe with inexpressible loving-kindness and rich providence; who have granted us also the blessings of this world and brought us near to the promised Kingdom through the blessings that have been bestowed on us already; who have made us turn aside from every evil during that part of the present day which is now over, grant us also to complete what remains without blame in the presence of your holy glory, as we sing your praise, who alone are our God, good and the Lover of mankind. [EL]

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you are our God and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΒΔΟΜΗ

7th Prayer

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

Great and most high God, who alone possess immortality, who dwell in unapproachable light, who fashioned all creation with wisdom, who made the separation between the light and the darkness and who placed the sun to have authority over the day and the moon and the stars to have authority over the night, who have counted us sinners worthy even at this present hour to come into your presence with confession and thanksgiving and to offer you our evening hymn of glory; do you, O Lord who love mankind, direct our prayer like incense before you and accept it as a savour of sweet fragrance. Grant us that the present evening and the coming night may be peaceful, clothe us with weapons of light, deliver us from every night-time fear and from every deed that walks in darkness. And give us sleep, which you have bestowed on us for our rest in our weakness, freed from every fantasy of the devil. Yes, Master of all things, giver of blessings, may we also be filled with compunction on our beds and call to mind your Name in the night, and enlightened by meditation on your commandments may we rise with gladness of soul to give glory to your loving-kindness, as we bring to your compassion supplications and entreaties on behalf of our own sins and those of all your people. At the prayers of the holy Mother of God visit them with mercy. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

Πληρωθέντος τοῦ Προοιμιακοῦ Ψαλμοῦ, ὁ μὲν Ἱερεὺς παραμένει ἐν εὐλαβείᾳ ἐνώπιον τῆς ἁγίας Τραπέζης, ὁ δὲ Διάκονος ποιεῖ σχῆμα πρὸς τὸ Ἱερέα, καὶ ἐξελθὼν τοῦ ἱεροῦ Βήματος, διὰ τῆς βορείας πύλης, καὶ στὰς πρὸ τῆς Ὡραίας πύλης, καὶ βλέπων κατ' ἐνώπιον τῆς εἰκόνος τοῦ Χριστοῦ, λέγει τὴν Μεγάλην Συναπτήν, ἤτοι τὰ "Εἰρηνικά."

When the Opening Psalm is completed the Priest, in front of the Holy Table, or the Deacon in his usual place outside the Holy Doors, says the Litany of Peace.

Κρύψε εὐχάς.

Hide Prayers

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, καὶ ἀπὸ τοῦ ἀπειλοῦντος ἡμᾶς λοιμοῦ τοῦ κορονοϊοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and distress, and from the peril of the coronavirus against us, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν κατὰ τῆς νόσου τοῦ κορονοϊοῦ ἀγωνιζομένων, ἰατρῶν, νοσηλευτῶν καὶ ἐπιστημόνων, τοῦ Κυρίου δεηθῶμεν.

For our brethren, those who lead the fight against the coronavirus, the doctors, the medical workers and the scientists, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἦχος βʹ.

Mode 2.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, "You are my hope, my portion in the land of the living."

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Come, let us rejoice in the Lord, as we tell about this mystery. The middle wall of separation has been broken down; the fiery sword has turned back, the Cherubim permits access to the tree of life; and I partake of the delight of Paradise, from which I was cast out because of disobedience. For the exact Image of the Father, the express Image of his eternity, takes the form of a servant, coming forth from a virgin Mother; and He undergoes no change. He remained what He was, true God; and He took up what he was not, becoming human in His love for humanity. Let us cry out to Him: "You who were born from a Virgin, O God, have mercy on us." [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Come, let us rejoice in the Lord, as we tell about this mystery. The middle wall of separation has been broken down; the fiery sword has turned back, the Cherubim permits access to the tree of life; and I partake of the delight of Paradise, from which I was cast out because of disobedience. For the exact Image of the Father, the express Image of his eternity, takes the form of a servant, coming forth from a virgin Mother; and He undergoes no change. He remained what He was, true God; and He took up what he was not, becoming human in His love for humanity. Let us cry out to Him: "You who were born from a Virgin, O God, have mercy on us." [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Since the Lord Jesus was born of the holy Virgin, the universe has been illumined. Shepherds were keeping watch, and Magi were adoring Him, and Angels were singing praises, and Herod was troubled; for God appeared in the flesh, yes, the Savior of our souls. [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Since the Lord Jesus was born of the holy Virgin, the universe has been illumined. Shepherds were keeping watch, and Magi were adoring Him, and Angels were singing praises, and Herod was troubled; for God appeared in the flesh, yes, the Savior of our souls. [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Your kingdom, O Christ God, is a kingdom of all the ages, and Your dominion is from generation to generation. You who were incarnate by the Holy Spirit and became man by the ever-virgin Mary, have shone on us as light, by Your advent, O Christ God. Light of light, the brightness of the Father, You have brightened all creation. Everything that breathes praises You, the express image of the Father's glory. O God, the One who is and who pre-existed, and who shone forth from the Virgin, have mercy on us. [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

What shall we offer you, O Christ, because you have appeared on earth as a man for our sakes? For each of the creatures made by you offers you its thanks: the Angels, their hymn; the heavens, the Star; the Shepherds, their wonder; the Magi, their gifts; the earth, the Cave; the desert, the Manger; and we, a Virgin Mother. God before the ages, have mercy on us. [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.

When Augustus reigned alone on the earth, the many kingdoms of mankind came to an end; and when You became man from the pure Virgin, the many gods of idolatry were destroyed. The cities of the world passed under one single rule, and the nations came to believe in one God. The peoples were enrolled by decree of Caesar; we the faithful were enrolled in the name of the Godhead, when You became man, O our God. Great is your mercy. Lord, glory to you. [SD]

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΕ ΕΙΣΟΔΟΥ

Prayer of the Entrance

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

At evening, at morning and at midday we praise, bless and give thanks, and we pray to you, Master of all things, Lord who love mankind: Direct our prayer before you like incense, and do not incline our hearts to words or thoughts of evil, but deliver us from all that hunt down our souls. For our eyes look to you, O Lord, our Lord, and we have hoped in you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ

CLERGY AND PEOPLE

Ἦχος βʹ.

Mode 2.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. Αʹ, 1-13

Gn 1:1-13

Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. Καὶ εἶπεν ὁ θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.

