Πεντηκοστάριον

Pentecostarion

Τρίτη τῆς Γʹ Ἑβδομάδος

Tuesday of the Third Week

Μηναῖον - Τῌ Εʹ ΜΑΪΟΥ

Menaion - May 5

Μνήμη τῆς Ἁγίας καὶ ἐνδόξου Μεγαλομάρτυρος Εἰρήνης.

Memory of the Holy and Glorious Great Martyr Irene

   

   

ΛΕΙΤΟΥΡΓΙΑ

LITURGY

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: The Divine Liturgy of St. John Chrysostom (© 2016), used with permission from the Greek Orthodox Archdiocese of America. This text was produced by the Greek Orthodox Archdiocese of America and approved by the Ecumenical Patriarchate.

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 65.

Antiphon I. Mode 2. Psalm 65.

Στίχ. αʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Verse 1: Shout to God, all the earth. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. βʹ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν αἰνέσει αὐτοῦ.

Verse 2: Sing now to His name; give glory to His praise. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. γʹ. Εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.

Verse 3: Say to God, "How fearful are Your works. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. δʹ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.

Verse 4: Let all the earth worship You and sing to You. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 66.

Antiphon II. Mode 2. Psalm 66.

Στίχ. αʹ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.

Verse 1: May God be gracious to us, and bless us. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. βʹ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Verse 2: May He cause His face to shine upon us, and have mercy on us. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. γʹ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Verse 3: That we may know His way on the earth, Your salvation among all the Gentiles. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. δʹ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Verse 4: Let the peoples give thanks to You, O God; let all the peoples praise You. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA]

   

   

Ἀντίφωνον Γʹ. Ἦχος πλ. αʹ. Ψαλμὸς 67.

Antiphon III. Mode pl. 1. Psalm 67.

Στίχ. αʹ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Verse 1: Let God arise, and let His enemies be scattered, and let those who hate Him flee from before His face. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. βʹ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Verse 2: As smoke vanishes, so let them vanish, as wax melts before the fire. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. γʹ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Verse 3: So shall the sinners perish from the face of God. And let the righteous be glad. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Στίχ. δʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Verse 4: This is the day the Lord made; let us greatly rejoice and be glad therein. [SAAS]

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Bless God in the churches, the Lord from the fountains of Israel. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βʹ.

Mode 2.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

When he took down Your immaculate Body from the Cross, the honorable Joseph wrapped it in a clean linen shroud with spices and laid it for burial in a new tomb. But on the third day You arose, O Lord, and granted the world Your great mercy. [SD]

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βʹ.

Mode 2.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

When You descended unto death, O Lord who yourself are immortal Life, then did You mortify Hades by the lightning flash of Your Divinity. Also when You raised the dead from the netherworld, all the Powers of the heavens were crying out: O Giver of life, Christ our God, glory to You. [SD]

Τῶν Μυροφόρων.

For the Myrrhbearers.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βʹ.

Mode 2.

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

The Angel standing at the sepulcher cried out and said to the ointment-bearing women: The ointments are appropriate for mortal men, but Christ has been shown to be a stranger to decay. So go and cry aloud, The Lord has risen and granted the world His great mercy. [SD]

Τῆς Ἁγίας.

For the Holy Woman.

Ἦχος δʹ.

Mode 4.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ' ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Your own ewe-lamb cries to You loudly, O Jesus, and she says, * "For my Bridegroom do I long, and seeking You I now contend; * and I am crucified and buried with You in Your baptism. * I suffer for Your sake, that I may reign with You. * I die for You that I may also live in You. * Accept me as an unblemished sacrifice * as I offer myself to You with love." * At her entreaties and intercessions, * save our souls, O Merciful Lord. [SD]

Τοῦ Ναοῦ.

Apolytikion of the Parish Church

(Τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.)

(The text of the Apolytikion of the local church goes here.)

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον τοῦ Πάσχα.

Kontakion of Pascha.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Though You went down into the tomb, O Immortal One, yet You brought down the dominion of Hades; and You rose as the victor, O Christ our God; and You called out "Rejoice" to the Myrrh-bearing women, and gave peace to Your Apostles, O Lord who to the fallen grant resurrection. [SD]

   

   

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

ΤΡΙΤΗ Γʹ ΕΒΔΟΜΑΔΟΣ

TUESDAY OF THE THIRD WEEK

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 63.

Prokeimenon. Grave Mode. Psalm 63.

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν.

The righteous man shall be glad in the Lord, and shall hope in Him. [SAAS]

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

Verse: Hear my voice, O God, in my supplication. [SAAS]

Πρ 8:5-17

Acts 8:5-17

Ἐν ταῖς ἡμέραις ἐκείναις, Φίλιππος κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν, καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. 'Ανὴρ δέ τις ὀνόματι Σίμων προῡπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος 'Ιησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο. 'Ακούσαντες δὲ οἱ ἐν ῾Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ 'Ιωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ῞Αγιον· οὔπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου 'Ιησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ῞Αγιον.

In those days, Philip went down to a city of Samaria, and proclaimed to them the Christ. And the multitudes with one accord gave heed to what was said by Philip, when they heard him and saw the signs which he did. For unclean spirits came out of many who were possessed, crying with a loud voice; and many who were paralyzed or lame were healed. So there was much joy in the city. But there was a man named Simon who had previously practiced magic in the city and amazed the nation of Samaria, saying that he himself was somebody great. They all gave heed to him, from the least to the greatest, saying, "This man is that power of God which is called Great." And they gave heed to him, because for a long time he had amazed them with his magic. But when they believed Philip as he preached good news about the kingdom of God and the name of Jesus Christ, they were baptized, both men and women. Even Simon himself believed, and after being baptized he continued with Philip. And seeing signs and great miracles performed, he was amazed. Now when the apostles at Jerusalem heard that Samaria had received the word of God, they sent to them Peter and John, who came down and prayed for them that they might receive the Holy Spirit; for it had not yet fallen on any of them, but they had only been baptized in the name of the Lord Jesus. Then they laid their hands on them and they received the Holy Spirit. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 91.

Alleluia. Mode 2. Psalm 91.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Verse 1: The righteous shall flourish like a palm tree; he shall be multiplied like the cedar in Lebanon. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Verse 2: Those planted in the house of the Lord shall blossom forth in the courts of our God. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΤΡΙΤῌ ΤΗΣ Γʹ ΕΒΔΟΜΑΔΟΣ

Third Tuesday after Pascha

Ιωα Ϛʹ 27 - 33

Jn. 6:27-33

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός. εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

The Lord said to the Jews who came to him: "Do not labor for the food which perishes, but for the food which endures to eternal life, which the Son of man will give to you; for on him has God the Father set his seal." Then they said to him, "What must we do, to be doing the works of God?" Jesus answered them, "This is the work of God, that you believe in him whom he has sent." So they said to him, "Then what sign do you do, that we may see, and believe you? What work do you perform? Our fathers ate the manna in the wilderness; as it is written, 'He gave them bread from heaven to eat.' " Jesus then said to them, "Truly, truly, I say to you, it was not Moses who gave you the bread from heaven; my Father gives you the true bread from heaven. For the bread of God is that which comes down from heaven and gives life to the world." [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. [GOA]

   

   

Κοινωνικόν. Ψαλμὸς 111.

Communion Hymn. Psalm 111/112.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

The righteous will be remembered for ever. Alleluia. [RSV]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

   

   

ΑΠΟΛΥΣΙΣ

THE DISMISSAL

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.