Μεγάλη Ἑβδομάδα

Holy Week

Ἀκολουθία τοῦ Νυμφίου τῇ Κυριακῇ τὸ Βράδυ

Bridegroom Service on Sunday Evening

Ὄρθρος τῆς Μεγάλης Δευτέρας

Matins of Holy Monday

   

   

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

SERVICE OF MATINS

   

   

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΙΘʹ (19).

Psalm 19 (20).

Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρῶσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρῶσαι Κύριος πάντα τὰ αἰτήματά σου. Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

May the Lord hear you in the day of afflictions; may the name of the God of Jacob defend you. May He send you help from His holy place, and may He support you from Zion. May He remember every sacrifice of yours, and may your whole burnt offering be honored. May He give you according to your heart, may He fulfill all your counsel. We will greatly rejoice in Your salvation, and in the name of our God we will be magnified. Now I know the Lord has saved His anointed; He will hear him from His holy heaven; the salvation of His right hand is mighty. Some glory in chariots, some in horses, but in the name of the Lord our God we shall be magnified. Their feet were tied together; so they fell; but we rose up and were restored. O Lord, save Your King, and hear us in the day we call upon You.

Ψαλμὸς Κʹ (20).

Psalm 20 (21).

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

O Lord, the king shall be glad in Your power, and in Your salvation he will greatly rejoice. You gave him his soul's desire, and You did not deprive him of his lips' request. For You anticipated him with blessings of goodness; You placed a crown of precious stones on his head. He asked You for life, and You gave it to him, length of days unto ages of ages. Great is his glory in Your salvation; glory and majesty You shall place upon him. For You shall give him blessing unto ages of ages; You shall fill him with the joy of Your presence. For the king hopes in the Lord, and in the mercy of the Most High he will not be shaken. May Your hand be found on all Your enemies; may Your right hand find all who hate You. You shall make them like a fiery furnace in the time of Your presence; the Lord shall throw them into confusion in His wrath, and the fire shall devour them. You shall destroy their offspring from the earth and their seed from among the sons of men. For they vented all their evils against You; they reasoned through a counsel they could not establish. For You shall make them turn their back; among Your remnants, You shall make ready their countenance. Be exalted, O Lord, in Your power; we will sing and praise Your mighty deeds.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἰκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed.

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

ΨΑΛΤΗΣ

CHANTER

Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

Amen. In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Glory to the holy and consubstantial, and life giving, and undivided Trinity, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ὁ Ἐξάψαλμος.

The Six Psalms.

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γʹ)

Glory to God in the highest, and on earth peace, good will among men. (3)

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)

O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2)

Ψαλμὸς Γʹ (3).

Psalm 3.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

O Lord, why do those who afflict me multiply? Many are those who rise up against me. Many are those who say to my soul, "There is no salvation for him in his God." But You, O Lord, are my protector, my glory and the One who lifts up my head. I cried to the Lord with my voice, and He heard me from His holy hill. I lay down and slept; I awoke, for the Lord will help me. I will not be afraid of ten thousands of people who set themselves against me all around. Arise, O Lord, and save me, O my God, for You struck all those who were foolishly at enmity with me; You broke the teeth of sinners. Salvation is of the Lord, and Your blessing is upon Your people.

Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

I lay down and slept; I awoke, for the Lord will help me. [SAAS]

Ψαλμὸς ΛΖʹ (37).

Psalm 37 (38).

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἐγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούση, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδίδοντές μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. For Your arrows are fixed in me, and Your hand rests on me; there is no healing in my flesh because of Your wrath; there is no peace in my bones because of my sins. For my transgressions rise up over my head; like a heavy burden they are heavy on me. My wounds grow foul and fester because of my folly. I suffer misery, and I am utterly bowed down; I go all the day long with a sad face. For my loins are filled with mockeries, and there is no healing in my flesh. I am afflicted and greatly humbled; I roar because of the groaning of my heart. O Lord, all my desire is before You, and my groaning is not hidden from You. My heart is troubled; my strength fails me, and the light of my eyes, even this is not with me. My friends and neighbors draw near and stand against me, and my near of kin stand far off; and those who seek my soul use violence, and those who seek evil for me speak folly; and they meditate on deceit all the day long. But I like a deaf man do not hear, and I am like a mute who does not open his mouth. I am like a man who does not hear, and who has no reproofs in his mouth. For in You, O Lord, I hope; You will hear, O Lord my God. For I said, "Let not my enemies rejoice over me, for when my foot was shaken, they boasted against me." For I am ready for wounds, and my pain is continually with me. For I will declare my transgression, and I will be anxious about my sin. But my enemies live, and are become stronger than I; and those who hate me unjustly are multiplied; those who repaid me evil for good slandered me, because I pursue righteousness; and they threw away my love as though it were a stinking corpse. Do not forsake me, O Lord; O my God, do not depart from me; give heed to help me, O Lord of my salvation.

Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Do not forsake me, O Lord; O my God, do not depart from me. Give heed to help me, O Lord of my salvation. [SAAS]

Ψαλμὸς ΞΒʹ (62).

Psalm 62 (63).

Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

O God, my God, I rise early to be with You; my soul thirsts for You. How often my flesh thirsts for You in a desolate, impassable, and waterless land. So in the holy place I appear before You, to see Your power and Your glory. Because Your mercy is better than life, my lips shall praise You. Thus I will bless You in my life; I will lift up my hands in Your name. May my soul be filled, as if with marrow and fatness, and my mouth shall sing praise to You with lips filled with rejoicing. If I remembered You on my bed, I meditated on You at daybreak; for You are my helper, and in the shelter of Your wings I will greatly rejoice. My soul follows close behind You; Your right hand takes hold of me. But they seek for my soul in vain; they shall go into the lowest parts of the earth. They shall be given over to the edge of the sword; they shall be a portion for foxes. But the king shall be glad in God; all who swear by Him shall be praised, for the mouth that speaks unrighteous things is stopped.

Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

I meditated on You at daybreak. For You are my helper, and in the shelter of Your wings I will greatly rejoice. My soul follows close behind You; Your right hand takes hold of me. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ψαλμὸς ΠΖʹ (87)

Psalm 87 (88).

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

O Lord God of my salvation, I cry day and night before You. Let my prayer come before You; incline Your ear to my supplication, O Lord. For my soul is filled with sorrows, and my soul draws near to Hades; I am counted among those who go down into the pit; I am like a helpless man, free among the dead, like slain men thrown down and sleeping in a grave, whom You remember no more, but they are removed from Your hand. They laid me in the lowest pit, in dark places and in the shadow of death. Your wrath rested upon me, and You brought all Your billows over me. You removed my acquaintances far from me; they made me an abomination among themselves; I was betrayed, and did not go forth. My eyes weakened from poverty; O Lord, I cry to You the whole day long; I spread out my hands to You. Will You work wonders for the dead? Or will physicians raise them up, and acknowledge You? Shall anyone in the grave describe Your mercy and Your truth in destruction? Shall Your wonders be known in darkness, and Your righteousness in a forgotten land? But I cry to You, O Lord, and in the morning my prayer shall come near to You. Why, O Lord, do You reject my soul, and turn away Your face from me? I am poor and in troubles from my youth; but having been exalted, I was humbled and brought into despair. Your fierce anger passed over me, and Your terrors greatly troubled me; they compassed me like water all the day long; they surrounded me at once. You removed far from me neighbor and friend, and my acquaintances because of my misery.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

O Lord God of my salvation, I cry day and night before You. Let my prayer come before You; incline Your ear to my supplication, O Lord. [SAAS]

Ψαλμὸς ΡΒʹ (102).

Psalm 102 (103).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτίρει πατὴρ υἱούς, ᾠκτίρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φουβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul, and everything within me, bless His holy name. Bless the Lord, O my soul, and forget not all His rewards: who is merciful to all your transgressions, who heals all your diseases, who redeems your life from corruption, who crowns you with mercy and compassion, who satisfies your desire with good things; and your youth is renewed like the eagle's. The Lord shows mercies and judgment to all who are wronged. He made known His ways to Moses, the things He willed to the sons of Israel. The Lord is compassionate and merciful, slow to anger, and abounding in mercy. He will not become angry to the end, nor will He be wrathful forever; He did not deal with us according to our sins, nor reward us according to our transgressions; for according to the height of heaven from earth, so the Lord reigns in mercy over those who fear Him; as far as the east is from the west, so He removes our transgressions from us. As a father has compassion on his children, so the Lord has compassion on those who fear Him, for He knows how He formed us; He remembers we are dust. As for man, his days are like grass, as a flower of the field, so he flourishes; for the wind passes through it, and it shall not remain; and it shall no longer know its place. But the mercy of the Lord is from age to age upon those who fear Him, and His righteousness upon children's children, to such as keep His covenant and remember His commandments, to do them. The Lord prepared His throne in heaven, and His Kingdom rules over all. Bless the Lord, all you His angels, mighty in strength, who do His word, so as to hear the voice of His words. Bless the Lord, all you His hosts, His ministers who do His will; bless the Lord, all His works, in all places of His dominion; bless the Lord, O my soul.

Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

In all places of His dominion; Bless the Lord, O my soul. [SAAS]

Ψαλμὸς ΡΜΒʹ (142).

Psalm 142 (143).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name's sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant.

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.

Answer me in Your righteousness. Do not enter into judgment with Your servant.

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.

Answer me in Your righteousness. Do not enter into judgment with Your servant.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Your good Spirit shall guide me in the land of uprightness. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

(χῦμα)

(intoned)

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You.

ΙΕΡΕΥΣ/ΔΙΑΚΟΝΟΣ

PRIEST/DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.

Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

Verse 2: Learn righteousness, you who dwell on the earth. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.

Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.

Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τροπάριον. Ἦχος πλ. δʹ.

Troparion. Mode pl. 4.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν. Προστασίαις τῶν Ἀσωμάτων σῶσον ἡμᾶς.

Behold, the Bridegroom is coming in the middle of the night; and blessed is the servant He shall find awake and watching; unworthy is the other He shall find being lazy. So beware, O soul of mine, be not overcome by sleep, so that you not be handed over to death and be shut out from the Kingdom. Come to your senses and cry aloud: Holy, holy, holy are You our God. By the protection of the Bodiless Hosts have mercy on us. [SD]

Δόξα.

Glory.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν. Πρεσβείαις τῶν Ἁγίων σῶσον ἡμᾶς.

Behold, the Bridegroom is coming in the middle of the night; and blessed is the servant He shall find awake and watching; unworthy is the other He shall find being lazy. So beware, O soul of mine, be not overcome by sleep, so that you not be handed over to death and be shut out from the Kingdom. Come to your senses and cry aloud: Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD]

Καὶ νῦν.

Both now.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Behold, the Bridegroom is coming in the middle of the night; and blessed is the servant He shall find awake and watching; unworthy is the other He shall find being lazy. So beware, O soul of mine, be not overcome by sleep, so that you not be handed over to death and be shut out from the Kingdom. Come to your senses and cry aloud: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΧΟΡΟΣ

CHOIR

Κάθισμα Αʹ.

Kathisma I.

Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ.

Mode 1. The soldiers keeping watch.

Τὰ πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ κόσμῳ· Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι· ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.

The present day presents the august holy Passion * of Christ as lights that dawn on the world for salvation. * For Christ, in His goodness, goes now to suffer and die for us. * He who holds all things within His hand condescends now * to be fixed with nails on to a cross and suspended, * to save all humanity. [SD]

Δόξα· καὶ νῦν. Τὸ αὐτό.

Glory. Both now. Repeat.

Τὰ πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ κόσμῳ· Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι· ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.

The present day presents the august holy Passion * of Christ as lights that dawn on the world for salvation. * For Christ, in His goodness, goes now to suffer and die for us. * He who holds all things within His hand condescends now * to be fixed with nails on to a cross and suspended, * to save all humanity. [SD]

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Κάθισμα Βʹ.

Kathisma II.

Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ.

Mode 1. The soldiers keeping watch.

Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχη ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν.

O Lord, the unseen Judge, You were seen with a body! * And willingly You came to be killed by the lawless, * and thus to condemn our own condemnation by suffering? * Therefore sending up magnification and glory * to Your authority, O Word of God, now we offer * our praises in unison. [SD]

Δόξα· καὶ νῦν. Τὸ αὐτό.

Glory. Both now. Repeat.

Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχη ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν.

O Lord, the unseen Judge, You were seen with a body! * And willingly You came to be killed by the lawless, * and thus to condemn our own condemnation by suffering? * Therefore sending up magnification and glory * to Your authority, O Word of God, now we offer * our praises in unison. [SD]

Κάθισμα Γʹ.

Kathisma III.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον.

Mode pl. 4. By conceiving the wisdom.

Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ἄσμασιν· ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμοὺς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος· ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόῤῥης, τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.

As the Lord's saving Passion begins today, * so this day is illustrious all the more. * O lovers of holy days, let us greet it with sacred songs. * For the Creator is coming to accept to be crucified, * to be judged by Pilate, the trials, the buffeting. * Moreover He is struck on the head by a servant. * In order to save mankind, He submissively bears it all. * Let us therefore cry out to Him, * "O Christ our God who loves mankind, * grant forgiveness of offences to us * who honor Your immaculate Passion with faith and love." [SD]

Δόξα· καὶ νῦν. Τὸ αὐτό.

Glory. Both now. Repeat.

Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ἄσμασιν· ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμοὺς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος· ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόῤῥης, τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.

As the Lord's saving Passion begins today, * so this day is illustrious all the more. * O lovers of holy days, let us greet it with sacred songs. * For the Creator is coming to accept to be crucified, * to be judged by Pilate, the trials, the buffeting. * Moreover He is struck on the head by a servant. * In order to save mankind, He submissively bears it all. * Let us therefore cry out to Him, * "O Christ our God who loves mankind, * grant forgiveness of offences to us * who honor Your immaculate Passion with faith and love." [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

ΙΕΡΕΥΣ (ἀπὸ τῆς Ὡραίας πύλης)

PRIEST (from the gate)

Ματ καʹ 18 - 43

Mt. 21:18-43

Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχεν τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι·. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; Λέγουσιν· Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν· ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ· καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

At that time, Jesus was returning to the city, he was hungry. And seeing a fig tree by the wayside he went to it, and found nothing on it but leaves only. And he said to it, "May no fruit ever come from you again!" And the fig tree withered at once. When the disciples saw it they marveled, saying, "How did the fig tree wither at once?" And Jesus answered them, "Truly, I say to you, if you have faith and never doubt, you will not only do what has been done to the fig tree, but even if you say to this mountain, 'Be taken up and cast into the sea,' it will be done. And whatever you ask in prayer, you will receive, if you have faith." And when he entered the temple, the chief priests and the elders of the people came up to him as he was teaching, and said, "By what authority are you doing these things, and who gave you this authority?" Jesus answered them, "I also will ask you a question; and if you tell me the answer, then I also will tell you by what authority I do these things. The baptism of John, whence was it? From heaven or from men?" And they argued with one another, "If we say, 'From heaven,' he will say to us, 'Why then did you not believe him?' But if we say, 'From men,' we are afraid of the multitude; for all hold that John was a prophet." So they answered Jesus, "We do not know." And he said to them, "Neither will I tell you by what authority I do these things. What do you think? A man had two sons; and he went to the first and said, 'Son, go and work in the vineyard today.' And he answered, 'I will not'; but afterward he repented and went. And he went to the second and said the same; and he answered, 'I go, sir,' but did not go. Which of the two did the will of his father?" They said, "The first." Jesus said to them, "Truly, I say to you, the tax collectors and the harlots go into the kingdom of God before you. For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the harlots believed him; and even when you saw it, you did not afterward repent and believe him. Hear another parable. There was a householder who planted a vineyard, and set a hedge around it, and dug a wine press in it, and built a tower, and let it out to tenants, and went into another country. When the season of fruit drew near, he sent his servants to the tenants, to get his fruit; and the tenants took his servants and beat one, killed another, and stoned another. Again he sent other servants, more than the first; and they did the same to them. Afterward he sent his son to them, saying, 'They will respect my son.' But when the tenants saw the son, they said to themselves, 'This is the heir; come, let us kill him and have his inheritance.' And they took him and cast him out of the vineyard, and killed him. When therefore the owner of the vineyard comes, what will he do to those tenants?" They said to him, "He will put those wretches to a miserable death, and let out the vineyard to other tenants who will give him the fruits in their seasons." Jesus said to them, "Have you never read in the scriptures: 'The very stone which the builders rejected has become the head of the corner; this was the Lord's doing, and it is marvelous in our eyes'? Therefore I tell you, the kingdom of God will be taken away from you and given to a nation producing the fruits of it." [RSV]

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ὁ Κανών.

The Canon.

Ποίημα Κοσμᾶ Μοναχοῦ.

By Cosmas the Monk.

Ὠδὴ αʹ. Ἦχος βʹ. Ὁ Εἱρμός.