In the beginning God made heaven and earth. The earth was invisible and unfinished; and darkness was over the deep. The Spirit of God was hovering over the face of the water. Then God said, “Let there be light”; and there was light. God saw the light; it was good; and God divided the light from the darkness. God called the light Day; the darkness He called Night; and there was evening and morning, one day. Then God said, “Let there be a firmament in the midst of the water, and let it divide the water from the water”; and it was so. Thus God made the firmament, and God divided the water under the firmament from the water above the firmament. So God called the firmament Heaven, and God saw that it was good ; and there was evening and morning, the second day. Then God said, “Let the water under heaven be gathered together into one place, and let the dry land appear”; and it was so. The water under heaven was gathered into its places, and the dry land appeared. So God called the dry land Earth, and the gathering together of the waters He called Seas; and God saw that it was good. Then God said, “Let the earth bring forth the herb of grass, bearing seed according to its kind and likeness. Let the fruit tree bear fruit, whose seed is in itself according to its kind on earth.” It was so. Thus the earth brought forth the herb of grass, bearing seed according to its kind and likeness. The fruit tree bore fruit, whose seed is in itself according to its kind on earth. God saw that it was good. So evening and morning were the third day. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

O Savior, You were secretly born in the cave, but heaven used the star as a mouth and announced You to all. It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Verse: His foundations are in the holy mountains; the Lord loves the gates of Zion more than all the dwellings of Jacob. [SAAS]

Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ραὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με.

Verse: Glorious things were said concerning you, O city of God. I will make mention of Rahab and Babylon to those who know Me. [SAAS]

Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Στίχ. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων.

Verse: Behold, foreigners, and the people of Tyre and Ethiopia. [SAAS]

Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Στίχ. Οὗτοι ἐγενήθησαν ἐκεῖ. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.

Verse: These were born there. A man will say, "Mother Zion," and a man was born in her; for the Most High Himself founded it. [SAAS]

Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Στίχ. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

Verse: The Lord shall describe it in a written account of the peoples and of the rulers, of those who were born in her. How glad are all who have their dwelling in you. [SAAS]

Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.

O Savior, You were secretly born in the cave, but heaven used the star as a mouth and announced You to all. It brought to You the Magi who worshipped You with faith. Together with them have mercy on us. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ. 9, 6-7

Is 9:5-6

Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν Βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.

For unto us a Child is born, unto us a Son is given; and the government will be upon His shoulder. His name will be called the Angel of Great Counsel, for I shall bring peace upon the rulers, peace and health by Him. Great shall be His government, and of His peace there is no end. His peace shall be upon the throne of David and over His kingdom, to order and establish it with righteousness and judgment, from that time forward and unto ages of ages. The zeal of the Lord of hosts shall perform this. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

You rose from the Virgin, O Christ, the noetic Sun of Righteousness, and a star pointed to You, the Uncontainable contained in a cave. It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: He established the world, which shall not be moved. [SAAS]

Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Στίχ. Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

Verse: The rivers, O Lord, lift up; the rivers lift up their voices. [SAAS]

Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Στίχ. Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα.

Verse: Because of the voices of their many waters, marvelous are the billows of the sea; wondrous is the Lord on high. Your testimonies are very much believed. [SAAS]

Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Verse: Holiness is proper to Your house, O Lord, unto length of days. [SAAS]

Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

You rose from the Virgin, O Christ, the noetic Sun of Righteousness, and a star pointed to You, the Uncontainable contained in a cave. It led the Magi to worship You; and with them we magnify You. O Giver of Life, glory to You! [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ. 7,10-16, and 8,1-4, 8b-10

Is 7:10-16b; 8:1-4, 8b-10

Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον· Καὶ εἶπεν (Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Καὶ εἶπεν Κύριος πρὸς με· Λάβε σεαυτῷ τόμον καινόν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου· Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι Βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε Ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Moreover the Lord added this to Ahaz, saying, “Ask a sign for yourself from the Lord your God; ask it either in the depth or in the height above.” But Ahaz said, “I will not ask, nor will I tempt the Lord.” Then Isaiah said, “Hear now, O house of David, is it a small thing for you to weary men, but will you weary the Lord also? Therefore the Lord Himself will give you a sign: behold, the virgin shall conceive and bear a Son, and you shall call His name Immanuel. Butter and honey He shall eat before He knows to prefer evil or choose the good, for before the Child knows good or evil, He refuses the evil to choose the good.” Moreover the Lord said to me, “Take for yourself a large new book, and write on it with a man’s pen concerning making a swift plunder of spoils, for it is near at hand. Then make witnesses for Me of faithful men: Uriah and Zechariah, the son of Berechiah.” Then I went to the prophetess, and she conceived and bore a son, and the Lord said to me, “Call his name Quickly Despoil, Swiftly Plunder; for before the child shall know how to call for his father and mother, one shall take the power of Damascus and the spoils of Samaria in the presence of the king of Assyria. O God with us. Know this, O Gentiles, and be defeated. Give ear, all you to the very ends of the earth. Be defeated although you are strong, for even if you should be strong again, you will be defeated again. Then too, whatever counsel you take, the Lord will scatter it abroad; and whatever word you shall speak, it will not continue among you, for the Lord God is with us.” [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE TRISAGION HYMN

Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

O Holy God, Who is resting among the holy ones, praised by the Seraphim with the thrice-holy voice, glorified by the Cherubim, and worshiped by every celestial power, You have brought all things into being out of nothing. You have created man according to Your image and likeness and adorned him with all the gifts of Your grace. You give wisdom and understanding to the one who asks, and You overlook not the sinner, but have set repentance as the way of salvation. You have granted us, Your humble and unworthy servants, to stand even at this hour before the glory of Your holy Altar of sacrifice and to offer to You due worship and praise. Master, accept the Trisagion Hymn also from the lips of us sinners, and visit us in Your goodness. Forgive all our voluntary and involuntary transgressions, sanctify our souls and bodies, and grant that we may worship You in holiness all the days of our lives, through the intercessions of the holy Theotokos and of all the saints who have pleased You throughout the ages.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί...

For You, our God, are holy, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever,

ΔΙΑΚΟΝΟΣ

DEACON

...καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

ΔΙΑΚΟΝΟΣ

DEACON

Δύναμις.

Dynamis.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Κέλευσον, Δέσποτα.

Command, Master.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is He Who comes in the name of the Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Master, bless the throne on high.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and forever and to the ages of ages. Amen.

ΧΟΡΟΣ

CHOIR

Δύναμις.

Dynamis.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. [GOA]

Τὰ Ἀναγνώσματα

The Readings

Ὁ Ἀπόστολος

The Epistle

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 2.

Prokeimenon. Mode 4. Psalm 2.

Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

The Lord said to Me, "You are My Son, today I have begotten You."

Στίχ. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.

Verse: Ask of Me, and I will give You the nations for Your inheritance [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Εβρ 1:1-12

Heb. 1:1-12

Ἀδελφοί, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν Ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσσεως παρὰ τοὺς μετόχους σου· καί· σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

In many and various ways God spoke of old to our fathers by the prophets; but in these last days he has spoken to us by a Son, whom he appointed the heir of all things, through whom also he created the world. He reflects the glory of God and bears the very stamp of his nature, upholding the universe by his word of power. When he had made purification for sins, he sat down at the right hand of the Majesty on high, having become as much superior to angels as the name he has obtained is more excellent than theirs. For to what angel did God ever say, "Thou art my Son, today I have begotten thee"? Or again, "I will be to him a father, and he shall be to me a son"? And again, when he brings the first-born into the world, he says, "Let all God's angels worship him." Of the angels he says, "Who makes his angels winds, and his servants flames of fire." But of the Son he says, "Thy throne, O God, is for ever and ever, the righteous scepter is the scepter of thy kingdom. Thou hast loved righteousness and hated lawlessness; therefore God, thy God, has anointed thee with the oil of gladness beyond thy comrades." And, "Thou, Lord, didst found the earth in the beginning, and the heavens are the work of thy hands; they will perish, but thou remainest; they will all grow old like a garment, like a mantle thou wilt roll them up, and they will be changed. But thou art the same, and thy years will never end." [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς 109.

