Τῌ ΙΒʹ ΑΠΡΙΛΙΟΥ

April 12

Τριώδιον

Triodion

Κυριακὴ τῶν Βαΐων

Palm Sunday

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ

LITURGY

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: The Divine Liturgy of St. John Chrysostom (© 2016), used with permission from the Greek Orthodox Archdiocese of America. This text was produced by the Greek Orthodox Archdiocese of America and approved by the Ecumenical Patriarchate.

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 114.

Antiphon I. Mode 2. Psalm 114.

Στίχ. αʹ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Verse 1: I have loved, because the Lord shall hear the voice of my supplication. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. βʹ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Verse 2: The pains of death surrounded me; the dangers of Hades found me. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. γʹ. Θλῖψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.

Verse 3: I found affliction and grief. Then I called upon the Lord's name. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. δʹ. Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

Verse 4: I shall be well pleasing before the Lord in the land of the living. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 115.

Antiphon II. Mode 2. Psalm 115.

Στίχ. αʹ. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Verse 1: I believed; therefore, I spoke; I was greatly humbled. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who sat on a donkey's colt. We sing to You, Alleluia. [GOA]

Στίχ. βʹ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Verse 2: What shall I give back to the Lord for all He rendered to me? [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who sat on a donkey's colt. We sing to You, Alleluia. [GOA]

Στίχ. γʹ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Verse 3: I will take up the cup of salvation, and call upon the name of the Lord. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who sat on a donkey's colt. We sing to You, Alleluia. [GOA]

Στίχ. δʹ. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Verse 4: I shall pay my vows to the Lord in the presence of all His people. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who sat on a donkey's colt. We sing to You, Alleluia. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA]

   

   

Ἀντίφωνον Γʹ. Ἦχος αʹ. Ψαλμὸς 117.

Antiphon III. Mode 1. Psalm 117.

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 1: Give thanks to the Lord, for He is good; for His mercy endures forever. [SAAS]

Στίχ. βʹ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 2: Let the house of Israel say that He is good, for His mercy endures forever. [SAAS]

Στίχ. γʹ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 3: Let the house of Aaron say that He is good, for His mercy endures forever. [SAAS]

Στίχ. δʹ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 4: Let all who fear the Lord say that He is good, for His mercy endures forever. [SAAS]

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Ἦχος αʹ.

Mode 1.

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

To confirm the general resurrection before Your Passion, You resurrected Lazarus from the dead, O Christ our God. Therefore imitating the children, carrying the symbols of victory, we cry out to You the Victor over death: "Hosanna in the highest! Blessed are You, the One, who comes in the name of the Lord." [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Blessed is he who comes in the name of the Lord. God is the Lord, and He revealed Himself to us. Save us, O Son of God, who sat on a donkey's colt. We sing to You, Alleluia. [GOA]

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος αʹ.

Mode 1.

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

To confirm the general resurrection before Your Passion, You resurrected Lazarus from the dead, O Christ our God. Therefore imitating the children, carrying the symbols of victory, we cry out to You the Victor over death: "Hosanna in the highest! Blessed are You, the One, who comes in the name of the Lord." [SD]

Ἕτερον.

Another.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος δʹ.

Mode 4.

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

We were buried with You through Baptism, O Christ our God, and thus by Your Resurrection we have been granted immortal life, and extolling You we cry aloud, "Hosanna in the highest! Blessed are You, the One who comes in the name of the Lord." [SD]

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. βʹ. Αὐτόμελον.

Mode pl. 2. Automelon.

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

In heaven upon the throne, on earth upon the colt, * You were carried, O Christ our God; * and the praise of the Angels, and the hymns of the children, You received as they cried to You, * "Blessed are You, the One, who is coming to call Adam back again." [GKD]

   

   

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

PALM SUNDAY

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 117.

Prokeimenon. Mode 4. Psalm 117.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse: Give thanks to the Lord, for He is good; for His mercy endures forever. [SAAS]

Φλπ 4:4-9

Phil. 4:4-9

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.

Brethren, rejoice in the Lord always; again I will say, Rejoice. Let all men know your forbearance. The Lord is at hand. Have no anxiety about anything, but in everything by prayer and supplication with thanksgiving let your requests be made known to God. And the peace of God, which passes all understanding, will keep your hearts and your minds in Christ Jesus. Finally, brethren, whatever is true, whatever is honorable, whatever is just, whatever is pure, whatever is lovely, whatever is gracious, if there is any excellence, if there is anything worthy of praise, think about these things. What you have learned and received and heard and seen in me, do; and the God of peace will be with you. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 97.

Alleluia. Mode 1. Psalm 97.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.

