2019

2019

Τῷ Σαββάτῳ | Τῌ Λʹ ΝΟΕΜΒΡΙΟΥ

On Saturday | November 30

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΣΑΒΒΑΤΟΝ ΚΔʹ ΕΒΔΟΜΑΔΟΣ

SATURDAY OF THE TWENTY-FOURTH WEEK

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to the Corinthians.

2Κορ 11:1-6

2 Cor. 11:1-6

Ἀδελφοί, ὄφελον ἀνείχεσθέ μου μικρόν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς τῆς εἰς τὸν Χριστόν. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων· εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει· ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.

Brethren, I wish you would bear with me in a little foolishness. Do bear with me! I feel a divine jealousy for you, for I betrothed you to Christ to present you as a pure bride to her one husband. But I am afraid that as the serpent deceived Eve by his cunning, your thoughts will be led astray from a sincere and pure devotion to Christ. For if some one comes and preaches another Jesus than the one we preached, or if you receive a different spirit from the one you received, or if you accept a different gospel from the one you accepted, you submit to it readily enough. I think that I am not in the least inferior to these superlative apostles. Even if I am unskilled in speaking, I am not in knowledge; in every way we have made this plain to you in all things. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΙΑʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΛΟΥΚΑ

Saturday of the Eleventh Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ιβʹ 32 - 40

Lk. 12:32-40

Εἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

The Lord said, "Fear not, little flock, for it is your Father's good pleasure to give you the Kingdom. Sell your possessions, and give alms; provide yourselves with purses that do not grow old, with a treasure in the heavens that does not fail, where no thief approaches and no moth destroys. For where your treasure is, there will your heart be also. Let your loins be girded and your lamps burning, and be like men who are waiting for their master to come home from the marriage feast, so that they may open to him at once when he comes and knocks. Blessed are those servants whom the master finds awake when he comes; truly, I say to you, he will gird himself and have them sit at table, and he will come and serve them. If he comes in the second watch, or in the third, and finds them so, blessed are those servants! But know this, that if the householder had known at what hour the thief was coming, he would not have left his house to be broken into. You also must be ready; for the Son of man is coming at an unexpected hour." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's First Letter to the Corinthians.

1Κορ 4:9-16

1 Cor. 4:9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ's sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀποστόλου.

For the Apostle.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

Ιωα αʹ 35 - 52

Jn. 1:35-52

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

At that time, John was standing with two of his disciples; and he looked at Jesus as he walked, and said, "Behold, the Lamb of God!" The two disciples heard him say this, and they followed Jesus. Jesus turned, and saw them following, and said to them, "What do you seek?" And they said to him, "Rabbi" (which means Teacher), "where are you staying?" He said to them, "Come and see." They came and saw where he was staying; and they stayed with him that day, for it was about the tenth hour. One of the two who heard John speak, and followed him, was Andrew, Simon Peter's brother. He first found his brother Simon, and said to him, "We have found the Messiah" (which means Christ). He brought him to Jesus. Jesus looked at him and said, "So you are Simon the son of John? You shall be called Cephas" (which means Peter). The next day Jesus decided to go to Galilee. And he found Philip and said to him, "Follow me." Now Philip was from Bethsaida, the city of Andrew and Peter. Philip found Nathanael, and said to him, "We have found him of whom Moses in the law and also the prophets wrote, Jesus of Nazareth, the son of Joseph." Nathanael said to him, "Can anything good come out of Nazareth?" Philip said to him, "Come and see." Jesus saw Nathanael coming to him, and said of him, "Behold, an Israelite indeed, in whom is no guile!" Nathanael said to him, "How do you know me?" Jesus answered him, "Before Philip called you, when you were under the fig tree, I saw you." Nathanael answered him, "Rabbi, you are the Son of God! You are the King of Israel!" Jesus answered him, "Because I said to you, I saw you under the fig tree, do you believe? You shall see greater things than these." And he said to him, "Truly, truly, I say to you, you will see heaven opened, and the angels of God ascending and descending upon the Son of man." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Λʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

On November 30, we commemorate the holy, glorious, and all-lauded Apostle Andrew the First Called.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας.

On this day we also commemorate our devout father Frumentius, Bishop of India.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.