Alleluia. Mode pl. 4. Psalm 109.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Verse 1: The Lord said to my Lord: "Sit at My right hand, until I make your enemies the footstool of Your feet." [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.

Verse 2: The Lord shall send forth the rod of Your power from Zion. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

THE PRAYER OF THE HOLY GOSPEL

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Shine in our hearts, O Master Who loves mankind, the pure light of Your divine knowledge, and open the eyes of our mind that we may comprehend the proclamations of Your Gospels. Instill in us also reverence for Your blessed commandments so that, having trampled down all carnal desires, we may lead a spiritual life, both thinking and doing all those things that are pleasing to You. For You, Christ our God, are the illumination of our souls and bodies, and to You we offer up glory, together with Your Father, Who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἑορτῆς.

For the Feast.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

ΔΙΑΚΟΝΟΣ

DEACON

2:1-20

2:1-20

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ,ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ.καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τὴν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

In those days a decree went out from Caesar Augustus that all the world should be enrolled. This was the first enrollment, when Quirinius was governor of Syria. And all went to be enrolled, each to his own city. And Joseph also went up from Galilee, from the city of Nazareth, to Judea, to the city of David, which is called Bethlehem, because he was of the house and lineage of David, to be enrolled with Mary, his betrothed, who was with child. And while they were there, the time came for her to be delivered. And she gave birth to her first born son and wrapped him in swaddling clothes, and laid him in a manger, because there was no place for them in the inn. And in that region there were shepherds out in the field, keeping watch over their flock by night. And an angel of the Lord appeared to them, and the glory of the Lord shone around them, and they were filled with fear. And the angel said to them, "Be not afraid; for behold, I bring you good news of a great joy which will come to all the people; for to you is born this day in the city of David a Savior, who is Christ the Lord. And this will be a sign for you: you will find a babe wrapped in swaddling clothes and lying in a manger." And suddenly there was with the angel a multitude of the heavenly host praising God and saying, "Glory to God in the highest, and on earth peace among men with whom he is pleased!" When the angels went away from them into heaven, the shepherds said to one another, "Let us go over to Bethlehem and see this thing that has happened, which the Lord has made known to us." And they went with haste, and found Mary and Joseph, and the babe lying in a manger. And when they saw it they made known the saying which had been told them concerning this child; and all who heard it wondered at what the shepherds told them. But Mary kept all these things, pondering them in her heart. And the shepherds returned, glorifying and praising God for all they had heard and seen, as it had been told them. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

Καθεξῆς ἡ Θ. Λειτουργία του Μεγάλου Βασιλείου.

Continue with the Liturgy of St. Basil the Great.

   

   

   

   

ΤΟ ΚΗΡΥΓΜΑ

THE SERMON

(Κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, τὸ κήρυγμα τοῦ θείου λόγου ἐγίνετο εὐθὺς μετὰ τὰ ἀναγνώσματα.)

(According to ancient tradition, the sermon was delivered following the readings.)

Οἱ ἀκόλουθες λιτανίες συνήθως παραλείποντα.

The following litanies are usually omitted.

Δείξε Λιτανίες

Show Litanies

Η ΜΕΓΑΛΗ ΕΚΤΕΝΗΣ ΙΚΕΣΙΑ ἢ ΔΕΗΣΙΣ

THE LITANY OF FERVENT SUPPLICATION

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord almighty, God of our fathers, we pray You, hear us and have mercy.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the hierodeacons, the monastics, and all our brotherhood in Christ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

EΥΧΗ ΤΗΣ ΕΚΤΝΟΥΣ ΙΚΕΣΙΑΣ

THE PRAYER OF FERVENT SUPPLICATION

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Lord our God, accept this fervent supplication from Your servants, and have mercy on us in accordance with the abundance of Your mercy, and send down Your compassion upon us and upon all Your people who await Your great and rich mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

THE PRAYERS FOR THE CATECHUMENS

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

Catechumens, pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν.

Let us, the faithful, pray for the catechumens.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

That the Lord will have mercy on them.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.

That He will teach them the word of truth.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

That He will reveal to them the gospel of righteousness.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

That He will unite them to His holy, catholic, and apostolic Church.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.

Save them, have mercy on them, help them, and protect them, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Catechumens, bow your heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

THE PRAYER FOR THE CATECHUMENS

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ ἐπιβλέπων ἐπὶ πάντα τὰ ἔργα σου, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας τοὺς ἑαυτῶν αὐχένας ἐνώπιόν σου, καὶ δὸς αὐτοῖς τὸν ἐλαφρὸν ζυγόν σου˙ ποίησον αὐτοὺς μέλη τίμια τῆς ἁγίας σου Ἐκκλησίας, καὶ καταξίωσον αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, εἰς ἐπίγνωσιν σοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.

Lord, our God, dwelling in heaven and looking down upon all your works; look upon your servants the catechumens, who have bowed their necks to you; and grant them your light yoke. Make them honorable members of Your holy church, and count them worthy of the washing of rebirth, the forgiveness of sins and the garment of incorruption, unto knowledge of you, our true God.

ΙΕΡΕΥΣ

PRIEST

Ἴνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

So that with us they also may glorify Your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι κατηχούμενοι, προέλθετε. Οἱ Κατηχούμενοι, προέλθετε. Ὅσοι κατηχούμενοι προέλθετε. Μή τις τῶν κατηχουμένων.

Those who are catechumens, depart, catechumens depart, all those who are catechumens, depart. Let none of the catechumens remain.

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

THE SUPPLICATION OF THE FAITHFUL

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σοφία.

Wisdom.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Αʹ

THE FIRST PRAYER OF THE FAITHFUL

Σύ, Κύριε, κατέδειξας ἡμῖν τὸ μέγα τοῦτο τῆς σωτηρίας μυστήριον· σὺ καταξίωσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, γενέσθαι λειτουργοὺς τοῦ ἁγίου σου θυσιαστηρίου· σὺ ἱκάνωσον ἡμᾶς τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος εἰς τὴν διακονίαν ταύτην· ἵνα ἀκατακρίτως στάντες ἐνώπιον τῆς ἁγίας δόξης σου, προσάγωμέν σοι θυσίαν αἰνέσεως· σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Δός, Κύριε, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων δεκτὴν γενέσθαι τὴν θυσίαν ἡμῶν καὶ εὐπρόσδεκτον ἐνώπιόν σου.

