Βιβλία - Πηγαί

Books - Sources

Ὀκτώηχος - Ἦχος δʹ.

Octoechos - Mode 4.

Τῷ Σαββάτῳ Ἑσπέρας

On Saturday Evening

Συμπλήρωμα Μηναίου - Τῌ ΙΒʹ ΙΟΥΛΙΟΥ

Menaion Supplement - July 12

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου

Memory of our Devout Father Paisios of the Holy Mountain Athos

__________

__________

   

   

ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γὴν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἠγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοίς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτή. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χείρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man's heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

Δείξε εὐχάς.

Show Prayers

Ἀπαγγελλομένου ἐπίσης τοῦ Προοιμιακοῦ, ὁ Ιερεὺς ἵσταται ἀσκεπὴς ἐνώπιον τῆς ἁγίας Τραπέζης ἢ καὶ ἐνώπιον τῆς εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, ἱστάμενος ἐπὶ τοῦ Σολέα (ὡς ἐν τῷ Ὄρθρῳ), καὶ ἀναγινώσκει μυστικῶς τὰς Εὐχὰς τοῦ Λιχνικοῦ·

While the Opening Psalm is being read the Priest, bareheaded and standing in front of the Holy Table, says quietly the following Prayers at the Lighting of the Lamps.

ΙΕΡΕΥΣ (μυστικῶς)

PRIEST (inaudibly)

ΕΥΧΗ ΠΡΩΤΗ

1st Prayer

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.

O Lord, compassionate and merciful, long-suffering and full of mercy, listen to our prayer and attend to the voice of our supplication. Make for us a sign for good. Guide us in your way, to walk in your truth. Make glad our hearts to fear your holy Name, because you are great and do wondrous things. You alone are God, and there is none like you, O Lord, among gods: powerful in mercy and loving in strength to help and to console and to save all who hope in your holy Name. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΔΕΥΤΕΡΑ

2nd Prayer

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

Lord, do not rebuke us in your anger, nor chastise us in your wrath, but deal with us in accordance with your kindness, physician and healer of our souls. Guide us to the harbour of your will. Enlighten the eyes of our hearts to the knowledge of your truth and grant that the rest of the present day and the whole time of our life may be peaceful and without sin, at the prayers of the holy Mother of God and of all the Saints. [EL]

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For yours is the might, and yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΡΙΤΗ

3rd Prayer

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

Lord our God, remember us, sinners and your unprofitable servants, as we call upon your holy Name, and do not put us to shame from the expectation of your mercy, but graciously grant us, Lord, all the requests that are for salvation, and count us worthy to love and to fear you from our whole heart, and in all things to do your will. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΕΤΑΡΤΗ

4th Prayer

Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

O Lord, who are praised by the holy Powers with never silent hymns and unceasing songs of glory, fill our mouth with your praise to give majesty to your holy Name, and give us a part and an inheritance with all who fear you in truth and who keep your commandments, at the prayers of the holy Mother of God and of all your Saints. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΠΕΜΠΤΗ

5th Prayer

Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος.

Lord, Lord, who uphold the universe by your immaculate hand, who are long-suffering towards us all and who repent of evils, remember your acts of compassion and your mercy. Visit us in your loving kindness and grant that for the rest of the present day we may escape the manifold wiles of the evil one, and, by the grace of your All-holy Spirit, keep our life free from assault. [EL]

Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

By the mercy and love for mankind of your Only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΚΤΗ

6th Prayer

Ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν, διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθόν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

O God, great and wonderful, who order the universe with inexpressible loving-kindness and rich providence; who have granted us also the blessings of this world and brought us near to the promised Kingdom through the blessings that have been bestowed on us already; who have made us turn aside from every evil during that part of the present day which is now over, grant us also to complete what remains without blame in the presence of your holy glory, as we sing your praise, who alone are our God, good and the Lover of mankind. [EL]

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you are our God and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΒΔΟΜΗ

7th Prayer

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

Great and most high God, who alone possess immortality, who dwell in unapproachable light, who fashioned all creation with wisdom, who made the separation between the light and the darkness and who placed the sun to have authority over the day and the moon and the stars to have authority over the night, who have counted us sinners worthy even at this present hour to come into your presence with confession and thanksgiving and to offer you our evening hymn of glory; do you, O Lord who love mankind, direct our prayer like incense before you and accept it as a savour of sweet fragrance. Grant us that the present evening and the coming night may be peaceful, clothe us with weapons of light, deliver us from every night-time fear and from every deed that walks in darkness. And give us sleep, which you have bestowed on us for our rest in our weakness, freed from every fantasy of the devil. Yes, Master of all things, giver of blessings, may we also be filled with compunction on our beds and call to mind your Name in the night, and enlightened by meditation on your commandments may we rise with gladness of soul to give glory to your loving-kindness, as we bring to your compassion supplications and entreaties on behalf of our own sins and those of all your people. At the prayers of the holy Mother of God visit them with mercy. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

