Ὀκτώηχος

Octoechos

Ἦχος αʹ.

Mode 1.

Τῇ Κυριακῇ Πρωΐ

On Sunday Morning

Τριώδιον

Triodion

Κυριακὴ τῆς Ὀρθοδοξίας

Sunday of Orthodoxy

   

   

ΛΕΙΤΟΥΡΓΙΑ

LITURGY

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: Liturgical Texts courtesy and copyright of Holy Cross Press, Brookline, MA

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the Kingdom of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ἢ ΕΙΡΗΝΙΚΑ

THE LITANY OF PEACE OR GREAT LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Αʹ

THE PRAYER OF THE FIRST ANTIPHON

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος. Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.

Lord, our God, Whose dominion is incomparable and glory incomprehensible; Whose mercy is immeasurable, and love for mankind ineffable: Look upon us and upon this holy house in Your loving-kindness, and grant to us and to those who pray with us Your abundant mercy and compassion.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Αʹ. Ἦχος βʹ.

Antiphon I. Mode 2.

Στίχ. αʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse 1: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. βʹ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse 2: And He established the world, which shall not be moved. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. γʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;

Verse 3: Who shall tell the mighty deeds of the Lord, who shall make all His praises heard? [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Στίχ. δʹ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.

Verse 4: Let those redeemed by the Lord say so, whom He redeemed from the hand of the enemy. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. [GOA]

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

THE SMALL LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Βʹ

THE PRAYER OF THE SECOND ANTIPHON

Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Lord, our God, save Your people and bless Your inheritance. Protect the fullness of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Βʹ. Ἦχος βʹ.

Antiphon II. Mode 2.

Στίχ. αʹ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

Verse 1: Let them give thanks to the Lord for His mercies and His wonders to the sons of men. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. βʹ. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.

Verse 2: Let them exalt Him in the assembly of the people and praise Him in the seat of the elders. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. γʹ. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ.

Verse 3: The eyes of the Lord are on those who fear Him, on those who hope in His mercy. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Στίχ. δʹ. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.

Verse 4: To hear the groaning of those bound, to set free the sons of the slain. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA]

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

THE SMALL LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Γʹ

THE PRAYER OF THE THIRD ANTIPHON

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

Lord, You have granted us to offer these common prayers in unison and have promised that when two or three agree in Your name, You will grant their requests. Fulfill now, O Lord, the petitions of Your servants as may be of benefit to them, granting us in the present age the knowledge of Your truth, and in the age to come eternal life.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You, O God, are good and love mankind, and to You we offer glory, to the Father and to the Son and to the Holy Spirit, now and forever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Γʹ. Ἦχος βʹ.

Antiphon III. Mode 2.

Στίχ. αʹ. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.

Verse 1: Let heaven and earth praise Him, the seas and everything that moves in them. [SAAS]

Στίχ. βʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Verse 2: This is the day the Lord made; let us greatly rejoice and be glad therein. [SAAS]

Στίχ. γʹ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Verse 3: O Lord my God, I shall give thanks to You forever. [SAAS]

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Ἦχος βʹ.

Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

THE SMALL ENTRANCE

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

THE ENTRANCE PRAYER

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Master, Lord our God, Who has established the orders and hosts of angels and archangels in heaven to minister to Your glory, grant that holy angels may enter with us, that together we may celebrate and glorify Your goodness. For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Master, bless the holy entrance.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed be the entrance of Your holy ones always, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΧΟΡΟΣ

CHOIR

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,

Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. [GOA]

ψάλλοντάς σοι, Ἀλληλούϊα.

We sing to You, Alleluia.

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

ΧΟΡΟΣ

CHOIR

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ἦχος αʹ. Αὐτόμελον.

Mode 1. Automelon.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

The stone had been secured with a seal by the Judeans, * and a guard of soldiers was watching Your immaculate body. * You rose on the third day, O Lord * and Savior, granting life unto the world. * For this reason were the powers of heaven crying out to You, O Life-giver: * Glory to Your resurrection, O Christ; * glory to Your kingdom; * glory to Your dispensation, only One who loves mankind. [SD]

Τῆς Ἑορτῆς.

For the Feast.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος βʹ.

Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

Τοῦ Ναοῦ.

(Apolytikion of the Parish Church)

(Τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.)

(The text of the Apolytikion of the local church goes here.)

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. δʹ. Αὐτόμελον.

Mode pl. 4. Automelon.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

O Champion General, I your City now inscribe to you

Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

Triumphant anthems as the tokens of my gratitude,

Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Being rescued from the terrors, O Theotokos.

Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

Inasmuch as you have power unassailable,

Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

From all kinds of perils free me, so that unto you

Ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

I may cry aloud: Rejoice, O unwedded Bride. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE TRISAGION HYMN

Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

O Holy God, Who is resting among the holy ones, praised by the Seraphim with the thrice-holy voice, glorified by the Cherubim, and worshiped by every celestial power, You have brought all things into being out of nothing. You have created man according to Your image and likeness and adorned him with all the gifts of Your grace. You give wisdom and understanding to the one who asks, and You overlook not the sinner, but have set repentance as the way of salvation. You have granted us, Your humble and unworthy servants, to stand even at this hour before the glory of Your holy Altar of sacrifice and to offer to You due worship and praise. Master, accept the Trisagion Hymn also from the lips of us sinners, and visit us in Your goodness. Forgive all our voluntary and involuntary transgressions, sanctify our souls and bodies, and grant that we may worship You in holiness all the days of our lives, through the intercessions of the holy Theotokos and of all the saints who have pleased You throughout the ages.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί...

For You, our God, are holy, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever,

ΔΙΑΚΟΝΟΣ

DEACON

...καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

ΔΙΑΚΟΝΟΣ

DEACON

Δύναμις.

Dynamis.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Κέλευσον, Δέσποτα.

Command, Master.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is He Who comes in the name of the Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Master, bless the throne on high.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and forever and to the ages of ages. Amen.

ΧΟΡΟΣ

CHOIR

Δύναμις.

Dynamis.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. [GOA]

Ὁ Ἀπόστολος

The Epistle

ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

THE FIRST SUNDAY OF LENT

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ. Προσευχὴ τῶν Ἁγίων Τριῶν Παίδων.

Prokeimenon. Mode 4. The Prayer of Azariah.

Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.

Blessed are You, O Lord God of our fathers, for You are praiseworthy and exalted beyond measure unto the ages. [SAAS]

Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ.

Verse: For You are righteous in all You did for us, all You brought on us and on Jerusalem, the holy city of our fathers. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

11:24-26, 32-40

11:24-26, 32-40

Ἀδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν Προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Brethren, by faith Moses, when he was grown up, refused to be called the son of Pharaoh's daughter, choosing rather to share ill-treatment with the people of God than to enjoy the fleeting pleasures of sin. He considered abuse suffered for the Christ greater wealth than the treasures of Egypt, for he looked to the reward. And what more shall I say? For time would fail me to tell of Gideon, Barak, Samson, Jephthah, of David and Samuel and the prophets—who through faith conquered kingdoms, enforced justice, received promises, stopped the mouths of lions, quenched raging fire, escaped the edge of the sword, won strength out of weakness, became mighty in war, put foreign enemies to flight. Women received their dead by resurrection. Some were tortured, refusing to accept release, that they might rise again to a better life. Others suffered mocking and scourging, and even chains and imprisonment. They were stoned, they were sawn in two, they were killed with the sword; they went about in skins of sheep and goats, destitute, afflicted, ill-treated — of whom the world was not worthy — wandering over deserts and mountains, and in dens and caves of the earth. And all these, though well attested by their faith, did not receive what was promised, since God had foreseen something better for us, that apart from us they should not be made perfect. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἦχος δʹ. Ψαλμὸς 98.

Alleluia. Mode 4. Psalm 98.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ.

Verse 1: Moses and Aaron are among His priests, and Samuel is among those who call upon His name. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν.

Verse 2: They called upon the Lord, and He heard them. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

THE PRAYER OF THE HOLY GOSPEL

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Shine in our hearts, O Master Who loves mankind, the pure light of Your divine knowledge, and open the eyes of our mind that we may comprehend the proclamations of Your Gospels. Instill in us also reverence for Your blessed commandments so that, having trampled down all carnal desires, we may lead a spiritual life, both thinking and doing all those things that are pleasing to You. For You, Christ our God, are the illumination of our souls and bodies, and to You we offer up glory, together with Your Father, Who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΠΡΩΤῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

First Sunday in Lent

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

ΔΙΑΚΟΝΟΣ

DEACON

αʹ 43-51

1:43-51

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

At that time, Jesus decided to go to Galilee. And he found Philip and said to him, "Follow me." Now Philip was from Bethsaida, the city of Andrew and Peter. Philip found Nathanael, and he said to him, "We have found him of whom Moses in the law and also the prophets wrote, Jesus of Nazareth, the son of Joseph." Nathanael said to him, "Can anything good come out of Nazareth?" Philip said to him, "Come and see." Jesus saw Nathanael coming to him, and said of him, "Behold, an Israelite indeed, in whom is no guile!" Nathanael said to him, "How do you know me?" Jesus answered him, "Before Philip called you, when you were under the fig tree, I saw you." Nathanael answered him, "Rabbi, you are the son of God! You are the King of Israel!" Jesus answered him, "Because I said to you, I saw you under the fig tree, do you believe? You shall see greater things than these." And he said to him, "Truly, truly, I say to you, you will see heaven opened, and the angels of God ascending and descending upon the Son of man." [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

   

   

THE SERMON

(Κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, τὸ κήρυγμα τοῦ θείου λόγου ἐγίνετο εὐθὺς μετὰ τὰ ἀναγνώσματα.)

(According to ancient tradition, the sermon was delivered following the readings.)

Οἱ ἀκόλουθες λιτανίες συνήθως παραλείποντα.

The following litanies are usually omitted.