You, Lord, revealed to us this great mystery of salvation; You made us, Your humble and unworthy servants, worthy to be ministers of Your holy altar; enable us for this ministry, by the power of Your Holy Spirit, so that we may stand uncondemned before of Your holy glory and offer You a sacrifice of praise; for it is You who effect all in all. Grant, Lord, that our sacrifice for our sins and for those committed in ignorance by the people may be acceptable and well-pleasing before You.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σοφία.

Wisdom.

__________

__________

Κρύψε Λιτανίες

Hide Litanies

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ

THE SECOND PRAYER OF THE FAITHFUL

Ὁ Θεός, ὁ ἐπισκεψάμενος ἐν ἐλέει καὶ οἰκτιρμοῖς τὴν ταπείνωσιν ἡμῶν· ὁ στήσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου κατενώπιον τῆς ἁγίας δόξης σου, λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ· σὺ ἐνίσχυσον ἡμᾶς, τῇ δυνάμει του Ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην καὶ δὸς ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, εἰς τὸ ἐπικαλεῖσθαι τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἐπὶ τῶν μελλόντων προτίθεσθαι δώρων.

O God, You have visited our lowliness in mercy and compassion. You have set us, Your lowly, sinful, and unworthy servants, to serve at Your holy altar before Your holy glory. Strengthen us for this service with the power of Your Holy Spirit, and grant speech to our lips that we may invoke the grace of Your Holy Spirit upon the gifts that are about to be offered.

ΙΕΡΕΥΣ

PRIEST

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That, ever guarded by Your might, we may ascribe glory to You, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

THE GREAT ENTRANCE

ΧΟΡΟΣ

CHOIR

Τὸ Χερουβικόν.

The Cherubic Hymn.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

Let us, who mystically represent the Cherubim and who sing the thrice-holy hymn to the life-creating Trinity, now lay aside every worldly care. So that we may receive the King of all. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE CHERUBIC HYMN

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δούλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No one bound by carnal desires and pleasures is worthy to approach, draw near, or minister to You, the King of Glory. For to serve You is great and awesome even for the heavenly powers. Yet, because of Your ineffable and immeasurable love for mankind, You impassibly and immutably became man. You, as the Master of all, became our high priest and delivered unto us the sacred service of this liturgical sacrifice without the shedding of blood. Indeed, Lord our God, You alone reign over the celestial and the terrestrial; borne aloft on the cherubic throne, Lord of the Seraphim and King of Israel, the only holy and resting among the holy ones. I now beseech You, Who alone are good and inclined to hear: Look down upon me, Your sinful and unprofitable servant, and cleanse my soul and heart of a wicked conscience; and enable me, by the power of Your Holy Spirit, clothed with the grace of the priesthood, to stand before Your holy Table and celebrate the Mystery of Your holy and pure Body and Your precious Blood. I come before You with my head bowed, and I implore You: Turn not Your face away from me, nor reject me from among Your children, but make me, Your sinful and unworthy servant, worthy to offer these gifts to You. For You are the One Who both offers and is offered, the One Who is received and is distributed, O Christ our God, and to You we offer up glory, with Your Father, Who is without beginning, and Your all-holy and good and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the Lord God remember all of us in His Kingdom always, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Who is invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia. [GOA]

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

THE LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our prayer to the Lord.

ΧΟΡΟΣ

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

THE OFFERTORY PRAYER

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτὴν, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων, πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ' ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην, καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου, Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.

Lord, our God, You created us and brought us into this life. You have shown us the way to salvation and have bestowed upon us the revelation of heavenly mysteries. You have appointed us to this service by the power of Your Holy Spirit. Grant, therefore, O Lord that we may be accepted as servants of Your new Covenant and ministers of Your holy mysteries. Accept us as we draw near to Your holy altar, according to the multitude of Your mercy, that we may be worthy to offer You this spiritual sacrifice without the shedding of blood, for our sins and for the transgressions of Your people. Grant that, having accepted this sacrifice upon Your holy, heavenly, and spiritual altar as an offering of spiritual fragrance, You may in return send down upon us the grace of Your Holy Spirit. Look upon us, O God, and consider our worship; and accept it as You accepted the gifts of Abel, the sacrifices of Noah, the burnt offerings of Abraham, the priestly offices of Moses and Aaron, and the peace offerings of Samuel. As You accepted this true worship from Your holy apostles, accept also in Your goodness, O Lord, these gifts from the hands of us sinners, that being deemed worthy to serve at Your holy altar without blame, we may obtain the reward of the faithful stewards on the fearful day of Your just judgment.

ΙΕΡΕΥΣ

PRIEST

Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the mercies of Your only begotten Son, with Whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Let us love one another, that with oneness of mind we may confess:

ΧΟΡΟΣ

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Father, Son, and Holy Spirit: Trinity, one in essence and undivided. [GOA]

Ἤ, ἐν συλλειτούργῳ, τὸ ἑξῆς·

Or, for concelebrations:

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

The doors! The doors! In wisdom, let us be attentive!

ΛΑΟΣ

PEOPLE

THE SYMBOL OF OUR FAITH

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead, and the life of the age to come. Amen. [GOA]

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

THE HOLY ANAPHORA

ΔΙΑΚΟΝΟΣ

DEACON

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.

Let us stand aright! Let us stand in awe! Let us be attentive, that we may present the Holy Offering in peace.

ΧΟΡΟΣ

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

A mercy of peace, a sacrifice of praise.

ΙΕΡΕΥΣ

PRIEST

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

The grace of our Lord Jesus Christ, and the love of God and Father, and the communion of the Holy Spirit, be with you all.

ΧΟΡΟΣ

Καὶ μετά τοῦ πνεύματός σου.

And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Ἄνω σχῶμεν τὰς καρδίας.

Let us lift up our hearts.

ΧΟΡΟΣ

Ἔχομεν πρὸς τὸν Κύριον.

We lift them up to the Lord.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Let us give thanks to the Lord.

ΧΟΡΟΣ

Ἄξιον καὶ δίκαιον.

