2020

2020

Τῇ Τετάρτῃ | Τῌ Αʹ ΑΠΡΙΛΙΟΥ

On Wednesday | April 1

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ϞΑʹ (91).

Psalm 91 (92).

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ Ὀνόματί σου, Ύψιστε.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High.

Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου καθ' ἑκάστην.

To proclaim Your mercy in the morning and Your truth each day. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Κεφ. ΜΑʹ, 4-14

Is 41:4-14

Οὕτω λέγει Κύριος· Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, τότε μὲν ἐρεῖ. Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αυτά, καὶ οὐ κινηθήσονται. Σὺ δὲ Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπʹ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ· μετὰ σοῦ γὰρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε, ὅτι ἐγὼ ὁ Θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ βοηθός σου, μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός, ὁ λυτρούμενός σε, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Thus says the Lord: “I, God, am the first, and into the future I Am. The Gentiles saw His righteousness and feared. The ends of the earth drew near and came together, each one judging for his neighbor, that he might help his brother. One will say, ‘The craftsman is strong, as is the metalworker who strikes with the hammer and forges at the same time.’ Sometimes one will say, ‘It is put together well, and they fastened it with nails. They arranged them, and they shall not be moved.’ But you, O Israel, are My servant, and Jacob, whom I chose, the seed of Abraham, whom I loved. I took you from the ends of the earth, and called you from its height. I said to you, ‘You are My servant. I chose you, and have not forsaken you. Fear not, for I am with you. Do not go astray, for I am your God who strengthens you; and I will help and secure you with My righteous right hand.’ Behold, all your adversaries shall be put to shame and disgraced. For they shall be as though they did not exist, and all who oppose you shall perish. You shall seek but not find the men who rage against you, for those who war against you shall be as though they did not exist. For I am your God who holds your right hand, saying to you, ‘Fear not.’ O Jacob, O Israel, few in number, I will help you, and I will redeem you, O Israel.” [SAAS]

Προκείμενον. Ἦχος βʹ.

Prokeimenon. Mode 2.

Ψαλμὸς ϞΒʹ (92).

Psalm 92 (93).

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty.

Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

The Lord clothed and girded Himself with power. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ϞΓʹ (93).

Psalm 93 (94).

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων.

The Lord is the God of vengeance; the God of vengeance.

Ὑψώθητι ὁ κρίνων τὴν γῆν.

Be exalted, O You who judge the earth. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γε Κεφ. ΙΖʹ, 1-9

Gn 17:1-9

Ἐγένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἀβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων· Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη· καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

When Abram was ninety-nine years old, the Lord appeared to Abram and said to him, “I am your God; be pleasing before Me and blameless. I will establish My covenant between Me and you, and will multiply you exceedingly.” Then Abram fell on his face, and God talked with him, saying, “As for Me, behold, My covenant is with you, and you shall be a father of many nations. No longer shall your name be called Abram, but your name shall be Abraham; for I have made you a father of many nations. I will make you exceedingly fruitful; and I will make nations of you, and kings shall come from you. I will establish My covenant between Me and you and your seed after you in their generations, for an everlasting covenant, to be your God and the God of your seed after you. Also I will give you and your seed after you the land you are occupying as a sojourner, all the land of Canaan, as an everlasting possession; and I will be their God.” Then God said to Abraham, “As for you, you shall keep My covenant, you and your seed after you throughout their generations. [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ϞΕʹ (95).

Psalm 95 (96).

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Oh, sing a new song to the Lord.

ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ Ὄνομα αὐτοῦ.

Sing to the Lord; bless His name. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ Κεφ. ΙΕʹ, 20 - ΙϚʹ, 9

Pr 15:22-33, 36-38; 16:1-5; 15:34-35

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἀνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾍδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σῴζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος δι' ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.

A wise son gladdens a father, but a son without discernment treats his mother with contempt. The paths of one without understanding are in need of discernment, but a man with discernment walks uprightly. Those not honoring councils defer their deliberations, but counsel remains in the hearts of those who resolve to do it. The evil man will not obey counsel, nor will he speak anything appropriate, even something for the common good. The thoughts of a wise man are his ways of life, that he might turn aside and be saved from Hades. The Lord will destroy the houses of the arrogant, but He will strengthen the boundary of a widow. The thinking of the unrighteous man is an abomination to the Lord, but the words of the holy are sacred. He who receives bribes utterly destroys himself, but he who hates the receiving of bribes saves himself. Sins are cleansed by almsgiving and faithfulness, and by the fear of the Lord everyone turns aside from evil. The hearts of the righteous care about faithfulness, but the mouth of the ungodly answers evil things. The ways of righteous men are acceptable before the Lord, and through them even enemies become friends. God is far from the ungodly, but He hears the prayers of the righteous. The eye that beholds good things gladdens the heart, but a good report enriches the bones. He who rejects instruction hates himself, but he who gives heed to reproofs loves his soul. The fear of God is instruction and wisdom, and the beginning of glory will respond to it. All the works of the humble are evident before the Lord, but the ungodly will be destroyed in the evil day. Every high-hearted man is unclean before the Lord, and he who joins hands with the unrighteous will not go unpunished. The beginning of a good way is to do righteous things, and this is more acceptable to God than to offer sacrifices. He who seeks the Lord will find knowledge with righteousness, and those who seek Him rightly will find peace. All the works of the Lord are with righteousness, but the ungodly man is kept for an evil day. Better is a small yield with the righteous than abundant fruits with the unrighteous. Let the heart of a man think righteous things that he may make his steps straight under God. [SAAS]

   

   

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Αʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

On April 1 we commemorate our devout Mother Mary of Egypt.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Μακαρίου, Ἡγουμένου τῆς Μονῆς τῆς καλουμένης Πελεκητῆς.

On this day we also commemorate our devout Father Makarios the Confessor, Abbot of the Hewn Monastery.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Γεροντίου καὶ Βασιλείδου.

On this day we also commemorate the holy martyrs Gerontios and Vasilides.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου καὶ δικαίου Ἄχαζ.

On this day we also commemorate the holy and righteous Ahaz.

Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Εὐθυμίου Σουζδαλιάς τοῦ θαυματουργοῦ, τοῦ Ρώσου.

We also commemorate our devout Russian father Efthymios of Suzdal, the wonder-worker.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.