2020

2020

Τῇ Τρίτῃ | Τῌ Βʹ ΙΟΥΝΙΟΥ

On Tuesday | June 2

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΤΡΙΤΗ Ζʹ ΕΒΔΟΜΑΔΟΣ

TUESDAY OF THE SEVENTH WEEK

Πρ 21:26-32

Acts 21:26-32

Ἐν ταῖς ἡμέραις ἐκείναις, ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. ῾Ως δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς 'Ασίας 'Ιουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἀπ' αὐτὸν κράζοντες· Ἄνδρες 'Ισραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ ῞Ελληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν 'Εφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται ῾Ιερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ' αὐτούς. Οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

In those days, Paul took the men, and the next day he purified himself with them and went into the temple, to give notice when the days of purification would be fulfilled and the offering presented for every one of them. When the seven days were almost completed, the Jews from Asia, who had seen him in the temple, stirred up all the crowd, and laid hands on him, crying out, "Men of Israel, help! This is the man who is teaching men everywhere against the people and the law and this place; moreover he also brought Greeks into the temple, and he has defiled this holy place." For they had previously seen Trophimos the Ephesian with him in the city, and they supposed that Paul had brought him into the temple. Then all the city was aroused, and the people ran together; they seized Paul and dragged him out of the temple, and at once the gates were shut. And as they were trying to kill him, word came to the tribune of the cohort that all Jerusalem was in confusion. He at once took soldiers and centurions, and ran down to them; and when they saw the tribune and the soldiers, they stopped beating Paul. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΤΡΙΤῌ ΤΗΣ Ζʹ ΕΒΔΟΜΑΔΟΣ

Seventh Tuesday after Pascha

Ιωα ιστʹ 2 - 12

Jn. 16:2-13

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ' ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις! ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκε ὑμῶν τὴν καρδίαν. ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.

The Lord said to his disciples, "The hour is coming when whoever kills you will think he is offering service to God. And they will do this because they have not known the Father, nor me. But I have said these things to you, that when their hour comes you may remember that I told you of them. I did not say these things to you from the beginning, because I was with you. But now I am going to him who sent me; yet none of you asks me, 'Where are you going?' But because I have said these things to you, sorrow has filled your hearts. Nevertheless I tell you the truth: it is to your advantage that I go away, for if I do not go away, the Counselor will not come to you; but if I go, I will send him to you. And when he comes, he will convince the world concerning sin and righteousness and judgment: concerning sin, because they do not believe in me; concerning righteousness, because I go to the Father, and you will see me no more; concerning judgment, because the ruler of this world is judged. I have yet many things to say to you, but you cannot bear them now. When the Spirit of truth comes, he will guide you into all the truth." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Εβρ 8:1-6

Heb. 8:1-6

Ἀδελφοί, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος· πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδʼ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Brethren, we have such a high priest, one who is seated at the right hand of the throne of the Majesty in heaven, a minister in the sanctuary and the true tent which is set up not by man but by the Lord. For every high priest is appointed to offer gifts and sacrifices; hence it is necessary for this priest also to have something to offer. Now if he were on earth, he would not be a priest at all, since there are priests who offer gifts according to the law. They serve a copy and shadow of the heavenly sanctuary; for when Moses was about to erect the tent, he was instructed by God, saying, "See that you make everything according to the pattern which was shown you on the mountain." But as it is, Christ has obtained a ministry which is as much more excellent than the old as the covenant he mediates is better, since it is enacted on better promises. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἁγίου.

For the Saint.

Λου 12:8-12

Lk. 12:8-12

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

The Lord said to His disciples, "Every one who acknowledges me before men, the Son of Man also will acknowledge before the angels of God; but he who denies me before men will be denied before the angels of God. And every one who speaks a word against the Son of Man will be forgiven; but he who blasphemes against the Holy Spirit will not be forgiven. And when they bring you before the synagogues and the rulers and the authorities, do not be anxious how or what you are to answer or what you are to say; for the Holy Spirit will teach you in that very hour what you ought to say." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Βʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολγητοῦ.

On June 2 we commemorate our Father among the Saints Nikiphoros the Confessor, Archbishop of Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, ἐν λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης, τελειοῦνται.

On this day the holy thirty-eight Martyrs, died by being placed in a bath-house with the door sealed.

Ἡ Ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὑτῆς τέκνων ξίφει τελειοῦνται.

On this day a holy Mother and her three children died by the sword.

Ὁ Ὅσιος Ἱερομάρτυρος Ἔρασμος, ὁ ἐν τῇ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.

The monastic Hieromartyr Erasmus reposed in peace in the town of Hermelia in Ohrid.

Αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.

The twenty thousand that believed in Christ because of Saint Erasmus died by the sword.

Ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης, ὁ ἐν Ἀσπροκάστρῳ μαρτυρήσας ἐν ἔτει 1492, ξίφει τελειοῦται.

The Holy New-Martyr John, who witnessed in Asprokastro in the year 1492 died by the sword.

Ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει 1657, μαχαίρᾳ τελειοῦται.

The Holy New-Martyr Demetrios who witnessed in Philadelphia in the year 1657 died by the knife.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.