Πληρωθέντος τοῦ Προοιμιακοῦ Ψαλμοῦ, ὁ μὲν Ἱερεὺς παραμένει ἐν εὐλαβείᾳ ἐνώπιον τῆς ἁγίας Τραπέζης, ὁ δὲ Διάκονος ποιεῖ σχῆμα πρὸς τὸ Ἱερέα, καὶ ἐξελθὼν τοῦ ἱεροῦ Βήματος, διὰ τῆς βορείας πύλης, καὶ στὰς πρὸ τῆς Ὡραίας πύλης, καὶ βλέπων κατ' ἐνώπιον τῆς εἰκόνος τοῦ Χριστοῦ, λέγει τὴν Μεγάλην Συναπτήν, ἤτοι τὰ "Εἰρηνικά."

When the Opening Psalm is completed the Priest, in front of the Holy Table, or the Deacon in his usual place outside the Holy Doors, says the Litany of Peace.

Κρύψε εὐχάς.

Hide Prayers

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, καὶ ἀπὸ τοῦ ἀπειλοῦντος ἡμᾶς λοιμοῦ τοῦ κορονοϊοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and distress, and from the peril of the coronavirus against us, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν κατὰ τῆς νόσου τοῦ κορονοϊοῦ ἀγωνιζομένων, ἰατρῶν, νοσηλευτῶν καὶ ἐπιστημόνων, τοῦ Κυρίου δεηθῶμεν.

For our brethren, those who lead the fight against the coronavirus, the doctors, the medical workers and the scientists, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 1. Μεθ' ὃ ἡ μικρὰ Συναπτή.

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 1. It would be followed by the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, "You are my hope, my portion in the land of the living."

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δʹ.

Resurrectional Stichera. Mode 4.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Στιχηρὸν Αʹ.

Sticheron 1.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord. [SAAS]

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ever venerating your life giving cross, O Christ our Lord, we glorify your resurrection on the third day. By it you have restored corrupt human nature, O mighty One, and have reopened for us the upward path to heaven, for you only are a good and loving God. [HC]

Στιχηρὸν Βʹ.

Sticheron 2.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me. [SAAS]

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέῤῥηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Having willingly been nailed to the wood of the Cross, you abolished the penalty of disobedience committed through the tree, and by descending into Hades you [O mighty One, as God,] have broken the bonds of death. Therefore, we worship your resurrection from the dead, and, rejoicing, we cry: Almighty Lord, glory to you. [HC]

Στιχηρὸν Γʹ.

Sticheron 3.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice. [SAAS]

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

You shattered the gates of Hades, O Lord, and by your death you destroyed the dominion of death. You freed the human race from corruption, and granted the world life and incorruption, and your great mercy. [HC]

Στιχηρὸν Δʹ.

Sticheron 4.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication. [SAAS]

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Come, all you people, let us sing the praises of the Savior's resurrection on the third day by which we have been delivered from the unbreakable bonds of Hades. Having received incorruption and life, we cry out: You who were crucified, buried, and rose save us by your resurrection, O only loving God. [HC]

Τοῦ Ὁσίου.

For the Devout Man.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ. Ὢ τοῦ παραδόξου θαύματος.

Mode 1. Marvel at the wondrous paradox.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Σήμερον φαιδρὰ πανήγυρις * τῇ σεπτῇ σου μνήμῃ, ὅσιε Παΐσιε, * καὶ χαίρει Καππαδοκία ἡ γεννήσασα * Πατέρων τῶν παλαιῶν * σὲ μιμητὴν θαυμαστὸν καὶ ἐφάμιλλον· * τὸ Ὄρος Ἄθω σκιρτᾷ * τῇ ἰσαγγέλῳ ζωῇ σου θαμβούμενον· * καὶ ἡ οἰκουμένῃ πᾶσα * ἱκετεύει κράζουσα· * Εὐσυμπάθητε Πάτερ, * ταῖς εὐχαῖς σου πάντας στήριξον.

