2020

2020

Τῇ Κυριακῇ | Τῌ Ιʹ ΜΑΪΟΥ

On Sunday | May 10

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΚΥΡΙΑΚΗ ΤΕΤΑΡΤΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

FOURTH SUNDAY, SUNDAY OF THE PARALYTIC

Πρ 9:32-42

Acts 9:32-42

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 'Εν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν Κύριον.

In those days, as Peter went here and there among them all, he came down also to the saints that lived at Lydda. There he found a man named Aeneas, who had been bedridden for eight years and was paralyzed. And Peter said to him, "Aeneas, Jesus Christ heals you; rise and make your bed." And immediately he rose. And all the residents of Lydda and Sharon saw him, and they turned to the Lord. Now there was at Joppa a disciple named Tabitha, which means Dorcas. She was full of good works and acts of charity. In those days she fell sick and died; and when they had washed her, they laid her in an upper room. Since Lydda was near Joppa, the disciples, hearing that Peter was there, sent two men to him entreating him, "Please come to us without delay." So Peter rose and went with them. And when he had come, they took him to the upper room. All the widows stood beside him weeping, and showing tunics and other garments which Dorcas made while she was with them. But Peter put them all outside and knelt down and prayed; then turning to the body he said, "Tabitha, rise." And she opened her eyes, and when she saw Peter she sat up. And he gave her his hand and lifted her up. Then calling the saints and widows he presented her alive. And it became known throughout all Joppa, and many believed in the Lord. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

ΚΥΡΙΑΚῌ Δʹ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

Sunday of the Paralytic

Ιωα εʹ 1 - 15

Jn. 5:1-15

Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

At that time, Jesus went up to Jerusalem. Now there is in Jerusalem by the Sheep Gate a pool, in Hebrew called Bethesda which has five porticoes. In these lay a multitude of invalids, blind, lame, paralyzed, waiting for the moving of the water; for an angel of the Lord went down at certain seasons into the pool, and troubled the water; whoever stepped in first after the troubling of the water was healed of whatever disease he had. One man was there, who had been ill for thirty-eight years. When Jesus saw him and knew that he had been lying there a long time, he said to him, "Do you want to be healed?" The sick man answered him, "Sir, I have no man to put me into the pool when the water is troubled, and while I am going another steps down before me." Jesus said to him, "Rise, take up your pallet, and walk." And at once the man was healed, and he took up his pallet and walked. Now that day was the sabbath. So the Jews said to the man who was cured, "It is the sabbath, it is not lawful for you to carry your pallet." But he answered them, "The man who healed me said to me, 'Take up your pallet, and walk.' " They asked him, "Who is the man who said to you, 'Take up your pallet, and walk'?" Now the man who had been healed did not know who it was, for Jesus had withdrawn, as there was a crowd in the place. Afterward, Jesus found him in the temple, and said to him, "See, you are well! Sin no more, that nothing worse befall you." The man went away and told the Jews that it was Jesus who had healed him. [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

1Κορ 4:9-16

1 Cor. 4:9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ's sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ιʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.

On May 10 we commemorate the holy Apostle Simon the Zealot.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλφειοῦ, Φιλαδέλφου καὶ Κυπρίνου.

On this day we also commemorate the holy Martyrs Alphaeus, Philadelphus, and Cyprinus.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ.

On this day we also commemorate our devout Father Hesychius the Confessor.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται.

Our devout Father Laurence reposed in peace.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.

On this day, the fourth Sunday of Pascha, we remember the Paralytic, and appropriately celebrate the miracle worked on him.

Στίχοι.

Verses

Τὸ ρῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.

The word of the Christ was a brace for the Paralytic.

Οὕτως ἴαμα τοῦτο ρῆμα καὶ μόνον.

Thus, his cure by mere utterance was accomplished.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

In Your infinite mercy, O Christ our God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.