Δείξε Λιτανίες

Show Litanies

Η ΜΕΓΑΛΗ ΕΚΤΕΝΗΣ ΙΚΕΣΙΑ ἢ ΔΕΗΣΙΣ

THE LITANY OF FERVENT SUPPLICATION

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord almighty, God of our fathers, we pray You, hear us and have mercy.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the hierodeacons, the monastics, and all our brotherhood in Christ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

EΥΧΗ ΤΗΣ ΕΚΤΝΟΥΣ ΙΚΕΣΙΑΣ

THE PRAYER OF FERVENT SUPPLICATION

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Lord our God, accept this fervent supplication from Your servants, and have mercy on us in accordance with the abundance of Your mercy, and send down Your compassion upon us and upon all Your people who await Your great and rich mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

THE PRAYERS FOR THE CATECHUMENS

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

Catechumens, pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν.

Let us, the faithful, pray for the catechumens.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

That the Lord will have mercy on them.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.

That He will teach them the word of truth.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

That He will reveal to them the gospel of righteousness.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

That He will unite them to His holy, catholic, and apostolic Church.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.

Save them, have mercy on them, help them, and protect them, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Catechumens, bow your heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

THE PRAYER FOR THE CATECHUMENS

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπί τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα, καὶ καταξίωσον αὐτούς, ἐν καιρῷ εὐθέτῳ, τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καί τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου, Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.

Lord our God, Who dwells on high and watches over the humble, You sent forth Your only-begotten Son and God, our Lord Jesus Christ, for the salvation of the human race. Look down upon Your servants, the catechumens, who have inclined their necks to You, and grant them at a proper time the baptism of rebirth, the remission of sins, and the garment of incorruption. Unite them to Your holy, catholic, and apostolic Church, and number them among Your chosen flock.

ΙΕΡΕΥΣ

PRIEST

Ἴνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

So that with us they also may glorify Your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι κατηχούμενοι, προέλθετε. Οἱ Κατηχούμενοι, προέλθετε. Ὅσοι κατηχούμενοι προέλθετε. Μή τις τῶν κατηχουμένων.

Those who are catechumens, depart, catechumens depart, all those who are catechumens, depart. Let none of the catechumens remain.

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

THE SUPPLICATION OF THE FAITHFUL

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σοφία.

Wisdom.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Αʹ

THE FIRST PRAYER OF THE FAITHFUL

Σύ, Κύριε, κατέδειξας ἡμῖν τὸ μέγα τοῦτο τῆς σωτηρίας μυστήριον· σὺ καταξίωσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, γενέσθαι λειτουργοὺς τοῦ ἁγίου σου θυσιαστηρίου· σὺ ἱκάνωσον ἡμᾶς τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος εἰς τὴν διακονίαν ταύτην· ἵνα ἀκατακρίτως στάντες ἐνώπιον τῆς ἁγίας δόξης σου, προσάγωμέν σοι θυσίαν αἰνέσεως· σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Δός, Κύριε, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων δεκτὴν γενέσθαι τὴν θυσίαν ἡμῶν καὶ εὐπρόσδεκτον ἐνώπιόν σου.

You, Lord, revealed to us this great mystery of salvation; You made us, Your humble and unworthy servants, worthy to be ministers of Your holy altar; enable us for this ministry, by the power of Your Holy Spirit, so that we may stand uncondemned before of Your holy glory and offer You a sacrifice of praise; for it is You who effect all in all. Grant, Lord, that our sacrifice for our sins and for those committed in ignorance by the people may be acceptable and well-pleasing before You.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Σοφία.

Wisdom.

__________

__________

Κρύψε Λιτανίες

Hide Litanies

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ

THE SECOND PRAYER OF THE FAITHFUL

Ὁ Θεός, ὁ ἐπισκεψάμενος ἐν ἐλέει καὶ οἰκτιρμοῖς τὴν ταπείνωσιν ἡμῶν· ὁ στήσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου κατενώπιον τῆς ἁγίας δόξης σου, λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ· σὺ ἐνίσχυσον ἡμᾶς, τῇ δυνάμει του Ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην καὶ δὸς ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, εἰς τὸ ἐπικαλεῖσθαι τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἐπὶ τῶν μελλόντων προτίθεσθαι δώρων.

O God, You have visited our lowliness in mercy and compassion. You have set us, Your lowly, sinful, and unworthy servants, to serve at Your holy altar before Your holy glory. Strengthen us for this service with the power of Your Holy Spirit, and grant speech to our lips that we may invoke the grace of Your Holy Spirit upon the gifts that are about to be offered.

ΙΕΡΕΥΣ

PRIEST

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That, ever guarded by Your might, we may ascribe glory to You, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

THE GREAT ENTRANCE

ΧΟΡΟΣ

CHOIR

Τὸ Χερουβικόν.