Bright and joyous is the feast today * of your solemn mem'ry, O devout Paisios. * Rejoicing is Cappadocia, which gave birth to you, * who imitated the lives * of holy Fathers of old and thus became their peer. * Mount Athos now leaps for joy * in admiration and awe at your angelic life. * Also the entire world * cries aloud in earnest prayer: "O compassionate Father, * by your intercessions strengthen us all." [SD]

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Ὢ τοῦ παραδόξου θυάματος * πῶς ἐν σώματι ὤν, ἤκουσας, μακάριε, * Ἀγγέλων δοξολογούντων τὸν Θεὸν ἡμῶν; * αἱ χεῖρές σου πῶς τροφὴν * ὡς δῶρον τῆς Θεοτόκου ἐδέξαντο; * ἀλλὰ καὶ πῶς εὐλαβῶς * τῇ Πανευφήμῳ ὡμίλησας Μάρτυρι; * πλέον ὅμως τούτων πάντων * πῶς τὸν ὅλων Κύριον * ὑπερλάμποντα κάλλει * ἐθεάσω, θεοδόξαστε;

What a paradoxical miracle! * How did you, O Father, being in the body hear * the sound of the Angels as they glorified our God? * And how was it when your hands * accepted food as a gift from the Mother of God? * And also how was it when * with Euphemia the Martyr you rev'rently conversed? * More than all of these, how was it * when you saw the Lord of all * brightly shining in beauty, * blessed Saint glorified by God? [SD]

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Τίς οὐκ ἐθαμβήθη, Ὅσιε, * καθορῶν σε ὅλον αἴγλῃ θείᾳ λάμποντα * τὴν ἔνδον σου μαρτυρούσῃ καθαρότητα; * καὶ τίς ὄντως τὴν καλὴν * οὐκ ἠλλοιώθη ἀλλοίωσιν βλέπων σε; * εὐθὺς γὰρ τὸ ἱλαρὸν * καὶ φωτοβόλον σου βλέμμα ἐδείκνυε * θησαυρὸν ἐνθέου πόθου, * βάθος ταπεινώσεως, * εὐλαβείας τὸν πλοῦτον * καὶ ἀγάπης σου τὸ πέλαγος.

Who was not amazed when seeing you * wholly shining brightly with the radiance of God, * devout Father, which evinced your inner purity? * And who did not undergo * the good conversion and change just by seeing you? * Indeed your radiant gaze * and cheerful look would immediately indicate * a treasure of godly longing, * and profound humility, * and a wealth of devotion, * and the ocean of your love for all. [SD]

Ἕτερα Στιχηρά.

Additional Stichera.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσι.

Mode 4. To a brave one.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Τὸ θερμὸν τῆς ἀγάπης σου * ἐξεχέετο, Ὅσιε, * ἐκ τῆς σῆς καρδίας εἰς κτίσιν ἅπασαν· * ὅθεν πατέρα οἱ ἄνθρωποι * σὲ εὕρισκον εὔσπλαγχνον, * στοργικὸν καὶ συμπαθῆ, * τὰ δὲ ζῷα ἀφόβως σοι, Πάτερ, ἤγγιζον, * ὥς ποτε τῷ Ἀδὰμ ἐν Παραδείσῳ, ἐντολὴν πρὶν παραβῆναι * τοῦ Πλάστου πάσης τῆς κτίσεως.

O devout St. Paisios, * as the warmth of your love poured out * from your purest heart, it embraced creation all. * Thus many people would find in you * a father, compassionate, * kind, affectionate, concerned; * even animals came to you, * Father, without fear, * as they did once to Adam there in Paradise before his disobedience * of the Creator's divine command. [SD]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Ψαλμικῶς εἰς τὰ πέρατα * ὁ σὸς φθόγγος διέδραμεν, * καὶ ἡ διδαχή σου, σοφὲ Παΐσιε, * οἷάπερ σάλπιγξ γλυκύλαλος * τὴν γῆν περιήχησεν, * ἐκδιδάσκουσα σαφῶς * ὅτι τρίβος σωτήριος ἡμῖν γίνεται * ἡ τελεία πρὸς Κύριον ἀγάπη, τὸ ζητεῖν τὸ τοῦ ἑτέρου * καὶ ἡ ὑψοῦσα ταπείνωσις.

Like the Psalmist said, to the ends * of the world have your words gone out, * and your teaching echoes throughout the earth, O Saint, * like a mellifluous trumpet's sound, * wise Father Paisios, * clearly teaching that the path * to salvation for us consists in the following: * perfect love for the Lord our God, and seeking the advantage of the other, * also uplifting humility. [SD]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Ἰατρεῖον ὁ τάφος σου * καὶ θερμὸν καταφύγιον * τοῖς πιστῶς προσπίπτουσι καὶ κραυγάζουσιν· * Εὔσπλαγχνε πάτερ Παΐσιε, * ὡς πάλαι ἐνίσχυσας * καὶ διέσωσας πολλούς, * οὕτω νῦν ἡμᾶς στήριξον, παραμύθησον, * δίδου ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, καὶ πρὸς ἔργα μετανοίας * ἡμῶν τὸν ζῆλον διέγειρον.

