2020

2020

Τῷ Σαββάτῳ | Τῌ ΙΑʹ ΙΟΥΛΙΟΥ

On Saturday | July 11

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΣΑΒΒΑΤΟΝ Εʹ ΕΒΔΟΜΑΔΟΣ

SATURDAY OF THE FIFTH WEEK

Ρω 8:14-21

Rom. 8:14-21

Ἀδελφοί, ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα· ἐπ᾿ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Brethren, all who are led by the Spirit of God are sons of God. For you did not receive the spirit of slavery to fall back into fear, but you have received the spirit of sonship. When we cry, "Abba! Father!" it is the Spirit himself bearing witness with our spirit that we are children of God, and if children, then heirs, heirs of God and fellow heirs with Christ, provided we suffer with him in order that we may also be glorified with him. I consider that the sufferings of this present time are not worth comparing with the glory that is to be revealed to us. For the creation waits with eager longing for the revealing of the sons of God; for the creation was subjected to futility, not of its own will but by the will of him who subjected it in hope; because the creation itself will be set free from its bondage to decay and obtain the glorious liberty of the children of God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Εʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΜΑΤΘΑΙΟΥ

Saturday of the Fifth Week of Matthew

Ματ θʹ 9 - 13

Mt. 9:9-13

Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.

At that time, as Jesus passed on from there, he saw a man called Matthew sitting at the tax office; and he said to him, "Follow me." And he rose and followed him. And as he sat at table in the house, behold, many tax collectors and sinners came and sat down with Jesus and his disciples. And when the Pharisees saw this, they said to his disciples, "Why does your teacher eat with tax collectors and sinners?" But when he heard it, he said, "Those who are well have no need of a physician, but those who are sick. Go and learn what this means, 'I desire mercy, and not sacrifice.' For I came not to call the righteous, but sinners [to repentance]." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἁγίας.

For the Holy Woman.

2Κορ 6:1-10

2 Cor. 6:1-10

Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Brethren, working together with him, then, we entreat you not to accept the grace of God in vain. For he says, "At the acceptable time I have listened to you, and helped you on the day of salvation." Behold, now is the acceptable time; behold, now is the day of salvation. We put no obstacle in any one's way, so that no fault may be found with our ministry, but as servants of God we commend ourselves in every way: through great endurance, in afflictions, hardships, calamities, beatings, imprisonments, tumults, labors, watching, hunger; by purity, knowledge, forbearance, kindness, the Holy Spirit, genuine love, truthful speech, and the power of God; with the weapons of righteousness for the right hand and for the left; in honor and dishonor, in ill repute and good repute. We are treated as impostors, and yet are true; as unknown, and yet well known; as dying, and behold we live; as punished, and yet not killed; as sorrowful, yet always rejoicing; as poor, yet making many rich; as having nothing, and yet possessing everything. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἁγίας.

For the Holy Woman.

Λου ζʹ 36 - 50

Lk. 7:36-50

Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν ἵνα φάγῃ μετ' αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησί· Διδάσκαλε, εἰπέ. δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον ἀγαπήσει αὐτόν; ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

At that time, one of the Pharisees asked him to eat with him, and he went into the Pharisee's house, and took his place at table. And behold, a woman of the city, who was a sinner, when she learned that he was at table in the Pharisee's house, brought an alabaster flask of ointment, and standing behind him at his feet, weeping, she began to wet his feet with her tears, and wiped them with the hair of her head, and kissed his feet, and anointed them with the ointment. Now when the Pharisee who had invited him saw it, he said to himself, "If this man were a prophet, he would have known who and what sort of woman this is who is touching him, for she is a sinner." And Jesus answering said to him, "Simon, I have something to say to you." And he answered, "What is it, Teacher?" "A certain creditor had two debtors; one owed five hundred denarii, and the other fifty. When they could not pay, he forgave them both. Now which of them will love him more?" Simon answered, "The one, I suppose, to whom he forgave more." And he said to him, "You have judged rightly." Then turning toward the woman he said to Simon, "Do you see this woman? I entered your house, you gave me no water for my feet, but she has wet my feet with her tears and wiped them with her hair. You gave me no kiss, but from the time I came in she has not ceased to kiss my feet. You did not anoint my head with oil, but she has anointed my feet with ointment. Therefore I tell you, her sins, which are many, are forgiven, for she loved much; but he who is forgiven little, loves little." And he said to her, "Your sins are forgiven." Then those who were at table with him began to say among themselves, "Who is this, who even forgives sins?" And he said to the woman, "Your faith has saved you; go in peace." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.

On July 11, we commemorate the Holy Great Martyr and all-famed Euphemia.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου.

On this day we also commemorate the holy Martyr Cindeus the Presbyter.

Ὁ Ὅσιος Λέων, ὁ ἐν τῇ Μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται.

The devout Leo of the Sheepfold, reposed in peace.

Οἱ Ἅγιοι Μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς, ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθείς, τελειοῦνται.

The holy Martyrs Marcian and Martyrocles died by the sword and by arrows respectively.

Ὁ Ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς Μονῆς ἀσκήσας καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας, ἐν εἰρήνῃ τελειοῦται.

The devout Nicodemus, who lived in asceticism near the holy Monastery of Vatopedi (on Mt. Athos), and who was the teacher of St. Gregory Palamas in Christian philosophy, reposed in peace.

Ο Ἅγος Νέος Ὁσιομάρτυς Νικόδημος, ὁ ἐν Ἐλβασανίῳ τῆς Ἀλβανίας μαρτυρήσας ἐν ἐτει ͵αψκβʹ (1722), ξίφει τελειοῦται.

The New Monastic Martyr Nicodemus, who witnessed in Elesvan, Albania in the year 1722, died by the sword.

Ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νεκτάριος, ὁ ἐκ Βρυούλλων, ὁ μαρτυρήσας ἐν ἔτει ͵αωκʹ (1820), ξίφει τελειοῦται.

The holy New Monastic Martyr Nektarios, who was from Vryoulla, and who witnessed in 1820, died by the sword.

Μνήμη τῆς Ἁγίας ἱσαποστόλου βασιλίσσσης Ὄλγας.

We also commemorate St. Olga, the Great Princess and Equal to the Apostles.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.