The Cherubic Hymn.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

Let us, who mystically represent the Cherubim and who sing the thrice-holy hymn to the life-creating Trinity, now lay aside every worldly care. So that we may receive the King of all. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE CHERUBIC HYMN

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δούλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No one bound by carnal desires and pleasures is worthy to approach, draw near, or minister to You, the King of Glory. For to serve You is great and awesome even for the heavenly powers. Yet, because of Your ineffable and immeasurable love for mankind, You impassibly and immutably became man. You, as the Master of all, became our high priest and delivered unto us the sacred service of this liturgical sacrifice without the shedding of blood. Indeed, Lord our God, You alone reign over the celestial and the terrestrial; borne aloft on the cherubic throne, Lord of the Seraphim and King of Israel, the only holy and resting among the holy ones. I now beseech You, Who alone are good and inclined to hear: Look down upon me, Your sinful and unprofitable servant, and cleanse my soul and heart of a wicked conscience; and enable me, by the power of Your Holy Spirit, clothed with the grace of the priesthood, to stand before Your holy Table and celebrate the Mystery of Your holy and pure Body and Your precious Blood. I come before You with my head bowed, and I implore You: Turn not Your face away from me, nor reject me from among Your children, but make me, Your sinful and unworthy servant, worthy to offer these gifts to You. For You are the One Who both offers and is offered, the One Who is received and is distributed, O Christ our God, and to You we offer up glory, with Your Father, Who is without beginning, and Your all-holy and good and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the Lord God remember all of us in His Kingdom always, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Who is invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia. [GOA]

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

THE LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our prayer to the Lord.

ΧΟΡΟΣ

CHOIR

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ

CHOIR

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

THE OFFERTORY PRAYER

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτὴν , ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων, πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ' ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην , καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου, Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.

Lord, our God, You created us and brought us into this life. You have shown us the way to salvation and have bestowed upon us the revelation of heavenly mysteries. You have appointed us to this service by the power of Your Holy Spirit. Grant, therefore, O Lord that we may be accepted as servants of Your new Covenant and ministers of Your holy mysteries. Accept us as we draw near to Your holy altar, according to the multitude of Your mercy, that we may be worthy to offer You this spiritual sacrifice without the shedding of blood, for our sins and for the transgressions of Your people. Grant that, having accepted this sacrifice upon Your holy, heavenly, and spiritual altar as an offering of spiritual fragrance, You may in return send down upon us the grace of Your Holy Spirit. Look upon us, O God, and consider our worship; and accept it as You accepted the gifts of Abel, the sacrifices of Noah, the burnt offerings of Abraham, the priestly offices of Moses and Aaron, and the peace offerings of Samuel. As You accepted this true worship from Your holy apostles, accept also in Your goodness, O Lord, these gifts from the hands of us sinners, that being deemed worthy to serve at Your holy altar without blame, we may obtain the reward of the faithful stewards on the fearful day of Your just judgment.

ΙΕΡΕΥΣ

PRIEST

Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the mercies of Your only begotten Son, with Whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Let us love one another, that with oneness of mind we may confess:

ΧΟΡΟΣ

CHOIR

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Father, Son, and Holy Spirit: Trinity, one in essence and undivided. [GOA]

Ἤ, ἐν συλλειτούργῳ, τὸ ἑξῆς·

Or, for concelebrations:

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

The doors! The doors! In wisdom, let us be attentive!

ΛΑΟΣ

PEOPLE

THE SYMBOL OF OUR FAITH

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

I believe in one God, Father Almighty, Creator of heaven and earth and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages. Light of Light, true God of true God, begotten not created, of one essence with the Father through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate. He suffered and was buried. And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father. And He will come again with glory to judge the living and dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead and the life of the age to come. Amen. [GOA]

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

THE HOLY ANAPHORA

ΔΙΑΚΟΝΟΣ

DEACON

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.

Let us stand aright! Let us stand in awe! Let us be attentive, that we may present the Holy Offering in peace.

ΧΟΡΟΣ

CHOIR

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

A mercy of peace, a sacrifice of praise.

ΙΕΡΕΥΣ

PRIEST

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

The grace of our Lord Jesus Christ, and the love of God and Father, and the communion of the Holy Spirit, be with you all.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετά τοῦ πνεύματός σου.

And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Ἄνω σχῶμεν τὰς καρδίας.

Let us lift up our hearts.

ΧΟΡΟΣ

CHOIR

Ἔχομεν πρὸς τὸν Κύριον.

We lift them up to the Lord.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Let us give thanks to the Lord.

ΧΟΡΟΣ

CHOIR

Ἄξιον καὶ δίκαιον.