Now your grave is a clinic for * all who faithfully visit it, * and a warm asylum for those who cry to you: "O tender father Paisios, * of old you strengthened and saved * many people in the world; * now we pray you to strengthen us and to comfort us, * give us health for our souls and for our bodies, and incite us to be zealous * in our repentance and works of love." [SD]

Δόξα.

Glory.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἀνέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος ἑορτάζεται, ὁ θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν, ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν, καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὗν πανευλαβῶς βοήσωμεν αὐτῷ· Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους τῆς ἀλήκτου λαμπρότητος, ταῖς πρὸς Κύριον προεσβείαις σου.

A glowing feast has risen on us today, cheering our hearts and elevating our minds to heaven. For a heavenly man and earthly angel is celebrated, yes, godly-minded Paisios. He passed his life on earth and lived as a citizen of heaven. He was never anxious about earthly cares; rather he ever delighted in the Lord, and he walked in His light. By purely fasting he received the bread of Angels; by prayer unceasing he made his heart into heaven. This blessed man ascended divine ascents, and joined the Angels in singing the sacred doxology. So let us all most reverently shout to him, "O Paisios, peer of the angels, grant us to share in the endless splendor, by your intercession to the Lord." [SD]

Καὶ νῦν. Ἦχος δʹ.

Both now. Mode 4.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Τὸ αʹ Θεοτοκίον τοῦ Ἦχου.

The First Theotokion of the Mode.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

David the prophet, forefather of God through you, cried out in song concerning you to the One who has done magnificent things for you. The Queen stands at your right hand. For God, who gladly became man through you without a father, has proclaimed you mother and host of life, so that he might restore in us his image which was corrupted by passion. Having found the stray sheep caught in the mountains, he laid it on his shoulders and brought it to the Father. By his own free will he placed it among the heavenly hosts. Christ, who has great and abundant mercy, O Theotokos, will save the world. [HC]

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΕ ΕΙΣΟΔΟΥ

Prayer of the Entrance

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

At evening, at morning and at midday we praise, bless and give thanks, and we pray to you, Master of all things, Lord who love mankind: Direct our prayer before you like incense, and do not incline our hearts to words or thoughts of evil, but deliver us from all that hunt down our souls. For our eyes look to you, O Lord, our Lord, and we have hoped in you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ

CLERGY AND PEOPLE

Ἦχος βʹ.

Mode 2.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας Προκείμενον.

The evening Prokeimenon.

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty. [SAAS]

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Verse: The Lord clothed and girded Himself with power.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty.

Τὰ Ἀναγνώσματα

The Readings

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from the Wisdom of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

ΣΣολ Κεφ. γʹ 1-9

WSol 3:1-9

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man's view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from the Wisdom of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

ΣΣολ Κεφ. εʹ 15. Ϛʹ 3

WSol 5:15-6:3

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from the Wisdom of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

ΣΣολ 4:7-15

WSol 4:7-15

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Though a righteous man may die before his time, he shall be at rest. For old age is not honored for its length of existence, nor measured by its number of years; but discernment is gray hair for mankind, and a spotless life is the maturity of old age. There was once a man pleasing to God and loved by Him, and while living among sinners he was taken up. He was caught up lest evil change his understanding or deceit deceive his soul. For envy arising from lack of judgment obscures what is good, and a whirling of desire undermines an innocent heart. He was made perfect, for in a short time he fulfilled long years, for his soul was pleasing to the Lord; therefore, He took him early from the midst of evil. Yet peoples saw this but did not understand, nor take such a thing to heart, that the Lord's grace and mercy are with His elect and that He watches over His holy ones. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord almighty, God of our fathers, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the hierodeacons, the monastics, and all our brotherhood in Christ.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC]

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You, O God, are good and love mankind, and to You we offer glory, to the Father and to the Son and to the Holy Spirit, now and forever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who bowed the heavens and came down for the salvation of the human race, look upon your servants and upon your inheritance, for to you, the fearful Judge who love mankind, your servants have bowed their heads and inclined their necks, not waiting for any human help, but awaiting your mercy and looking for your salvation. Guard them at every moment, during both the present evening and the approaching night, from every foe, from every hostile operation of the devil and from vain thoughts and evil desires.