Ode i. Mode 2. Heirmos.

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

Let us sing to the Lord, who dried up the impassable * surging waters of the Sea by His divine command, * and who also led the way * for the chosen people of Israel to cross on foot. * Come let us sing to Him, for He is greatly glorified. (2)

Τροπάρια.

Troparia.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἡ ἀπόῤῥητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτός ἐστι, Θεὸς καὶ ἄνθρωπος. Τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοῖς Μαθηταῖς· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

The inscrutable descent of God the Logos * is Christ, who is God and man in one hypostasis. * He took on a servant's form, * showing His disciples that He does not regard the fact that He is God * something to be grasped. For He is greatly glorified. (2)

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Διακονῆσαι, αὐτὸς ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν Θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴν ἀντίλυτρον, ὁ ἀπαθὴς Θεότητι. (δίς)

I, the Creator, who voluntarily * put on impoverished Adam's form, came to minister to him * yes, I who am rich in Divinity, * and I lay down My life for him as ransom, * I who am impassible in Divinity. (2)

Καταβασία.

Katavasia.

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Let us sing to the Lord, who dried up the impassable * surging waters of the Sea by His divine command, * and who also led the way * for the chosen people of Israel to cross on foot. * Come let us sing to Him, for He is greatly glorified. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the King of peace and the savior of our souls, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. δʹ. Ὡς ἀπαρχάς.

Mode pl. 4.

Ὁ Ἰακὼβ ὠδύρετο τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.

Jacob lamented the loss of Joseph; yet the courageous one sat on a chariot, honored as a king. For by refusing to be enslaved by the pleasures of the Egyptian woman, he was later glorified in return by Him who sees men's hearts and deals out the imperishable crown. [SD]

Ὁ Οἶκος.

Oikos.

Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι, τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ στέφος ἄφθαρτον.

To lamentation let us now add lamentation, and with Jacob shed tears, and mourn with him over Joseph, the famous and chaste, who was enslaved in body but preserved his soul unenslaved, and became the lord over all of Egypt. For God grants His servants the imperishable crown. [SD]

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΓʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ.

On April 13, we commemorate our father among the saints Martin the Confessor, Pope of Rome.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλιανοῦ, καὶ Δάδα.

On this day we also commemorate the holy martyrs Maximus, Quintilian, and Dadas.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου.

On this day we also commemorate the holy martyr Eleftherios the Persian.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου.

On this day we also commemorate the holy martyr Theodosios.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωίλου.

On this day we also commemorate the holy martyr Zoilos.

Τοῦ Τριωδίου.

From the Triodion.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης συκῆς.

On great and holy Monday we commemorate blessed Joseph the handsome; and also the fig tree that was cursed by the Lord and then withered.

Στίχοι.

Verses

Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,

Self-controlled Joseph proved to be a righteous

Καὶ σιτοδότης· ὦ καλῶν θημωνία!

Ruler and distributor. What a stack of virtues!

Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν

For the withered Fig Tree

Τὴν συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,

Likening the synagogue of the Jews to the fig tree

Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,

Barren of spiritual fruit, with a curse

Ἀρᾷ ξηραίει· ἧς φύγωμεν τὸ πάθος.

Christ makes it wither. Let us flee such a fate.

Ταῖς τοῦ παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

At the intercession of the handsome Joseph, O Christ our God, have mercy on us. Amen.

ΧΟΡΟΣ

CHOIR

Ὠδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Ἔφριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς)

Fed with unending fuel, the fire * that wearied not shuddered at the spotless bodies, * adorned as were the souls, * of the pious Servants and yielded to them. * When the ever-living flame had shrunken away, * they sang the hymn that henceforth was immortalized: * O bless the Lord, all you His works, and sing a hymn to Him, * and exalt Him beyond measure unto all the ages. (2)

Τροπάρια.

Troparia.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὑμᾶς μου τότε Μαθητάς, πάντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοῖς φίλοις πρὸς πάθος μολῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ πᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε· καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς)

"By this shall all know that you are * My disciples, if you keep all My commandments."* So did Christ declare to His friends, as He was heading towards His Passion. * "Be at peace within yourselves and likewise with all, * and you shall be exalted thinking humble thoughts. * And knowing Me to be the Lord, bless Me and sing a hymn to Me, * and exalt Me beyond measure unto all the ages." (2)

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages.

Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν, οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμη αὐθαίρετος. Ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος· καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

In ruling over fellow men, * let the order of the Gentiles be inverted; * for tyranny has no part with Me nor does arbitrariness. * So whoever would be great among you and first, * let him be least and servant of the others all. * And knowing Me to be the Lord, bless Me and sing a hymn to Me, * and exalt Me beyond measure unto all the ages. [SD]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν, οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμη αὐθαίρετος. Ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος· καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

In ruling over fellow men, * let the order of the Gentiles be inverted; * for tyranny has no part with Me nor does arbitrariness. * So whoever would be great among you and first, * let him be least and servant of the others all. * And knowing Me to be the Lord, bless Me and sing a hymn to Me, * and exalt Me beyond measure unto all the ages. [SD]

Καταβασία.

Katavasia.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Ἔφριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Fed with unending fuel, the fire * that wearied not shuddered at the spotless bodies, * adorned as were the souls, * of the pious Servants and yielded to them. * When the ever-living flame had shrunken away, * they sang the hymn that henceforth was immortalized: * O bless the Lord, all you His works, and sing a hymn to Him, * and exalt Him beyond measure unto all the ages. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

Ὠδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων. Ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν. (δίς)

You have magnified, O Christ, * the Theotokos who bore You. * From her You donned a body * susceptible to passion like ours, O Maker; * it delivers us from the ignorance of our offenses. * All our generations call her blessed, and we magnify You. (2)

Τροπάρια.

Troparia.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι, ἐπάξιον τῆς θείας βασιλείας, γνώμην ἀναλάβετε ἔμφρονα, τοῖς σοῖς Ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον. (δίς)

"Having cast off every stain * of the passions, take upon yourselves a prudent disposition * worthy of the Kingdom and rule of God." * Thus You spoke to Your Apostles beforehand, O Wisdom of all. * "In which Kingdom, you shall be * glorified and shining brighter than the sun." (2)

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἀφορῶντες εἰς ἐμέ, εἶπας Κύριε τοῖς σεαυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοῖς ταπεινοῖς· ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ Πατρός, ἐμοὶ συνδοξασθήσεσθε. (δίς)

"An example take from Me," * You, O Lord, said to Your disciples. * "Do not have a haughty mind, * but rather associate with whatever is humble. * And you shall indeed drink the cup that I myself am drinking. * And in the Kingdom of My Father * you shall be with Me together glorified." (2)

Καταβασία.

Katavasia.

Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων. Ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν.

You have magnified, O Christ, * the Theotokos who bore You. * From her You donned a body * susceptible to passion like ours, O Maker; * it delivers us from the ignorance of our offenses. * All our generations call her blessed, and we magnify You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰωνων.

For all the powers of heaven praise You and give You glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΧΟΡΟΣ

CHOIR

Ἐξαποστειλάρια.

Exaposteilaria.

Ἦχος γʹ. Αὐτόμελον.

Mode 3. Automelon.

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθῳ ἐν αὐτῷ· λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με. (ἐκ γʹ)

O my Savior, now I see * Your wedding hall decorated, * and I have not the garment * needed for me to enter it. * Make this raiment of my soul brightly shine, * O Giver-of-Light, and save me. (3) [SD]

Οἱ Αἶνοι. Ἦχος αʹ.

Lauds. Mode 1.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS]

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS]

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἰδιόμελον. Ἦχος αʹ.

Idiomelon. Mode 1.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS]

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS]

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθὼς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς· ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ· Οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

As the Lord was coming to His voluntary Passion, He said to the Apostles on the way, "Behold, we are going up to Jerusalem, and the Son of man will be betrayed, as it is written of Him." Come, then, and with our minds now purified, let us also go with Him and be crucified with Him and die for Him to the pleasures of this life, so that we may also live with Him and hear Him when He says, "No longer am I going up to the earthly Jerusalem to suffer there, but rather I am ascending to my Father and your Father, and to my God and your God as well. And I will raise you up with me to the Jerusalem on high in the Kingdom of heaven." [SD]

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS]

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS]

Φθάσαντες πιστοί, τὸ σωτήριον πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν· ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

We have arrived, O faithful, at the saving Passion of Christ our God. Let us glorify His ineffable forbearance, so that in His tender mercy He might raise us with himself, deadened by sin as we are, for He is good and loves humanity. [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Κύριε, ἐρχόμενος πρὸς τὸ πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ' ἰδίαν παραλαβῶν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι προφήτην πάντα οὐ γέγραπται, εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν. Ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν, καὶ ζωὴν τὴν αἰώνιον.