It is proper and right.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Ὢν, Δέσποτα, Κύριε Θεέ, Πάτερ Παντοκράτορ προσκυνητέ, ἄξιον ὡς ἀληθῶς, καὶ δίκαιον καὶ πρέπον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν τὸν μόνον ὄντως ὄντα Θεόν, καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν, ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας. Καὶ τὶς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου; ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις σου; ἢ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἐν παντὶ καιρῶ; Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ γῆς, καὶ πάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὁ καθήμενος ἐπὶ θρόνου δόξης, καὶ ἐπιβλέπων ἀβύσσους, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος, τῆς ἐλπίδος ἡμῶν, ὃς ἐστιν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σε τὸν Πατέρα, Λόγος ζῶν, Θεὸς ἀληθινός, ἡ πρὸ αἰώνων σοφία, ζωή, ἁγιασμός, δύναμις, τὸ φῶς τὸ ἀληθινόν, παρ' οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐξεφάνη, τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀρραβὼν τῆς μελλούσης κληρονομίας, ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, παρ' οὗ πᾶσα κτίσις λογική τε καὶ νοερά, δυναμουμένη, σοὶ λατρεύει, καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν, ὅτι τὰ σύμπαντα δοῦλα σά· Σὲ γὰρ αἰνοῦσιν Ἄγγελοι, Ἀρχάγγελοι, θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, καὶ τὰ πολυόμματα Χερουβείμ, Σοὶ παρίστανται κύκλῳ τὰ Σεραφείμ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον, ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.

Master, Lord, God, worshipful Father almighty, it is truly just and right to the majesty of Your holiness to praise You, to hymn You, to bless You, to worship You, to give thanks to You, to glorify You, the only true God, and to offer to You this our spiritual worship with a contrite heart and a humble spirit. For You have given us to know Your truth. Who is worthy to praise Your mighty acts? Or to make known all Your praises? Or tell of all Your wonderful deeds at all times? Master of all things, Lord of heaven and earth, and of every creature visible and invisible, You are seated upon the throne of glory and behold the depths. You are without beginning, invisible, incomprehensible, beyond words, unchangeable. You are the Father of our Lord Jesus Christ, who is the great God and Savior of our hope, the image of Your goodness, the true seal of revealing in Himself You, the Father. He is the living Word, the true God, eternal wisdom, life, sanctification, power, and the true light. Through Him the Holy Spirit was manifested, the spirit of truth the gift of Sonship, the pledge of our future inheritance, the first fruits of eternal blessings, the life giving power, the source of sanctification through whom every rational and spiritual creature is made capable of worshiping You and giving You eternal glorification, for all things are subject to You. For You are praised by the angels, archangels, thrones, dominions, principalities, authorities, powers, and the many eyed Cherubim. Round about You stand the Seraphim, one with six wings and the other with six wings; with two they cover their faces; with two they cover their feet; with two they fly, crying out to one another with unceasing voices and everresounding praises:

ΙΕΡΕΥΣ

PRIEST

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·

Singing the triumphal hymn, exclaiming, proclaiming, and saying...

ΧΟΡΟΣ

CHOIR

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις.

Holy, holy, holy, Lord Sabaoth, heaven and earth are filled with Your glory. Hosanna in the highest. Blessed is He Who comes in the name of the Lord. Hosanna in the highest. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μετὰ τούτων τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ, ὡς ἀληθῶς, καὶ πανάγιος, καὶ οὐκ ἔστι μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ καὶ κρίσει ἀληθινῇ πάντα ἐπήγασες ἡμῖν· πλάσας γὰρ τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ εἰκόνι τῇ σῇ, ὁ Θεός, τιμήσας, τέθεικας αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἀθανασίαν ζωῆς, καὶ ἀπόλαυσιν αἰωνίων ἀγαθῶν, ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου, ἐπαγγειλάμενος αὐτῷ, ἀλλὰ παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος αὐτόν, καὶ τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξωρίσας αὐτὸν ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ Παραδείσου εἰς τὸν κόσμον τοῦτον, καὶ ἀπέστρεψας εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, οἰκονομῶν αὐτῷ τὴν ἐκ παλιγγενεσίας σωτηρίαν, τὴν ἐν αὐτῷ τῷ Χριστῷ σου· οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου εἰς τέλος, ὃ ἐποίησας, ἀγαθέ, οὐδὲ ἐπελάθου ἔργου χειρῶν σου, ἀλλ' ἐπεσκέψω πολυτρόπως, διὰ σπλάγχνα ἐλέους σου. Προφήτας ἐξαπέστειλας, ἐποίησας δυνάμεις διὰ τῶν Ἁγίων σου, τῶν καθ' ἑκάστὴν γενεὰν εὐαρεστησάντων σοι, ἐλάλησας ἡμῖν διὰ στόματος τῶν δούλων σου τῶν Προφητῶν, προκαταγγέλλων ἡμῖν τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, νόμον ἔδωκας εἰς βοήθειαν, Ἀγγέλους ἐπέστησας φύλακας. Ὅτε δὲ ἦλθε τὰ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, ὅς, ὢν ἀπάγαυσμα τῆς δόξης σου, καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί, ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου, καὶ ἐμπολιτευσάμενος τῷ κόσμω τούτῳ, δοὺς προστάγματα σωτηρίας, ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καὶ καθαρίσας ἐν ὕδατι, καὶ ἁγιάσας τῷ Πνεύματι τῷ ἁγίῳ, ἔδωκεν ἑαυτόν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθᾳ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ Σταυροῦ εἰς τόν, ᾍδην, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ πάντα, ἔλυσε τάς ὀδύνας τοῦ θανάτου, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγόν τῆς ζωῆς, ἐγένετο ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ἦ αὐτὸς τὰ πάντα ἐν πᾶσι πρωτεύων· καὶ ἀνελθὼν εἰς τοὺς οὐρανούς, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης σου ἐν ὑψηλοῖς, ὃς καὶ ἥξει, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κατέλιπε δὲ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους ταῦτα, ἃ προτεθείκαμεν ἐνώπιόν σου, κατὰ τὰς αὐτοῦ ἐντολάς. Μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἑκούσιον, καὶ ἀοίδιμον καὶ ζωοποιὸν αὐτοῦ θάνατον, τῇ νυκτί, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας·