ΙΕΡΕΥΣ

PRIEST

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεἰ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the might of your kingdom be blessed and glorified, of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἡ Λιτὴ καὶ Ἀρτοκλασία.

Litany and Blessing of Loaves.

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελον Αʹ.

Idiomelon 1.

Ἦχος αʹ.

Mode 1.

Ὦ πάντων τῶν ἀσκητῶν ὁμόσκηνε, ὦ πάντων τῶν Ἁγίων συμμέτοχε, πατὴρ ἡμῶν Παΐσιε· σὺ καὶ προφήτου εἶχες ὀφθαλμόν, ὅτι τὰ μέλλοντα ὡς παρόντα ἑώρας· σὺ καὶ ἀποστόλου ἔργον ἐτέλεσας, ὅτι διάγων ἐν τῷ Ἄθῳ, τῶν ἀνθρώπων τὰ πλήθη ὡς μαγνήτης προσείλκυες, εἰς μετάνοιαν ὁδηγῶν καὶ σωτηρίαν· ἀλλὰ καὶ μάρτυρά σε ἔδειξεν ἡ βιοτή σου, ὅτι γενναίῳ φρονήματι, κόπους μακροὺς ἀσκήσεως καὶ πόνους ἀσθενείας, ἀγαλλόμενος διὰ Χριστὸν ὑπέμεινας· Ὃν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

O Paisios, our father, you dwell now with all the holy ascetics, and you are a partner with all the Saints. You had a prophet's eye, for you saw the future as the present. You also did the work of an apostle; for while living on Athos, like a magnet you attracted crowds of people, and you directed them to repentance and salvation. Your life showed you to be a martyr as well, for you bravely endured protracted labors of asceticism, and the pains of illness, with joy for the sake of Christ. Entreat Him now to save our souls. [SD]

Ἰδιόμελον Βʹ.

Idiomelon 2.

Ἦχος βʹ.

Mode 2.

Τῆς πανευφήμου Εὐφημίας τὴν μνήμην ἑορτάσας, πρὸς οὐρανίους ἀνέπτης μονάς, ὅσιε πάτερ Παΐσιε· ἔνθα σε ὐπεδέξαντο ἡ πανένδοξος Μάρτυς, ἣν πάλαι ὑπεδέξω ἐν τῇ πτωχῇ Καλύβῃ, καὶ ὁ ὅσιος Ἀρσένιος, οὗ τὸν βίον τὸν ἔνθεον ἀπὸ παιδὸς ἐμιμίθης καὶ τοῖς πᾶσιν ἐφανέρωσας. Ἀλλὰ καὶ νῦν, τριὰς Ἁγίων σεπτή, Ἀρσένιε θεοφόρε, Παΐσιε θεόφρον καὶ ἀθληφόρε Εὐφημία, τὰς δεήσεις ἡμῶν ὁμοῦ προσάγετε τῇ Παναγίᾳ Τριάδι, αἰτούμενοι ἡμῖν ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

O devout father Paisios, after you celebrated the memory of all-praised St. Euphemia, you were taken up to the heavenly mansions. There you were received by the all-glorious Martyr, whom you had received before in your modest cabin, and also by devout St. Arsenios, whose godly life you emulated from childhood and which you revealed to all. We entreat you now, O honored trinity of Saints, God-bearer Arsenios, godly-minded Paisios, and victorious Martyr Euphemia: offer our prayers together with yours to the All-holy Trinity, and ask that forgiveness of sins and great mercy be given to us. [SD]

Ἰδιόμελον Γʹ.

Idiomelon 3.

Ἦχος γʹ.

Mode 3.

Μακάριος εἶ, θεοφόρε Παΐσιε, ὅτι τὸν ὡραῖον κάλλει κατιδεῖν ἠξιώθης, Χριστὸν τὸν Θεόν, ὅλον φῶς, ὅλον γλυκασμόν, ὅλον ὡραιότητα ἄφραστον. Ὅθεν ἐξεστηκὼς ἐβόας λέγων· Πῶς τὴν λαμπράν σου ὄψιν, Φιλάνθρωπε, ἄνθρωποι ἐμπτῦσαι ἐτόλμησαν; πῶς δὲ ἐγὼ ὁ ἄθλιος ταύτης τῆς θέας ἠξιώθην, δι' ἣν πάντας τοὺς ἀγῶνας τῶν ἀπ' αἰῶνος ἀσκητῶν ἄξιον ἂν ἦν τινα ποιῆσαι; Νῦν δέ, παμμακάριστε Ὅσιε, ἀδιαλείπτως βλέπων τὸν Σωτῆρα Χριστὸν πρόσωπον πρὸς πρόσωπον, δυσώπει, δεόμεθα, ἐν ἡμέρᾳ κρίσωες ἀξιωθῆναι ἡμᾶς ἀκαταγνώστῳ συνειδότι θεάσασθαι Αὐτοῦ τὸ πρόσωπον.