Lord, as You were coming to Your Passion, You took Your disciples aside and spoke to them privately to strengthen them. "How have you forgotten the words that I said to you before, that according to the Scriptures no prophet should be killed except in Jerusalem? The time of which I spoke to You is now at hand. Behold, I am betrayed into the hands of sinners, to be mocked by them. They will nail me to a cross and hand me over to be buried, and they will consider me an abomination, because I will be dead. But you, take courage, for I will rise on the third day, bringing the faithful exultant joy and eternal life." [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δοξολογία (διαβαστά)

Doxology (read)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. Amen. Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy and compassion and love for mankind, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, dwelling on high and beholding things below and, with your eye that observes all, keeping watch over the whole creation, to you we have bowed the neck of our soul and body, and we beseech you, O Holy of Holies: Stretch forth your invisible hand from your holy dwelling and bless us all. And, as you are good and love humankind, pardon us if we have sinned in anything, voluntarily or involuntarily, granting us your blessings both of this world and of the world above.

ΙΕΡΕΥΣ

PRIEST

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours it is to show mercy and to save us, O our God, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

(Ἀμήν.)

(Amen.)

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα.

Aposticha.

Ἦχος πλ. αʹ. Ἰδιόμελον.

Mode pl. 1. Idiomelon.

Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόῤῥητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ἠτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις· ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου· ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν· Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.

Lord, the mother of the sons of Zebedee did not grasp the ineffable mystery of Your dispensation; she asked You to give her sons the honors of a temporal kingdom. But instead of this, You promised Your friends that they would drink the cup of death; and You said that before they would drink this cup, You yourself would drink it, for the expiation of sins. Therefore we cry out to You, the salvation of our souls: Glory to You. [SD]

Ἦχος πλ. αʹ. Ἰδιόμελον.

Mode pl. 1. Idiomelon.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]

Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω· ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γὰρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.

Lord, as You were training Your disciples to have their mind set on perfection, You told them not to imitate the Gentiles in lording it over the least of Your servants. "It shall not be so with You, my disciples; for I am poor because I want to be. So let the first among you be the minister and servant of all. Let the ruler be as the one being ruled, the preeminent as the one who is last; for I myself have come to minister to Adam in his poverty, and to give my life as a ransom for the many who cry to me: Glory to You." [SD]

Ἦχος πλ. δʹ. Ἰδιόμελον.

Mode pl. 4. Idiomelon.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]

Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

Being frightened by the punishment of the fig tree, which withered because it did not bear fruit, O brethren, let us bring worthy fruits of repentance to Christ, who grants us His great mercy. [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρῶν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείαις, ὑποσκελῖσαι τὸν Ἰωσήφ· ἀλλ' αὐτὸς καταλιπῶν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

The serpent, finding the Egyptian woman to be a second Eve through the words she spoke, hastened through flattery to cause Joseph to fall. But Joseph abandoned his garment, and thus he fled from sin. And though he was naked, he was unashamed, like Adam, the first man, was before he disobeyed. At his entreaties, O Christ, have mercy on us. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ύψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον.

Kontakion.

Ὁ Ἰακὼβ ὠδύρετο τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.

Jacob lamented the loss of Joseph; yet the courageous one sat on a chariot, honored as a king. For by refusing to be enslaved by the pleasures of the Egyptian woman, he was later glorified in return by Him who sees men's hearts and deals out the imperishable crown.

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed are You, Christ our God, always now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and love mankind.

(Ἀμήν.)

(Amen.)

Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ

Prayer of St. Ephraim

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.

O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Instead, grant me, your servant, the spirit of prudence, humility, patience and love.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother.

Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you are blessed unto the ages of ages. Amen. [HC]

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Εὐλόγησον.

Father, bless!

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Ἐρχόμενος ὁ Κύριος ἐπὶ τὸ ἑκούσιον πάθος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who is coming to His voluntary Passion for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

Conclusion, i.e. "Through the prayers..."

Conclusion, i.e. "Through the prayers..."

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)