It is proper and right.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Ὢν, Δέσποτα, Κύριε Θεέ, Πάτερ Παντοκράτορ προσκυνητέ, ἄξιον ὡς ἀληθῶς, καὶ δίκαιον καὶ πρέπον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν τὸν μόνον ὄντως ὄντα Θεόν, καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν, ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας. Καὶ τὶς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου; ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις σου; ἢ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἐν παντὶ καιρῶ; Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ γῆς, καὶ πάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὁ καθήμενος ἐπὶ θρόνου δόξης, καὶ ἐπιβλέπων ἀβύσσους, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος, τῆς ἐλπίδος ἡμῶν, ὃς ἐστιν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σε τὸν Πατέρα, Λόγος ζῶν, Θεὸς ἀληθινός, ἡ πρὸ αἰώνων σοφία, ζωή, ἁγιασμός, δύναμις, τὸ φῶς τὸ ἀληθινόν, παρ' οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐξεφάνη, τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀῤῥαβὼν τῆς μελλούσης κληρονομίας, ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, παρ' οὗ πᾶσα κτίσις λογική τε καὶ νοερά, δυναμουμένη, σοὶ λατρεύει, καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν, ὅτι τὰ σύμπαντα δοῦλα σά· Σὲ γὰρ αἰνοῦσιν Ἄγγελοι, Ἀρχάγγελοι, θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, καὶ τὰ πολυόμματα Χερουβείμ, Σοὶ παρίστανται κύκλῳ τὰ Σεραφείμ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον, ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.

Master, Lord, God, worshipful Father almighty, it is truly just and right to the majesty of Your holiness to praise You, to hymn You, to bless You, to worship You, to give thanks to You, to glorify You, the only true God, and to offer to You this our spiritual worship with a contrite heart and a humble spirit. For You have given us to know Your truth. Who is worthy to praise Your mighty acts? Or to make known all Your praises? Or tell of all Your wonderful deeds at all times? Master of all things, Lord of heaven and earth, and of every creature visible and invisible, You are seated upon the throne of glory and behold the depths. You are without beginning, invisible, incomprehensible, beyond words, unchangeable. You are the Father of our Lord Jesus Christ, who is the great God and Savior of our hope, the image of Your goodness, the true seal of revealing in Himself You, the Father. He is the living Word, the true God, eternal wisdom, life, sanctification, power, and the true light. Through Him the Holy Spirit was manifested, the spirit of truth the gift of Sonship, the pledge of our future inheritance, the first fruits of eternal blessings, the life giving power, the source of sanctification through whom every rational and spiritual creature is made capable of worshiping You and giving You eternal glorification, for all things are subject to You. For You are praised by the angels, archangels, thrones, dominions, principalities, authorities, powers, and the many eyed Cherubim. Round about You stand the Seraphim, one with six wings and the other with six wings; with two they cover their faces; with two they cover their feet; with two they fly, crying out to one another with unceasing voices and everresounding praises:

ΙΕΡΕΥΣ

PRIEST

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·

Singing the triumphal hymn, exclaiming, proclaiming, and saying...

ΧΟΡΟΣ

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις.

Holy, holy, holy, Lord Sabaoth, heaven and earth are filled with Your glory. Hosanna in the highest. Blessed is He Who comes in the name of the Lord. Hosanna in the highest. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μετὰ τούτων τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ, ὡς ἀληθῶς, καὶ πανάγιος, καὶ οὐκ ἔστι μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ καὶ κρίσει ἀληθινῇ πάντα ἐπήγασες ἡμῖν· πλάσας γὰρ τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ εἰκόνι τῇ σῇ, ὁ Θεός, τιμήσας, τέθεικας αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἀθανασίαν ζωῆς, καὶ ἀπόλαυσιν αἰωνίων ἀγαθῶν, ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου, ἐπαγγειλάμενος αὐτῷ, ἀλλὰ παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος αὐτόν, καὶ τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξωρίσας αὐτὸν ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ Παραδείσου εἰς τὸν κόσμον τοῦτον, καὶ ἀπέστρεψας εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, οἰκονομῶν αὐτῷ τὴν ἐκ παλιγγενεσίας σωτηρίαν, τὴν ἐν αὐτῷ τῷ Χριστῷ σου· οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου εἰς τέλος, ὃ ἐποίησας, ἀγαθέ, οὐδὲ ἐπελάθου ἔργου χειρῶν σου, ἀλλ' ἐπεσκέψω πολυτρόπως, διὰ σπλάγχνα ἐλέους σου. Προφήτας ἐξαπέστειλας, ἐποίησας δυνάμεις διὰ τῶν Ἁγίων σου, τῶν καθ' ἑκάστὴν γενεὰν εὐαρεστησάντων σοι, ἐλάλησας ἡμῖν διὰ στόματος τῶν δούλων σου τῶν Προφητῶν, προκαταγγέλλων ἡμῖν τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, νόμον ἔδωκας εἰς βοήθειαν, Ἀγγέλους ἐπέστησας φύλακας. Ὅτε δὲ ἦλθε τὰ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, ὅς, ὢν ἀπάγαυσμα τῆς δόξης σου, καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί, ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου, καὶ ἐμπολιτευσάμενος τῷ κόσμω τούτῳ, δοὺς προστάγματα σωτηρίας, ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καὶ καθαρίσας ἐν ὕδατι, καὶ ἁγιάσας τῷ Πνεύματι τῷ ἁγίῳ, ἔδωκεν ἑαυτόν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθᾳ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ Σταυροῦ εἰς τόν, ᾍδην, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ πάντα, ἔλυσε τὰς ὀδύνας τοῦ θανάτου, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγόν τῆς ζωῆς, ἐγένετο ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ἦ αὐτὸς τὰ πάντα ἐν πᾶσι πρωτεύων· καὶ ἀνελθὼν εἰς τοὺς οὐρανούς, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης σου ἐν ὑψηλοῖς, ὃς καὶ ἥξει, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κατέλιπε δὲ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους ταῦτα, ἃ προτεθείκαμεν ἐνώπιόν σου, κατὰ τὰς αὐτοῦ ἐντολάς. Μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἑκούσιον, καὶ ἀοίδιμον καὶ ζωοποιὸν αὐτοῦ θάνατον, τῇ νυκτί, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας·

