2020

2020

Τῇ Τετάρτῃ | Τῌ ΙΕʹ ΑΠΡΙΛΙΟΥ

On Wednesday | April 15

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. δʹ.

Prokeimenon. Mode pl. 4.

Ψαλμὸς ΡΛΓʹ (133).

Psalm 133 (134).

Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν Οὐρανὸν καὶ τὴν γῆν.

May the Lord bless you from Zion, He who made heaven and earth.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

Behold now, bless the Lord, all you servants of the Lord. [SAAS]

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Ezekiel.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ Κεφ. Βʹ, 3 - Γʹ, 3

Ezk 2:3-3:3

Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ ἐγὼ σὲ πρὸς τοὺς υἱοὺς Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵ τινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἠθέτησαν εἰς ἐμέ, ἕως, τῆς σήμερον ἡμέρας, καὶ υἱοὶ σκληροπρόσωποι, καὶ στερεοκάρδιοι ἐγένοντο. Ἐγὼ ἀποστελῶ σε, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Ἐάν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι, οἶκος παραπικραίνων ἐστί, καὶ γνώσονται, ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι, καὶ ἐπιστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί, καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί. Καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε, ἃ ἐγὼ δίδωμί σοι. Καὶ εἶδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου, καὶ ἀνείλισσεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν, καὶ τὰ ὄπισθεν, καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος, καὶ μέλος, καὶ οὐαί. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοὶς Ἰσραήλ. Καὶ διήνοιξε τὸ στόμα μου καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης, τῆς δεδομένης εἰς σέ. Καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον.

So He said to me, “Son of man, I am sending you to the house of Israel, to the ones provoking Me. They have provoked Me, they and their fathers, up to this very day. Then you shall say to them, ‘Thus says the Lord.’ Now then, if they listen or are put off—for they are a rebellious house—still they will know you are a prophet in their midst. “But you, Son of man, do not be afraid of them nor be dismayed by their looks, for they will swarm and sting you, and crowd against you on every side. You will live in the midst of scorpions. Do not be afraid of their words or dismayed by their looks, for they are a house of provocation. You shall speak My words to them, whether they hear or are put off, because they are a house of provocation. You, son of man, listen to the One who speaks to you. Do not be one who rebels like the house of provocation, but open your mouth wide, and eat what I give you.” Then I looked, and behold, there was a hand reaching out to me, and the roll of a book was in it. He unrolled it before me, and there written on the inside and the outside were words of lamentation and mourning and woe. Then He said to me, “Son of man, eat this scroll, and go and speak to the children of Israel.” So I opened my mouth, and he fed me the scroll. Then He said to me, “Son of man, your mouth shall eat and your stomach will be filled with this scroll that is given you.” So I ate it, and it was in my mouth as sweet as honey. [SAAS]

Προκείμενον. Ἦχος βʹ.

Prokeimenon. Mode 2.

Ψαλμὸς ΡΛΔʹ (134).

Psalm 134 (135).

Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον.

You who fear the Lord, bless the Lord.

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον.

Praise the name of the Lord, O you servants; praise the Lord. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΛΕʹ (135).

Psalm 135 (136).

Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ Οὐρανοῦ.

Give thanks to the God of heaven.

Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν.

Give thanks to the God of gods. [SAAS]

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from the book of Exodus.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Εξ Κεφ. Βʹ, 11-23

Ex 2:11-22; 18:4

Ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον, τύπτοντά τινα Ἑβραῖον, τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ, οὐδένα, καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους, διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι. Διατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωϋσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο! Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωϋσῆν. Ἀνεχώρησε δὲ Μωϋσῆς ἀπὸ προσώπου Φαραώ, καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ, ἐλθὼν δὲ εἰς γῆν Μαδιάμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ Ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰωθώρ. Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενάς, ποτίσαι τὰ πρόβατα τοῦ, πατρὸς αὐτῶν Ἰωθώρ. Παραγενόμενοι δὲ οἱ ποιμένες, ἐξέβαλον αὐτάς. Ἀναστὰς δὲ Μωϋσῆς ἐῤῥύσατο αὐτάς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν, ὁ δὲ εἶπεν αὐταῖς· τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν, ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ. Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτω καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωϋσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ τῷ Μωϋσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνή, ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε Μωϋσῆς τὸ ὄνομα αὐτοῦ Γηρσέμ, λέγων· Ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. Ἔτι δὲ συλλαβοῦσα, ἔτεκεν υἱὸν δεύτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἐλιέζερ, λέγων· Ὁ γὰρ Θεὸς τοῦ Πατρός μου βοηθός μου, καὶ ἐῤῥύσατό με ἐκ χειρὸς Φαραώ.

Thus it came to pass in those days, when Moses was grown, that he went out to his brethren and saw their burdens. He also saw an Egyptian beating a Hebrew, one of his brethren of the sons of Israel. So he looked this way and that, and when he saw no one, he killed the Egyptian and hid him in the sand. When he went out the second day, he saw two Hebrew men fighting, and he said to the one who did the wrong, "Why are you hitting your neighbor?" He replied, "Who made you a prince and a judge over us? Do you intend to kill me as you killed the Egyptian?" So Moses was alarmed and said, "Surely this thing is known." Thus when Pharaoh heard this matter, he sought to kill Moses. But Moses fled from the face of Pharaoh and dwelt in the land of Midian; and he sat down by a well. Now the priest of Midian had seven daughters, who fed the sheep of their father Jethro; and they came and drew water, and filled the troughs to water their father's flock. Then the shepherds came and drove them away; but Moses stood up and helped them, and watered their flock. When they came to Reuel their father, he said to them, "How is it you came so soon today?" They replied, "An Egyptian delivered us from the shepherds; and he also drew enough water for us and watered our sheep." So he said to his daughters, "And where is he? Why have you left the man? Call him, that he may eat bread." Then Moses dwelt with the man, and he gave Zipporah his daughter to Moses. So the woman conceived and bore Moses a son, and he called his name Gershom; for he said, "I have been a sojourner in a foreign land." She again conceived and bore a second son, and he called his name Eliezer (for he said, "The God of my father is my help, and He rescued me from the hand of Pharaoh"). [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΛΖʹ (137).