Together with these blessed powers, loving Master we sinners also cry out and say: Truly You are holy and most holy, and there are no bounds to the majesty of Your holiness. You are holy in all Your works, for with righteousness and true judgment You have ordered all things for us. For having made man by taking dust from the earth, and having honored him with Your own image, O God, You placed him in a garden of delight, promising him eternal life and the enjoyment of everlasting blessings in the observance of Your commandments. But when he disobeyed You, the true God who had created him, and was led astray by the deception of the serpent becoming subject to death through his own transgressions, You, O God, in Your righteous judgment, expelled him from paradise into this world, returning him to the earth from which he was taken, yet providing for him the salvation of regeneration in Your Christ. For You did not forever reject Your creature whom You made, O Good One, nor did You forget the work of Your hands, but because of Your tender compassion, You visited him in various ways: You sent forth prophets; You performed mighty works by Your saints who in every generation have pleased You. You spoke to us by the mouth of Your servants the prophets, announcing to us the salvation which was to come; You gave us the law to help us; You appointed angels as guardians. And when the fullness of time had come, You spoke to us through Your Son Himself, through whom You created the ages. He, being the splendor of Your glory and the image of Your being, upholding all things by the word of His power, thought it not robbery to be equal with You, God and Father. But, being God before all ages, He appeared on earth and lived with humankind. Becoming incarnate from a holy Virgin, He emptied Himself, taking the form of a servant, conforming to the body of our lowliness, that He might change us in the likeness of the image of His glory. For, since through man sin came into the world and through sin death, it pleased Your only begotten Son, who is in Your bosom, God and Father, born of a woman, the holy Theotokos and ever virgin Mary; born under the law, to condemn sin in His flesh, so that those who died in Adam may be brought to life in Him, Your Christ. He lived in this world, and gave us precepts of salvation. Releasing us from the delusions of idolatry, He guided us to the sure knowledge of You, the true God and Father. He acquired us for Himself, as His chosen people, a royal priesthood, a holy nation. Having cleansed us by water and sanctified us with the Holy Spirit, He gave Himself as ransom to death in which we were held captive, sold under sin. Descending into Hades through the cross, that He might fill all things with Himself, He loosed the bonds of death. He rose on the third day, having opened a path for all flesh to the resurrection from the dead, since it was not possible that the Author of life would be dominated by corruption. So He became the first fruits of those who have fallen asleep, the first born of the dead, that He might be Himself the first in all things. Ascending into heaven, He sat at the right hand of Your majesty on high and He will come to render to each according to His works. As memorials of His saving passion, He has left us these gifts which we have set forth before You according to His commands. For when He was about to go forth to His voluntary, ever memorable, and life-giving death, on the night on which He was delivered up for the life of the world, He took bread in His holy and pure hands, and presenting it to You, God and Father, and offering thanks, blessing, sanctifying, and breaking it:

ΙΕΡΕΥΣ

PRIEST

Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε. τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

He gave it to His holy disciples and apostles saying: Take, eat, this is my body which is broken for you and for the forgiveness of sins.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁμοίως καὶ τὸ ποτήριον ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου λαβών, κεράσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας·

Likewise, He took the cup of the fruit of vine, and having mingled it, offering thanks, blessing, and sanctifying it.

ΙΕΡΕΥΣ

PRIEST

Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

He gave it to His holy disciples and apostles saying: Drink of this all of you. This is my blood of the new Covenant, shed for you and for many, for the forgiveness of sins.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ Παρουσίας,

Do this in remembrance of me. For as often as you eat this Bread and drink this Cup, you proclaim my death, and you confess my resurrection. Therefore, Master, we also, remembering His saving passion and life giving cross, His three-day burial and resurrection from the dead, His ascension into heaven, and enthronement at Your right hand, God and Father, and His glorious and awesome second coming.

ΙΕΡΕΥΣ

PRIEST

Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

Your own of Your own we offer to You, in all and for all.