Together with these blessed powers, loving Master we sinners also cry out and say: Truly You are holy and most holy, and there are no bounds to the majesty of Your holiness. You are holy in all Your works, for with righteousness and true judgment You have ordered all things for us. For having made man by taking dust from the earth, and having honored him with Your own image, O God, You placed him in a garden of delight, promising him eternal life and the enjoyment of everlasting blessings in the observance of Your commandments. But when he disobeyed You, the true God who had created him, and was led astray by the deception of the serpent becoming subject to death through his own transgressions, You, O God, in Your righteous judgment, expelled him from paradise into this world, returning him to the earth from which he was taken, yet providing for him the salvation of regeneration in Your Christ. For You did not forever reject Your creature whom You made, O Good One, nor did You forget the work of Your hands, but because of Your tender compassion, You visited him in various ways: You sent forth prophets; You performed mighty works by Your saints who in every generation have pleased You. You spoke to us by the mouth of Your servants the prophets, announcing to us the salvation which was to come; You gave us the law to help us; You appointed angels as guardians. And when the fullness of time had come, You spoke to us through Your Son Himself, through whom You created the ages. He, being the splendor of Your glory and the image of Your being, upholding all things by the word of His power, thought it not robbery to be equal with You, God and Father. But, being God before all ages, He appeared on earth and lived with humankind. Becoming incarnate from a holy Virgin, He emptied Himself, taking the form of a servant, conforming to the body of our lowliness, that He might change us in the likeness of the image of His glory. For, since through man sin came into the world and through sin death, it pleased Your only begotten Son, who is in Your bosom, God and Father, born of a woman, the holy Theotokos and ever virgin Mary; born under the law, to condemn sin in His flesh, so that those who died in Adam may be brought to life in Him, Your Christ. He lived in this world, and gave us precepts of salvation. Releasing us from the delusions of idolatry, He guided us to the sure knowledge of You, the true God and Father. He acquired us for Himself, as His chosen people, a royal priesthood, a holy nation. Having cleansed us by water and sanctified us with the Holy Spirit, He gave Himself as ransom to death in which we were held captive, sold under sin. Descending into Hades through the cross, that He might fill all things with Himself, He loosed the bonds of death. He rose on the third day, having opened a path for all flesh to the resurrection from the dead, since it was not possible that the Author of life would be dominated by corruption. So He became the first fruits of those who have fallen asleep, the first born of the dead, that He might be Himself the first in all things. Ascending into heaven, He sat at the right hand of Your majesty on high and He will come to render to each according to His works. As memorials of His saving passion, He has left us these gifts which we have set forth before You according to His commands. For when He was about to go forth to His voluntary, ever memorable, and life-giving death, on the night on which He was delivered up for the life of the world, He took bread in His holy and pure hands, and presenting it to You, God and Father, and offering thanks, blessing, sanctifying, and breaking it:

ΙΕΡΕΥΣ

PRIEST

Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε. τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

He gave it to His holy disciples and apostles saying: Take, eat, this is my body which is broken for you and for the forgiveness of sins.

ΧΟΡΟΣ

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁμοίως καὶ τὸ ποτήριον ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου λαβών, κεράσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας·

Likewise, He took the cup of the fruit of vine, and having mingled it, offering thanks, blessing, and sanctifying it.

ΙΕΡΕΥΣ

PRIEST

Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

He gave it to His holy disciples and apostles saying: Drink of this all of you. This is my blood of the new Covenant, shed for you and for many, for the forgiveness of sins.

ΧΟΡΟΣ

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ Παρουσίας,

Do this in remembrance of me. For as often as you eat this Bread and drink this Cup, you proclaim my death, and you confess my resurrection. Therefore, Master, we also, remembering His saving passion and life giving cross, His three-day burial and resurrection from the dead, His ascension into heaven, and enthronement at Your right hand, God and Father, and His glorious and awesome second coming.

ΙΕΡΕΥΣ

PRIEST

Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

Your own of Your own we offer to You, in all and for all.

ΧΟΡΟΣ

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

We praise You, we bless You, we give thanks to You, and we pray to You, Lord our God. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Διὰ τοῦτο, Δέσποτα, Πανάγιε καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν (οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς), ἀλλὰ διὰ τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, οὓς ἐξέχεας πλουσίως ἐφ' ἡμᾶς, θαῤῥοῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Ἅγιε, Ἁγίων, εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα, καὶ εὐλογῆσαι αὐτά, καὶ ἁγιάσαι, καὶ ἀναδεῖξαι,

Therefore, most holy Master, we also, Your sinful and unworthy servants, whom You have made worthy to serve at Your holy altar, not because of our own righteousness (for we have not done anything good upon the earth), but because of Your mercy and compassion, which You have so richly poured upon us, we dare to approach Your holy altar, and bring forth the symbols of the holy Body and Blood of Your Christ. We pray to You and call upon You, O Holy of Holies, that by the favor of Your goodness, Your Holy Spirit may come upon us and upon the gifts here presented, to bless, sanctify,

Τὸν μὲν ἄρτον τοῦτον αὐτὸ τὸ τίμιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

And make this bread to be the precious Body of our Lord and God and Savior Jesus Christ.

(Ἀμήν.)

(Amen.)

Τὸ δὲ ποτήριον τοῦτον αὐτὸ τὸ τίμιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

And this cup to be the precious Blood of our Lord and God and Savior Jesus Christ.

(Ἀμήν.)

(Amen.)

Τὸ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.

Shed for the life and salvation of the world.

(Ἀμήν. Ἀμήν. Ἀμήν.)

(Amen. Amen. Amen.)

Ἡμᾶς δὲ πάντας, τοὺς ἐκ τοῦ ἑνὸς Ἄρτου καὶ τοῦ Ποτηρίου μετέχοντας, ἑνώσαις ἀλλήλοις εἰς ἑνὸς Πνεύματος Ἁγίου κοινωνίαν, καὶ μηδένα ἡμῶν εἰς κρῖμα, ἢ εἰς κατάκριμα ποιήσαις μετασχεῖν τοῦ ἁγίου Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ σου, ἀλλ' ἵνα εὕρωμεν ἔλεον καὶ χάριν μετὰ πάντων τῶν, Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

And unite us all to one another who become partakers of the one Bread and the Cup in the communion of the one Holy Spirit. Grant that none of us may partake of the holy Body and Blood of Your Christ to judgment or condemnation; but, that we may find mercy and grace with all the saints who through the ages have pleased You: forefathers, fathers, patriarchs, prophets, apostles, preachers, evangelists, martyrs, confessors, teachers, and every righteous spirit made perfect in faith.

ΙΕΡΕΥΣ

PRIEST

Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Especially for our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary.

ΧΟΡΟΣ

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.

In you, O Lady full of grace, rejoices all creation, the orders of Angels and the human race together. O hallowed temple and rational Garden of Paradise, the pride of virgins, from you did God become incarnate, and our God who existed before the ages became a child. For He made your womb a throne for himself, and your body He made wider than the heavens. In you, O Lady full of grace, rejoices all creation. Glory to you. [SD]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου (τοῦ δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν προκεκοιμημένων ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὀνομαστὶ καὶ ὧν βούλεται τεθνεώτων), καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι σοῦ δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος· Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν· Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, αἰχμαλώτους ῥῦσαι, νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι, καὶ μετάλλοις, καὶ ἐξορίαις, καὶ πικραῖς δουλείαις, καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας, καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ Λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν, δι' ἄγνοιαν ἢ λήθην, ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν, καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον, καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον, καὶ τὴν χρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν καὶ χώραν ταύτην, καὶ πᾶσαν πόλιν, καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.