Psalm 137 (138).

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

O Lord, Your mercy endures forever; do not forsake the works of Your hands.

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

I will give thanks to You, O Lord, with all my heart. [SAAS]

Ἰὼβ τὸ ἀνάγνωσμα.

The reading is from the book of Job.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωβ Κεφ. Βʹ 1-10

Job 2:1-15

Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐναντίον τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; εἶπε δὲ ὁ Διάβολος ἐναντίον Κυρίου. Διαπορευθεὶς τὴν ὑπ' οὐρανόν, καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι. Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Διάβολον· Προσέσχες τὸν θεράποντά μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτόν, τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας, σὺ δὲ εἶπας, τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. Ὑπολαβὼν δὲ ὁ Διάβολος, εἶπε τῷ Κυρίῳ· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει, οὐ μὴν δέ, ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν σαρκῶν αὐτοῦ, ἢ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Εἶπε δὲ ὁ Κύριος τῷ Διαβόλω· Ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἐως κεφαλῆς. Καὶ ἔλαβεν ἑαυτῷ ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας, ἔξω τῆς πόλεως. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσει λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων, σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι, διανυκτερεύων αἴθριος, κᾀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν, ἀλλὰ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ καλὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν; Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.

Then again as it so happened another day, the angels of God came to present themselves before the Lord, and the devil also came among them to present himself before the Lord. The Lord said to the devil, "Where did you come from?" Then the devil said before the Lord, "I came here from walking around under heaven and going about all the earth." Then the Lord said to the devil, "Have you considered my servant Job, since there is none like him on the earth: an innocent, true, blameless, and God-fearing man, and one who abstains from every evil thing? Moreover he still holds fast to his integrity, though you told me to destroy his possessions without cause." Then the devil answered the Lord and said, "Skin for skin. Whatever a man has he will pay in full for his life. Yet truly, stretch out Your hand and touch his bones and his flesh, and see if he will bless You to Your face." So the Lord said to the devil, "Behold, I give him over to you; only spare his life." Thus the devil went out from the Lord and struck Job with malignant sores from head to foot. So he took a potsherd to scrape away the discharge and sat on a dunghill outside the city. When a period of time passed, his wife said to him, "How long will you hold out, saying, ‘Behold, I will wait a little longer, looking for the hope of my salvation’? Listen, your memory is wiped out from the earth: your sons and daughters, the pangs and pains of my womb, which I suffered in vain and with hardships. You yourself are sitting down, spending the nights in the open air among the rottenness of worms; and I go about as a wanderer and a handmaid from place to place and from house to house, waiting for the setting of the sun, so as to rest from my labors and pains that now beset me. But say a word against the Lord and die!" Then Job looked at her and said, "You have spoken as one of the foolish women speaks. If we accepted good things from the Lord's hand, shall we not endure evil things?" In all these things that happened to him, Job did not sin with his lips against God. [SAAS]

Τὸ Εὐαγγέλιον

The Gospel

Great and Holy Wednesday

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

κϚʹ 6 - 16

26:6-16

Τοῦ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

When Jesus was at Bethany at the house of Simon the leper, a woman came up to him with an alabaster flask of very expensive ointment and she poured it on his head, as he sat at table. But when the disciples saw it, they were indignant, saying, "Why this waste? For this ointment might have been sold for a large sum, and given to the poor." But Jesus, aware of this, said to them, "Why do you trouble the woman? For she has done a beautiful thing to me. For you always have the poor with you, but you will not always have me. In pouring this ointment on my body she has done it to prepare me for burial. Truly, I say to you wherever this gospel is preached in the whole world, what she has done will be told in memory of her." Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests and said, "What will you give me if I deliver him to you?" And they paid him thirty pieces of silver. And from that moment he sought an opportunity to betray him. [RSV]

   

   

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΕʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος, τοῦ ἐν Μύροις τῆς Λυκίας.

On April 15 we commemorate the holy Martyr Crescens of Myra in Lycia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Βασιλίσσης καὶ Ἀναστασίας.

On this day we also commemorate the holy women Martyrs, Basillissa and Anastasia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λεωνίδου Ἐπισκόπου Ἀθηνῶν.

On this day we also commemorate our father among the saints Leonidas, Bishop of Athens.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου Πρεσβυτέρου καὶ Παυσολυπίου.

On this day we also commemorate the holy Martyrs Theodore the presbyter and Pafsolipios.

Τοῦ Τριωδίου.

From the Triodion.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.

On great and holy Wednesday, as the most divine fathers ordained, we commemorate the harlot who anointed the Lord's feet with fragrant ointment, since this occurred shortly before the saving Passion.

Στίχοι.

Verses

Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,

With ointment the woman anointed the body

Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.

Of Christ, in advance of the aloes of Nikodemos.

Ἀλλ' ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιῤῥύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.

O Christ God, who were anointed with the spiritual ointment, free us from the influent passions and have mercy on us, for only You are holy and love mankind.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι ἡ Μ. Ἑβδομάδα.

It is Holy Week.