ΧΟΡΟΣ

CHOIR

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

We praise You, we bless You, we give thanks to You, and we pray to You, Lord our God. [GOA]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Διὰ τοῦτο, Δέσποτα, Πανάγιε καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν (οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς), ἀλλὰ διὰ τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, οὓς ἐξέχεας πλουσίως ἐφ' ἡμᾶς, θαρροῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Ἅγιε, Ἁγίων, εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα, καὶ εὐλογῆσαι αὐτά, καὶ ἁγιάσαι, καὶ ἀναδεῖξαι,

Therefore, most holy Master, we also, Your sinful and unworthy servants, whom You have made worthy to serve at Your holy altar, not because of our own righteousness (for we have not done anything good upon the earth), but because of Your mercy and compassion, which You have so richly poured upon us, we dare to approach Your holy altar, and bring forth the symbols of the holy Body and Blood of Your Christ. We pray to You and call upon You, O Holy of Holies, that by the favor of Your goodness, Your Holy Spirit may come upon us and upon the gifts here presented, to bless, sanctify,

Τὸν μὲν ἄρτον τοῦτον αὐτὸ τὸ τίμιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

And make this bread to be the precious Body of our Lord and God and Savior Jesus Christ.

(Ἀμήν.)

(Amen.)

Τὸ δὲ ποτήριον τοῦτον αὐτὸ τὸ τίμιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

And this cup to be the precious Blood of our Lord and God and Savior Jesus Christ.

(Ἀμήν.)

(Amen.)

Τὸ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.

Shed for the life and salvation of the world.

(Ἀμήν. Ἀμήν. Ἀμήν.)

(Amen. Amen. Amen.)

Ἡμᾶς δὲ πάντας, τοὺς ἐκ τοῦ ἑνὸς Ἄρτου καὶ τοῦ Ποτηρίου μετέχοντας, ἑνώσαις ἀλλήλοις εἰς ἑνὸς Πνεύματος Ἁγίου κοινωνίαν, καὶ μηδένα ἡμῶν εἰς κρῖμα, ἢ εἰς κατάκριμα ποιήσαις μετασχεῖν τοῦ ἁγίου Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ σου, ἀλλ' ἵνα εὕρωμεν ἔλεον καὶ χάριν μετὰ πάντων τῶν, Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

And unite us all to one another who become partakers of the one Bread and the Cup in the communion of the one Holy Spirit. Grant that none of us may partake of the holy Body and Blood of Your Christ to judgment or condemnation; but, that we may find mercy and grace with all the saints who through the ages have pleased You: forefathers, fathers, patriarchs, prophets, apostles, preachers, evangelists, martyrs, confessors, teachers, and every righteous spirit made perfect in faith.

ΙΕΡΕΥΣ

PRIEST

Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Especially for our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary.

ΧΟΡΟΣ

CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.

In you, O Lady full of grace, rejoices all creation, the orders of Angels and the human race together. O hallowed temple and rational Garden of Paradise, the pride of virgins, from you did God become incarnate, and our God who existed before the ages became a child. For He made your womb a throne for himself, and your body He made wider than the heavens. In you, O Lady full of grace, rejoices all creation. Glory to you. [SD]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου (τοῦ δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν προκεκοιμημένων ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὀνομαστὶ καὶ ὧν βούλεται τεθνεώτων), καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι σοῦ δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος· Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν· Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, αἰχμαλώτους ῥῦσαι, νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι, καὶ μετάλλοις, καὶ ἐξορίαις, καὶ πικραῖς δουλείαις, καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας, καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ Λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν, δι' ἄγνοιαν ἢ λήθην, ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν, καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον, καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον, καὶ τὴν χρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν καὶ χώραν ταύτην, καὶ πᾶσαν πόλιν, καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.

For Saint John the prophet, forerunner, and baptist; for the holy, glorious, and most honorable apostles; for Saint(s) (Name's), whose memory we commemorate today; and for all Your saints, through whose supplications, O God, visit us. Remember also all who have fallen asleep in the hope of the resurrection to eternal life (here the priest commemorates the names of the deceased) . And grant them rest, our God, where the light of Your countenance shines. Again, we pray to You, be mindful of Your holy, catholic, and apostolic Church, which is from one end of the inhabited earth to the other. Grant peace to her which You have obtained with the precious blood of Your Christ. Strengthen also this holy house to the end of the ages. Remember, Lord, those who have brought You these gifts, and for whom and through whom and the intentions for which they were offered. Remember, Lord, those who bear fruit and do good works in Your holy churches, and those who remember the poor. Reward them with Your rich and heavenly gifts. Grant them in return for earthly things, heavenly gifts; for temporal, eternal; for corruptible, incorruptible. Remember, Lord, those who are in the deserts, on mountains, in caverns, and in the chambers of the earth. Remember, Lord, those living in chastity and godliness, in asceticism and holiness of life. Remember, Lord, this country and all those in public service whom you have allowed to govern on earth. Grant them profound and lasting peace. Speak to their hearts good things concerning your Church and all your people that through the faithful conduct of their duties we may live peaceful and serene lives in all piety and holiness. Sustain the good in their goodness; make the wicked good through Your goodness. Remember, Lord, the people here presented and those who are absent with good cause. Have mercy on them and on us according to the multitude of Your mercy. Fill their treasuries with every good thing; preserve their marriages in peace and harmony; nurture the infants; instruct the youth; strengthen the aged; give courage to the faint hearted; reunite those separated; bring back those in error and unite them to Your holy, catholic, and apostolic Church. Free those who are held captive by unclean spirits; sail with those who sail; travel with those who travel; defend the widows; protect the orphans; liberate the captives; heal the sick. Remember, Lord, those who are in mines, in exile, in harsh labor, and those in every kind of affliction, necessity, or distress; those who entreat your loving kindness; those who love us and those who hate us; those who have asked us to pray for them, unworthy though we may be. Remember, Lord our God, all Your people, and pour out Your rich mercy upon them, granting them their petitions for salvation. Remember, O God, all those whom we have not remembered through ignorance, forgetfulness or because of their multitude since You know the name and age of each, even from their mother's womb. For You, Lord, are the helper of the helpless, the hope of the hopeless, the savior of the afflicted, the haven of the voyager, and the physician of the sick. Be all things to all, You who know each person, his requests, his household, and his need. Deliver this community and city, O Lord, and every city and town, from famine, plague, earthquake, flood, fire, sword, invasion of foreign enemies, and civil war.