For Saint John the prophet, forerunner, and baptist; for the holy, glorious, and most honorable apostles; for Saint(s) (Name's), whose memory we commemorate today; and for all Your saints, through whose supplications, O God, visit us. Remember also all who have fallen asleep in the hope of the resurrection to eternal life (here the priest commemorates the names of the deceased). And grant them rest, our God, where the light of Your countenance shines. Again, we pray to You, be mindful of Your holy, catholic, and apostolic Church, which is from one end of the inhabited earth to the other. Grant peace to her which You have obtained with the precious blood of Your Christ. Strengthen also this holy house to the end of the ages. Remember, Lord, those who have brought You these gifts, and for whom and through whom and the intentions for which they were offered. Remember, Lord, those who bear fruit and do good works in Your holy churches, and those who remember the poor. Reward them with Your rich and heavenly gifts. Grant them in return for earthly things, heavenly gifts; for temporal, eternal; for corruptible, incorruptible. Remember, Lord, those who are in the deserts, on mountains, in caverns, and in the chambers of the earth. Remember, Lord, those living in chastity and godliness, in asceticism and holiness of life. Remember, Lord, this country and all those in public service whom you have allowed to govern on earth. Grant them profound and lasting peace. Speak to their hearts good things concerning your Church and all your people that through the faithful conduct of their duties we may live peaceful and serene lives in all piety and holiness. Sustain the good in their goodness; make the wicked good through Your goodness. Remember, Lord, the people here presented and those who are absent with good cause. Have mercy on them and on us according to the multitude of Your mercy. Fill their treasuries with every good thing; preserve their marriages in peace and harmony; nurture the infants; instruct the youth; strengthen the aged; give courage to the faint hearted; reunite those separated; bring back those in error and unite them to Your holy, catholic, and apostolic Church. Free those who are held captive by unclean spirits; sail with those who sail; travel with those who travel; defend the widows; protect the orphans; liberate the captives; heal the sick. Remember, Lord, those who are in mines, in exile, in harsh labor, and those in every kind of affliction, necessity, or distress; those who entreat your loving kindness; those who love us and those who hate us; those who have asked us to pray for them, unworthy though we may be. Remember, Lord our God, all Your people, and pour out Your rich mercy upon them, granting them their petitions for salvation. Remember, O God, all those whom we have not remembered through ignorance, forgetfulness or because of their multitude since You know the name and age of each, even from their mother's womb. For You, Lord, are the helper of the helpless, the hope of the hopeless, the savior of the afflicted, the haven of the voyager, and the physician of the sick. Be all things to all, You who know each person, his requests, his household, and his need. Deliver this community and city, O Lord, and every city and town, from famine, plague, earthquake, flood, fire, sword, invasion of foreign enemies, and civil war.

ΙΕΡΕΥΣ

PRIEST

Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος). ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Among the first remember, Lord, (episcopal rank) (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

And remember those whom each one of us has in mind, and all the people.

ΧΟΡΟΣ

Καὶ πάντων καὶ πασῶν.

And all the people.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος, συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς, εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Remember, Lord, all Orthodox bishops who rightly teach the word of Your truth. Remember Lord, my unworthiness according to the multitude of Your mercies; forgive my every transgression, both voluntary and involuntary. Do not take away the grace of Your Holy Spirit from these gifts presented because of my sins. Remember, Lord, the presbyters, the diaconate in Christ, and every order of the clergy, and do not confound any of us who stand about Your holy altar. Visit us with Your goodness, Lord; manifest Yourself to us through Your rich compassion. Grant us seasonable weather and fruitful seasons; send gentle showers upon the earth so that it may bear fruit; bless the crown of the year of Your goodness. Prevent schism in the Church; pacify the raging of the heathen. Quickly stop the uprisings of heresies by the power of Your Holy Spirit. Receive us all into Your kingdom. Declare us to be sons and daughters of the light and of the day. Grant us Your peace and love, Lord our God, for You have given all things to us.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And grant that with one voice and one heart we may glorify and praise Your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.

And the mercies of our great God and Savior, Jesus Christ, be with you all.

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Having commemorated all the saints, again and again, in peace, let us pray to the Lord.

ΧΟΡΟΣ

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented and consecrated, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.

That our God Who loves mankind, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

   

   

Δείξε Αἰτήσεις

Show Petitions

(Αἱ δεήσεις αὗται οὐχ ὑπῆρχον ἐξ ἀρχῆς εἰς τὸ σημεῖον τοῦτο· παρεισήχθησαν δὲ πιθανώτατα κατ' ἐπίδρασιν τῆς Θ. Λειτουργίας τῶν Προηγιασμένων.)

(These petitions were not originally included. They were most probably added owing to the influence of the Liturgy of the Presanctified Gifts.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Κρύψε Αἰτήσεις

Hide Petitions

   

   

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ' ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν, κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.

Our God, the God who saves, You teach us justly to thank You for the good things which You have done and still do for us. You are our God who has accepted these Gifts. Cleanse us from every defilement of flesh and spirit, and teach us how to live in holiness by Your fear, so that receiving the portion of Your holy Gifts with a clear conscience we may be united with the holy Body and Blood of Your Christ. Having received them worthily, may we have Christ dwelling in our hearts, and may we become the temple of Your Holy Spirit. Yes, our God, let none of us be guilty before these, Your awesome and heavenly Mysteries, nor be infirm in body and soul by partaking of them unworthily. But enable us, even up to our last breath, to receive a portion of Your holy Gifts worthily, as provision for eternal life and as an acceptable defense at the awesome judgment seat of Your Christ. So that we also, together with all the saints who through the ages have pleased You, may become partakers of Your eternal good things, which You, Lord, have prepared for those who love You.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:

ΛΑΟΣ

PEOPLE

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

THE LORD'S PRAYER

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.

Lord Master, the Father of mercies and God of every consolation, bless sanctify, guard, fortify, and strengthen those who have bowed their heads to You. Distance them from every evil deed. Lead them to every good work and make them worthy to partake without condemnation of these, Your most pure and life-giving Mysteries, for the forgiveness of sins and for the communion of the Holy Spirit.

ΙΕΡΕΥΣ

PRIEST

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace, compassion, and love for mankind of Your only begotten Son, with whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

THE HOLY COMMUNION

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your Kingdom, and come to sanctify us, You Who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΙΕΡΕΥΣ

PRIEST

Τα Ἅγια τοῖς Ἁγίοις.

The Holy Gifts for the holy people of God.

ΧΟΡΟΣ

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen. [GOA]

ΛΑΟΣ

PEOPLE

ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ

PRAYERS OF HOLY COMMUNION

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, Who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy upon me, and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure Mysteries for the remission of sins and for eternal life. Amen.

Ἰδού, βαδίζω πρὸς θείαν Κοινωνίαν· Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

Behold, I approach for Divine Communion. * O Maker, burn me not as I partake, * for You are fire consuming the unworthy. * But cleanse me from every stain.

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, [ὅταν ἔλθῃς] ἐν τῇ Βασιλείᾳ σου.

O Son of God, receive me today as a partaker of Your mystical supper. For I will not speak of the mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the thief, I confess to You: Remember me, Lord, in Your Kingdom.

Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε βλέπων· Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ Σῶμα, καὶ θεοῖ με, καὶ τρέφει· Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Tremble, O man, as you behold the divine Blood. It is a burning coal that sears the unworthy. The Body of God both deifies and nourishes me: It deifies the spirit and wondrously nourishes the mind.