Verse 1: Sing a new song to the Lord, for He did wondrous things. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Verse 2: All the ends of the earth saw the salvation of our God. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΙΩΝ

Palm Sunday

Ιωα ιβʹ 1 - 18

Jn. 12:1-18

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Six days before Passover, Jesus came to Bethany, where Lazaros was, whom Jesus had raised from the dead. There they made him a supper; Martha served, and Lazaros was one of those at table with him. Mary took a pound of costly ointment of pure nard and anointed the feet of Jesus and wiped his feet with her hair; and the house was filled with the fragrance of the ointment. But Judas Iscariot, one of his disciples (he who was to betray him), said, "Why was this ointment not sold for three hundred denarii and given to the poor?" This he said, not that he cared for the poor but because he was a thief, and as he had the money box he used to take what was put into it. Jesus said, "Let her alone, let her keep it for the day of my burial. The poor you always have with you, but you do not always have me." When the great crowd of the Jews learned that he was there, they came, not only on account of Jesus but also to see Lazaros, whom he had raised from the dead. So the chief priests planned to put Lazaros also to death, because on account of him many of the Jews were going away and believing in Jesus. The next day a great crowd who had come to the feast heard that Jesus was coming to Jerusalem. So they took branches of palm trees and went out to meet him, crying, "Hosanna! Blessed is he who comes in the name of the Lord, even the King of Israel!" And Jesus found a young donkey and sat upon it; as it is written, "Fear not, daughter of Zion; behold, your king is coming, sitting on a donkey's colt!" His disciples did not understand this at first; but when Jesus was glorified, then they remembered that this had been written of him and had been done to him. The crowd that had been with him when he called Lazaros out of the tomb and raised him from the dead bore witness. The reason why the crowd went to meet him was that they heard he had done this sign. [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἦχος δʹ.

Mode 4.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

God is the Lord, and He appeared to us. * O Christians, appoint a feast, and with exultant joy * come and let us magnify the Christ, * waving our palm-leaves and branches, crying aloud in hymns: * "Blessed is the One who comes * in the name of the Lord our Savior." [SD]

   

   

Κοινωνικόν. Ψαλμὸς 117.

Communion Hymn. Psalm 117.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.

Blessed is he who comes in the name of the Lord. Alleluia. [SAAS]

Δείξε Ἐκλογήν.

Show Selected Verses.

Ἐκλογὴ τῇ Κυριακῇ Βαΐων

Selected Psalm Verses for Palm Sunday

1. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. (8:2)

1. O Lord, our Lord, how wondrous is Your name in all the earth. (8:2) [SAAS]

2. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. (8:2)

2. For Your splendor is exalted far beyond the heavens. (8:2) [SAAS]

3. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (8:3)

3. From the mouths of babies and nursing infants You prepared praise. (8:3) [SAAS]

4. Ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. (8:3)

4. Because of Your enemies, that You may destroy the enemy and avenger. (8:3) [SAAS]

5. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. (9:6)

5. You rebuke the nations, and the ungodly man destroys himself. (9:6) [SAAS]

6. Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. (117:22)

6. The stone the builders rejected, the same became the head of the corner. (117:22) [SAAS]

7. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (117:23)

7. This came about from the Lord, and it is wonderful in our eyes. (117:23) [SAAS]

8. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. (98:2)

8. The Lord is great in Zion, and He is exalted above all the peoples. (98:2) [SAAS]

9. Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. (96:8)

9. Zion heard and was glad, and the daughters of Judah greatly rejoiced. (96:8) [SAAS]

10. Ἐπαίνει, Ἰερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. (147:1)

10. Praise the Lord, O Jerusalem; praise your God, O Zion. (147:1) [SAAS]

11. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἰερουσαλήμ. (101:22)

11. To declare the Lord's name in Zion, and His praise in Jerusalem. (101:22) [SAAS]

12. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. (117:26)

12. Blessed is he who comes in the name of the Lord. God is the Lord, and He revealed Himself to us. (117:26) [SAAS]

13. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. (117:27)

13. Appoint a feast for yourselves, decked with branches, even to the horns of the altar. (117:27) [SAAS]

14. Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σύ, καὶ ὑψώσω σε. (117:28)

14. You are my God, and I will give thanks to You; You are my God, and I shall exalt You. (117:28) [SAAS]

15. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών. (9:12)

15. Sing to the Lord who dwells in Zion. (9:12) [SAAS]

16. Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. (9:15)

16. That I may proclaim all Your praises in the gates of the daughter of Zion. (9:15) [SAAS]

17. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; (13:7)

17. Who will bring about the salvation of Israel out of Zion? (13:7) [SAAS]

18. Ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἰερουσαλήμ. (115:9)

18. In the courts of the Lord's house, in your midst, O Jerusalem. (115:9) [SAAS]

19. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. (145:10)

19. The Lord shall reign forever; your God, O Zion, to all generations. (145:10) [SAAS]

20. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (110:10)

20. His praise continues unto ages of ages. (110:10) [SAAS]

Κρύψε Ἐκλογήν.

Hide Selected Verses.

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος αʹ.

Mode 1.

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

To confirm the general resurrection before Your Passion, You resurrected Lazarus from the dead, O Christ our God. Therefore imitating the children, carrying the symbols of victory, we cry out to You the Victor over death: "Hosanna in the highest! Blessed are You, the One, who comes in the name of the Lord." [SD]

   

   

ΑΠΟΛΥΣΙΣ

THE DISMISSAL

Ὁ ἐπὶ πώλου ὄνου καθεσθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who condescended to sit on the colt of a donkey, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι μεγάλη ἑορτή.

It is a major feast.