Blessed are you, O God-bearer Paisios, for you were granted to behold the most handsome Christ God, all light, all sweetness, all inexpressible beauty. Therefore in ecstasy you cried out and said: "How did people dare to spit on your dazzling face, O Lover of humanity? And how was I, the wretch, granted to see it? It would take all the efforts of the ascetics of all time to make one worthy?" And now we entreat you, O all-blessed and devout Saint, as you unceasingly look at Christ the Savior face to face, implore Him that on Judgment Day we be counted worthy with a clear conscience to behold His face. [SD]

Ἰδιόμελον Δʹ.

Idiomelon 4.

Ἦχος δʹ.

Mode 4.

Τίς οὐκ ἐθαύμασε, Παΐσιε ὅσιε, τὸ διάπυρον τῆς σῆς ἀγάπης καὶ τὴν ἰσχὺν τῆς μεσιτείας σου πρὸς Κύριον; Ὄμματι εὐσπλάγχνῳ ἐώρας τοὺς πάσχοντας, καὶ ἀνίατα πάθη ἐθεραπεύοντο· ἐν τῇ θερμῇ σου ἀγκάλῃ δαιμονῶντας περιέσφιγγες, καὶ τὰ δαιμόνια φρίττοντα ἐφυγαδεύοντο· πυρίνῃ γλώσσῃ ἐλάλεις, καὶ αἱ καρδίαι ἠλλοιοῦντο τῇ θείᾳ ἐνεργείᾳ τῶν λόγων σου· καὶ νῦν ἄνωθεν ἡμᾶς προφθάνεις, σῴζων ἐκ κινδύνων, συμφορῶν καὶ θλίψεων. Διὸ εὐχαριστήριον αἶνον Θεῷ προσάγομεν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ δωρησάμενος ἡμῖν ἱατρὸν καὶ προστάτην καὶ πρέσβυν ἀκοίμητον.

Who would not marvel at the ardor of your love and the might of your mediation with the Lord, O devout Paisios! You but gazed at the suffering with a compassionate eye, and incurable aliments were cured. You clutched demoniacs in your warm embrace, and the frightened demons would be driven out. You spoke with your fiery tongue, and hearts were converted by the divine energy in your words. Even now, you reach us from on high, and you save us from dangers, accidents, and troubles. Therefore we offer praise and gratitude to God, and we say: "Blessed are You, O God, for You have given us a physician, a protector, and unsleeping intercessor." [SD]

Ἰδιόμελον Εʹ.

Idiomelon 5.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Τάδε λέγει Παΐσιος ὁ θεηγόρος, πρὸς τὸν νόμον τοῦ Σωτῆρος Χριστοῦ κατευθύνων ἡμᾶς· Μακάριοί ἐστε, ἐὰν ἀγάπην καὶ ταπείνωσιν κτήσησθε, ὅτι τοῦ Ἁγίου Πνεύματος οἰκητήριον γενήσεσθε. Μακάριοί ἐστε, ἐὰν ἑαυτοὺς ἀρνήσησθε καὶ τὸν πλησίον ἀναπαύσητε, ὅτι τῆς ὄντως ἀναπαύσεως ἀπολαύσετε. Χαίρετε καὶ ἀγαλλιᾶσθε οἱ τὰς θλίψεις καὶ ἀδικίας εὐχαρίστως ὑπομένοντες, ὅτι μιμηταὶ γεγόνατε Χριστοῦ, τοῦ ἑκουσίως ὑπὲρ ἡμῶν παθόντος. Οὕτω πολιτευόμενοι, γεύσεσθε ἐπὶ τῆς γῆς οὐρανίου εὐφροσύνης, καὶ ἐν οὐρανῷ τῆς αἰωνίου χαρᾶς ἀξιωθήσεσθε.

Thus says Paisios, inspired by God, as he directs us in the law of Christ the Savior: "Blessed are you, if you acquire love and humility, for you shall become the dwelling of the Holy Spirit. Blessed are you, if you deny yourselves and give rest to your neighbor, for you shall enjoy true rest. Rejoice and be exceedingly glad, you who endure affliction and injustice with gratitude, for you have become imitators of Christ, who suffered for us voluntarily. If you live this way, you will taste heavenly bliss even here on earth, and in heaven you will be counted worthy of eternal joy." [SD]

Δόξα.

