Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Λειτουργία Ἁγίου Χρυσοστόμου

Liturgy of St. John Chrysostom

Πεντηκοστάριον

Pentecostarion

Δευτέρα τῆς Δʹ Ἑβδομάδος

Monday of the Fourth Week

Μηναῖον - Τῌ ΙΑʹ ΜΑΪΟΥ

Menaion - May 11

Ἀνάμνησις τῶν γενεθλίων, ἤτοι τῶν ἐγκαινίων, τῆς Κωνσταντινουπόλεως· καὶ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου

Commemoration of the Birthday, i.e. the Dedication, of Constantinople; and Memory of the Holy Hieromartyr Mokios

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: The Divine Liturgy of St. John Chrysostom (© 2016), used with permission from the Greek Orthodox Archdiocese of America. This text was produced by the Greek Orthodox Archdiocese of America and approved by the Ecumenical Patriarchate.

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 65.

Antiphon I. Mode 2. Psalm 65.

Στίχ. αʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Verse 1: Shout to God, all the earth. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. βʹ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Verse 2: Sing now to His name; give glory to His praise. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. γʹ. Εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.

Verse 3: Say to God, "How fearful are Your works. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. δʹ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.

Verse 4: Let all the earth worship You and sing to You. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 66.

Antiphon II. Mode 2. Psalm 66.

Στίχ. αʹ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.

Verse 1: May God be gracious to us, and bless us. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. βʹ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Verse 2: May He cause His face to shine upon us, and have mercy on us. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. γʹ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Verse 3: That we may know His way on the earth, Your salvation among all the Gentiles. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. δʹ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Verse 4: Let the peoples give thanks to You, O God; let all the peoples praise You. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA]

   

   

Ἀντίφωνον Γʹ. Ἦχος πλ. αʹ. Ψαλμὸς 67.

Antiphon III. Mode pl. 1. Psalm 67.

Στίχ. αʹ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Verse 1: Let God arise, and let His enemies be scattered, and let those who hate Him flee from before His face. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. βʹ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Verse 2: As smoke vanishes, so let them vanish, as wax melts before the fire. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. γʹ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Verse 3: So shall the sinners perish from the face of God. And let the righteous be glad. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. δʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Verse 4: This is the day the Lord made; let us greatly rejoice and be glad therein. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Bless God in the churches, the Lord from the fountains of Israel. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ἦχος γʹ.

Mode 3.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Let the heavens sing for joy, and let everything on earth be glad. For with His Arm the Lord has worked power. He trampled death under foot by means of death; and He became the firstborn from the dead. From the maw of Hades He delivered us; and He granted the world His great mercy. [SD]

Τῶν Γενεθλίων.

For the City's Birthday.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Τῆς Θεοτόκου ἡ Πόλις, τῇ Θεοτόκῳ προσφόρως, τὴν ἑαυτῆς ἀνατίθεται σύστασιν· ἐν αὐτῇ γὰρ ἐστήρικται διαμένειν, καὶ δι' αὐτῆς περισῴζεται καὶ κραταιοῦται, βοῶσα πρὸς αὐτήν· Χαῖρε ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

The City of the Theotokos duly attributes its founding to the Theotokos. For in her it stands for the duration, and through her it is preserved and prevails, as it salutes her and proclaims, "Rejoice! You are the hope of all the ends of the earth!" [SD]

Τοῦ Ναοῦ.

Apolytikion of the Parish Church

(Τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.)

(The text of the Apolytikion of the local church goes here.)

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον τοῦ Πάσχα.

Kontakion of Pascha.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Though You went down into the tomb, O Immortal One, yet You brought down the dominion of Hades; and You rose as the victor, O Christ our God; and You called out "Rejoice" to the Myrrh-bearing women, and gave peace to Your Apostles, O Lord who to the fallen grant resurrection. [SD]

   

   

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

ΔΕΥΤΕΡΑ ΤΗΣ Δʹ ΕΒΔΟΜΑΔΟΣ

MONDAY OF THE FOURTH WEEK

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103.

Prokeimenon. Mode 4. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

He makes His angels spirits and His ministers a flame of fire. [SAAS]

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS]

Πρ 10:1-16

Acts 10:1-16

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀνήρ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης 'Ιταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Καὶ νῦν πέμψον εἰς 'Ιόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν 'Ιόππην. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ' αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· άναστάς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

In those days, at Caesarea there was a man named Cornelius, a centurion of what was known as the Italian Cohort, a devout man who feared God with all his household, gave alms liberally to the people, and prayed constantly to God. About the ninth hour of the day he saw clearly in a vision an angel of God coming in and saying to him, "Cornelius." And he stared at him in terror, and said, "What is it, Lord?" And he said to him, "Your prayers and your alms have ascended as a memorial before God. And now send men to Joppa, and bring one Simon who is called Peter; he is lodging with Simon, a tanner, whose house is by the seaside." When the angel who spoke to him had departed, he called two of his servants and a devout soldier from among those that waited on him, and having related everything to them, he sent them to Joppa. The next day, as they were on their journey and coming near the city, Peter went up on the housetop to pray, about the sixth hour. And he became hungry and desired something to eat; but while they were preparing it, he fell into a trance and saw the heaven opened, and something descending, like a great sheet, let down by four corners upon the earth. In it were all kinds of animals and reptiles and birds of the air. And there came a voice to him, "Rise, Peter; kill and eat." But Peter said, "No, Lord; for I have never eaten anything that is common or unclean." And the voice came to him again a second time, "What God has cleansed, you must not call common." This happened three times, and the thing was taken up at once to heaven. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148.

Alleluia. Mode 2. Psalm 148.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Δʹ ΕΒΔΟΜΑΔΟΣ

Fourth Monday after Pascha

Ιωα Ϛʹ 56 - 69

Jn. 6:56-69

Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· Σκληρός ἐστιν ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

The Lord said to the Jews who had believed in him, "He who eats my flesh and drinks my blood abides in me, and I in him. As the living Father sent me, and I live because of the Father, so he who eats me will live because of me. This is the bread which came down from heaven, not such as the fathers ate and died; he who eats this bread will live forever." This he said in the synagogue, as he taught at Capernaum. Many of his disciples, when they heard it, said, "This is a hard saying; who can listen to it?" But Jesus, knowing in himself that his disciples murmured at it, said to them, "Do you take offense at this? Then what if you were to see the Son of man ascending where he was before? It is the spirit that gives life, the flesh is of no avail; the words that I have spoken to you are spirit and life. But there are some of you that do not believe." For Jesus knew from the first who those were that did not believe, and who it was that would betray him. And he said, "This is why I told you that no one can come to me unless it is granted him by the Father." After this many of his disciples drew back and no longer went about with him. Jesus said to the twelve, "Do you also wish to go away?" Simon Peter answered him, "Lord, to whom shall we go? You have the words of eternal life; and we have believed, and have come to know, that you are Christ, the Son of the living God." [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. [GOA]

   

   

Κοινωνικόν. Ψαλμὸς 103.

Communion Hymn. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.

He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

   

   

ΑΠΟΛΥΣΙΣ

THE DISMISSAL

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.