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

You have smitten me with yearning, O Christ, and by Your divine eros You have changed me. But burn up with spiritual fire my sins, and grant me to be filled with delight in You, so that, leaping for joy, I may magnify, O Good One, Your two comings.

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν μὲ ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.

How shall I, who am unworthy, enter into the splendor of Your saints? If I should dare to enter into the bridal chamber, my vesture will condemn me, since it is not a wedding garment; and being bound up, I shall be cast out by the angels. Cleanse, O Lord, the filth of my soul, and save me, as You are the one Who loves mankind.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Master Who loves mankind, Lord Jesus Christ, my God, let not these Holy Gifts be to my judgment because I am unworthy, but rather for the purification and sanctification of both soul and body and the pledge of the life and Kingdom to come. It is good for me to cleave unto God and to place in Him the hope of my salvation.

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, [ὅταν ἔλθῃς] ἐν τῇ Βασιλείᾳ σου.

O Son of God, receive me today as a partaker of Your mystical supper. For I will not speak of the mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the thief, I confess to You: Remember me, Lord, in Your Kingdom.

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν. Ψαλμὸς 148.

Communion Hymn. Psalm 148.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Praise the Lord from the heavens, praise Him in the highest. Alleluia. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

With the fear of God, faith, and love, draw near.

Καὶ γίνεται ἡ μετάληψις τοῦ Λαοῦ. Λαμβάνει ὁ Ἱερεὺς ἀπὸ τῶν τοῦ Διακόνου χειρῶν τὸ ἅγιον Ποτήριον καὶ μεταδίδωσιν αὐτοῖς λέγων·

And the people receive Holy Communion. The Priest receives the holy Chalice from the hands of the Deacon and begins communing the people, saying to each one:

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ (Ὄνομα) Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον. Ἀμήν.

The servant of God (Name) partakes of the Body and Blood of Christ for the remission of sins and life eternal.

ΧΟΡΟΣ

CHOIR

Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.

Hymns During Holy Communion

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Save, O God, Your people, and bless Your inheritance.

ΧΟΡΟΣ

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

(χαμηλοφώνως)

(in a low voice)

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Wash away, Lord, by Your Holy Blood, the sins of Your servants here remembered through the intercessions of the Theotokos and all Your saints. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὕψωσον, Δέσποτα.

Exalt, Master.

ΙΕΡΕΥΣ

PRIEST

Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Be exalted, O God, above the heavens, and let Your glory be over all the earth.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Blessed is our God.

ΙΕΡΕΥΣ

PRIEST

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Let our mouths be filled with Your praise, O Lord, that we may sing of Your glory, because You have made us worthy to partake of Your Holy Mysteries. Keep us in Your sanctification, that all day long we may meditate upon Your righteousness. Alleluia. Alleluia. Alleluia. [GOA]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ἤ·

or:

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having prayed for a perfect, holy, peaceful, and sinless day, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ

THE THANKSGIVING PRAYER

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ' εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.

We thank You, Lord, our God, for the communion of Your holy, most pure, immortal, and heavenly Mysteries which You have granted us for the benefit, sanctification, and healing of our souls and bodies. Grant, Master of all, that the communion of the holy Body and Blood of Your Christ may become for us faith unashamed, love unfeigned, fulness of wisdom, healing of soul and body, repelling of every hostile adversary, observance of Your commandments, and an acceptable defense at the dread judgment seat of Your Christ.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our sanctification, and to You we give glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐν εἰρήνῃ προέλθωμεν.

Let us go forth in peace.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

THE PRAYER BEHIND THE AMBON

Ὁ θυσίαν αἰνέσεως καὶ λατρείαν εὐάρεστον, τὴν λογικὴν ταύτὴν καὶ ἀναίμακτον θυσίαν προσδεχόμενος παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ, Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴ δεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι' ἡμᾶς ἑκών, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲ ἐσθίοντας ἁγιάζων, ὁ εἰς ἀνάμνησιν τοῦ ἑκουσίου Πάθους σου, καὶ τῆς ζωοποιοῦ τριημέρου Ἐγέρσεώς σου, κοινωνοὺς ἡμᾶς ἀναδείξας τῶν ἀῤῥήτων καὶ ἀναδείξας τῶν ἀῤῥήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου Μυστηρίων, τοῦ ἁγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος, τήρησον ἡμᾶς τοὺς δούλους σου, τοὺς διακόνους, τοὺς ἄρχοντας ἡμῶν, τὸν στρατόν, καὶ τὸν περιεστῶτα λαόν, ἐν τῷ σῷ ἁγιασμῷ. Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶ καιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸς τὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστά σοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι ζῶντας καὶ νεκρούς, Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάῤῥυσαι, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσης κυβέρνησον, καὶ τὰς προαναπαυσαμένας ψυχὰς ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶ πάντων τῶν δεομένων τῆς σῆς βοηθείας ἐπάκουσον, ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ, our God, accept from those who call upon You with all their heart this spiritual sacrifice without the shedding of blood as a sacrifice of praise and true worship. You are the Lamb and Son of God who bears the sins of the world; the blameless calf who does not accept the yoke of sin and who freely sacrificed Yourself for us. You are broken but not divided. You are consumed but never spent. You sanctify those who partake of you. In remembrance of Your voluntary passion and life-giving resurrection on the third day, You have made us partakers of Your ineffable and heavenly and awesome mysteries of Your holy Body and precious Blood. Preserve us, Your servants, those who minister, our leaders, the armed forces, and the people present here, in Your holiness. Grant that we may meditate upon Your righteousness at all times and in every season. Guide us and our actions so that we may do what is pleasing to You, and may You find us worthy to stand at Your right hand when You return to judge the living and the dead. Deliver our brothers and sisters who are in captivity, visit those who are sick, protect those who are in danger at sea, and give rest to the souls of all those who have fallen asleep in the hope of the eternal life where the light of Your face shines. Hear the petitions of all those who beseech You for Your help. For You are the giver of all good things, and to You we give glory, together with Your eternal Father and Your all holy, good, and life giving Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γʹ)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3) [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἤνυσται καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον·ἔσχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην, εἴδομεν τῆς Ἀναστάσεώς σου τὸν τύπον, ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς, ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς, ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον, χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

The mystery of Your dispensation, O Christ our God, has been accomplished and perfected as far as it is in our power. We have had the memorial of Your death. We have seen the typos of Your resurrection. We have been filled with Your unending life. We have enjoyed Your inexhaustible delight which in the world to come be well pleased to give to us all, through the grace of Your holy and good and life-giving Spirit, now and forever and to the ages of ages.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for mankind, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἐν σπηλαίῳ γεννηθείς, καὶ ἐν φάτνῃ ἀνακλιθείς, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who was born in a cave and lay in a manger for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

ΧΟΡΟΣ

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

Lord, protect for many years the one who blesses and sanctifies us. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)