Glory.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Δεῦτε, ἅπαντες πιστοί, εὐφρανθῶμεν ἐνθέως ἐν τῇ πανσέπτῳ μνήμῃ τοῦ θεοφόρου Παϊσίου, καὶ πνευματικῶς ἑορτάζοντες αὐτῷ βοήσωμεν· Χαίροις, ὁ ἀσιγήτως τὸν Θεὸν δοξολογήσας, θείῳ ἔρωτι τρωθείς· Χαίροις, ὁ δαπανήσας σεαυτὸν ὑπὲρ τοῦ πλησίον, τῇ φλογὶ τῆς ἀγάπης πυρποληθείς· Χαίροις, ὁ πάντας παραμυθήσας, πείθων καταφρονεῖν τῶν ματαίων, καὶ τῆς ψυχῆς τὸ ὄμμα ἔχειν πρὸς πατρίδα τὴν οὐράνιον, ἔνθα ἡ ὄντως χαρὰ καὶ παραμυθία· Χαίροις, ὁ τὴν οἰκουμένην στηρίζων ταῖς θείαις διδαχαῖς, καὶ ταῖς πρεσβείαις σου πρὸς Κύριον· Αὐτὸν μὴ παύσῃ ἱκετεύων, δεόμεθα, ὅσιε Παΐσιε, οἰκουμένης φωστὴρ φαεινότατε, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Come, all the faithful, and inspired by God let us be glad in the most solemn memory of Paisios the God-bearer. As we celebrate it spiritually, let us say to him: "Rejoice, for you were smitten with love for God, and thus you sang His glory incessantly! Rejoice, for you were consumed by the flame of love, and thus you spent yourself for the sake of your neighbor! Rejoice, for you comforted all, and you convinced them to despise vanity, and to keep the eye of their soul on the heavenly homeland, where they would find true joy and comfort! Rejoice, for you supported the whole world by your divine teachings, and by your intercessions with the Lord. Never cease to entreat Him, O devout Paisios, resplendent luminary of the universe, and pray to Him for world peace and for great mercy on our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ὁσίου καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Theotokos, you are the true vine that produced the fruit of life. Lady, we fervently entreat you to intercede along with the devout one and all the saints, that our souls be treated mercifully. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου, καὶ τῶν δούλων τοῦ Θεοῦ [...] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church, and the servants of God [names] who celebrate this holy feast.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of this holy church, this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasions, civil strife, and accidental death. That our good and loving God may be merciful, gracious and favorable to us by turning and keeping from us all wrath and sickness, and deliver us from His just rebuke, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Hear us, O God our Savior, the hope of all those who live everywhere on earth and those far out at sea or in the air. Be gracious toward our sins, Master, and have mercy on us.

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you are a merciful and loving God, and to you we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου, Κυρίλλου καὶ Ἰωάννου τοῦ Ἐλεήμονος Πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Τριμυθοῦντος καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν Ἁγίων.

Most merciful Master, Lord Jesus Christ our God, through the intercessions of our most pure Lady the Theotokos and ever-Virgin Mary, the power of the precious and life giving Cross, the protection of the honorable, bodiless Powers of heaven, the supplications of the honorable and glorious prophet, and forerunner John the Baptist, the holy, glorious, and praiseworthy Apostles, our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna, our devout and God-bearing father Paisios of the Holy Mountain Athos, whose memory we celebrate, and of all your Saints.

Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Accept our prayer; grant us forgiveness of our transgressions; protect us under the shelter of your wings; drive away from us every enemy and adversary; grant peace to our life; Lord have mercy on us and on your world; and save our souls as a good and loving God.

ΙΕΡΕΥΣ ἤ· ΧΟΡΟΣ

PRIEST or: CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ἡ Εὐλογία τῶν Ἄρτων.

Blessing of the Loaves.

Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τῇ πόλει ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Lord, Jesus Christ. our God, You blessed the five loaves in the wilderness and from them five thousand men were filled. Bless now these loaves, the wheat, the wine and oil and multiply them in this holy church, this city, in the homes of those who celebrate today, and in Your whole world. And sanctify Your faithful servants who partake of them.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory together with Your eternal Father and Your holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΚΛΗΡΟΣ

CLERGY

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (δίς)

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. (2) [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα Ἀναστάσιμα.

Resurrectional Aposticha.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Ascending upon the cross, O Lord, you abolished our ancestral curse; and descending into Hades, you set free those in eternal bonds. And you bestowed on humankind incorruption and life. We therefore praise and glorify your resurrection on the third day. [HC]

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Hanging upon the tree, O only mighty One, you shook all creation, and when you were laid in the tomb, you raised up those dwelling there and bestowed life and incorruption on our kind. Therefore, we praise and glorify your resurrection on the third day. [HC]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved. [SAAS]

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

The lawless people who gave you, O Christ, to Pilate condemned you to be crucified, and showed themselves thankless towards their benefactor. But you willingly suffered burial, and of your own will you arose as God on the third day, and bestowed on us everlasting life and great mercy. [HC]

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Verse: Holiness is proper to Your house, O Lord, unto length of days. [SAAS]

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου; Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

The women who sought you came in tears to your tomb, and when they found you not, they [wept and] lamented and [crying out] exclaimed: [Alas!] Our Savior and King of all, how is it that you have been stolen away? Where is your life giving body? But an angel then stood before them and replied: Do not weep, but go and proclaim the good tidings that the Lord is risen and grants us joy for he alone is compassionate. [HC]

Δόξα. Τοῦ Ὁσίου.

Glory. For the Devout Man.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, φησὶν ὁ Προφήτης· ὁ γὰρ Θεὸς ἡμῶν παρακλήσεως Θεὸς ὑπάρχει. Ὅθεν τῷ Θεῷ ὁμοιωθείς, θεοφόρε Παΐσιε, πηγὴ ἀναδέδειξαι παραμυθίας· ψυχὰς πεινώσας ἄρτῳ τῶν λόγων σου ἐξέθρεψας, διψῶντας τῷ καύσωνι τῶν θλίψεων ὕδωρ ἀναπαύσεως ἐπότισας, γυμνοὺς ἀρετῶν τῇ στολῇ ἐνέδυσας τῆς ἐναρέτου πολιτείας, ξένοις πατήρ, ἀδελφὸς καὶ μήτηρ γέγονας, νοσοῦντας δι' ἐντεύξεως ἐθεράπευσας, ἔτι δὲ καὶ νεκροὺς κατακρίτους ἐπεσκέψω, ὅσιε Πάτερ, ἀναψχὴν αὐτοῖς ταῖς εὐχαῖς σου χαρισάμενος. Καὶ νῦν, κληρονόμος γενόμενος τῆς Χριστοῦ βασιλείας, οὐ παύῃ εὐεργετῶν καὶ ἰώμενος τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Comfort, yes, comfort my people, says the Prophet; for our God is a God of comfort. So you imitated God, O God-bearing St. Paisios, and you became a well-spring of consolation. You fed hungry souls with the bread of your words. You gave the drink of rest to those who were thirsty in the heat of troubles. You clothed those who were naked of virtue with the garment of a virtuous life. To strangers you became father, brother and mother. You cured the sick by your supplications. You even visited dead convicts, and you gave them refreshment by your prayers, O devout Father. And now that you have become an heir of the rule and kingdom of Christ, you do not cease doing good and curing the illnesses of our souls and bodies. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

O Virgin who did not know man and yet ineffably conceived God in the flesh, Mother of the Most High God, accept entreaties from your supplicants, All-blameless one. To all you grant purification of their offenses. We pray you now accept our supplications, and entreat Him, to save us all. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ὠδὴν τοῦ Θεοδόχου Συμεών.

Song of Simeon.

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ἦχος δʹ.

Mode 4.

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

When the women Disciples of the Lord had learned from the Angel the joyful message of the Resurrection and rejected the ancestral decision, they cried aloud to the Apostles triumphantly: Death has been despoiled, Christ God has risen, granting His great mercy to the world. [SD]

Δόξα. Τοῦ Ὁσίου.

Glory. For the Devout Man.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. Let us worship the Word.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος, * ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ * καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, * λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· * καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

Once the fire of love for the Lord was lit in you, * through ascetical rigor you gave yourself to God. * O God-bearing St. Paisios, for many you became * consolation, giving counsel with God-inspired words, * and by your prayers working wonders. * And now, devout one, you intercede for the whole world unceasingly. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. Let us worship the Word.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

O impassable gateway of God the Lord, rejoice. * Wall and shelter of those who in you take refuge, rejoice. * Stormless haven, rejoice, O Maid who knew not man * and yet physically gave birth to your Creator and God. * Never cease interceding * on behalf of those extolling and worshiping the Son you bore. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for mankind, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Εἰ βούλει, τὸ ἑξῆς·

Optional:

ΙΕΡΕΥΣ

PRIEST

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Most-holy Theotokos, save us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ God, our hope. Glory to You.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ) Εὐλόγησον.

Lord, have mercy. (3) Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He Who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, our devout and God-bearing father Paisios of the Holy Mountain Athos, whose memory we celebrate, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)