ΙΕΡΕΥΣ

PRIEST

Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος). ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Among the first remember, Lord, (episcopal rank) (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

And remember those whom each one of us has in mind, and all the people.

ΧΟΡΟΣ

CHOIR

Καὶ πάντων καὶ πασῶν.

And all the people.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος, συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς, εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Remember, Lord, all Orthodox bishops who rightly teach the word of Your truth. Remember Lord, my unworthiness according to the multitude of Your mercies; forgive my every transgression, both voluntary and involuntary. Do not take away the grace of Your Holy Spirit from these gifts presented because of my sins. Remember, Lord, the presbyters, the diaconate in Christ, and every order of the clergy, and do not confound any of us who stand about Your holy altar. Visit us with Your goodness, Lord; manifest Yourself to us through Your rich compassion. Grant us seasonable weather and fruitful seasons; send gentle showers upon the earth so that it may bear fruit; bless the crown of the year of Your goodness. Prevent schism in the Church; pacify the raging of the heathen. Quickly stop the uprisings of heresies by the power of Your Holy Spirit. Receive us all into Your kingdom. Declare us to be sons and daughters of the light and of the day. Grant us Your peace and love, Lord our God, for You have given all things to us.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And grant that with one voice and one heart we may glorify and praise Your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.

And the mercies of our great God and Savior, Jesus Christ, be with you all.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Having commemorated all the saints, again and again, in peace, let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented and consecrated, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.

That our God Who loves mankind, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ' ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν, κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.

Our God, the God who saves, You teach us justly to thank You for the good things which You have done and still do for us. You are our God who has accepted these Gifts. Cleanse us from every defilement of flesh and spirit, and teach us how to live in holiness by Your fear, so that receiving the portion of Your holy Gifts with a clear conscience we may be united with the holy Body and Blood of Your Christ. Having received them worthily, may we have Christ dwelling in our hearts, and may we become the temple of Your Holy Spirit. Yes, our God, let none of us be guilty before these, Your awesome and heavenly Mysteries, nor be infirm in body and soul by partaking of them unworthily. But enable us, even up to our last breath, to receive a portion of Your holy Gifts worthily, as provision for eternal life and as an acceptable defense at the awesome judgment seat of Your Christ. So that we also, together with all the saints who through the ages have pleased You, may become partakers of Your eternal good things, which You, Lord, have prepared for those who love You.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:

ΛΑΟΣ

PEOPLE

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

THE LORD'S PRAYER

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.

Lord Master, the Father of mercies and God of every consolation, bless sanctify, guard, fortify, and strengthen those who have bowed their heads to You. Distance them from every evil deed. Lead them to every good work and make them worthy to partake without condemnation of these, Your most pure and life-giving Mysteries, for the forgiveness of sins and for the communion of the Holy Spirit.

ΙΕΡΕΥΣ

PRIEST

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace, compassion, and love for mankind of Your only begotten Son, with whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

THE HOLY COMMUNION

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your Kingdom, and come to sanctify us, You Who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΙΕΡΕΥΣ

PRIEST

Τα Ἅγια τοῖς Ἁγίοις.

The Holy Gifts for the holy people of God.

ΧΟΡΟΣ

CHOIR

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen. [GOA]

ΛΑΟΣ

PEOPLE

ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ

Prayers of Holy Communion

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, Who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy upon me, and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure Mysteries for the remission of sins and for eternal life. Amen.

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν μὲ ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.

How shall I, who am unworthy, enter into the splendor of Your saints? If I should dare to enter into the bridal chamber, my vesture will condemn me, since it is not a wedding garment; and being bound up, I shall be cast out by the angels. Cleanse, O Lord, the filth of my soul, and save me, as You are the one Who loves mankind. In Your love, Lord, cleanse my soul, and save me.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Master Who loves mankind, Lord Jesus Christ, my God, let not these Holy Gifts be to my judgment because I am unworthy, but rather for the purification and sanctification of both soul and body and the pledge of the life and Kingdom to come. It is good for me to cleave unto God and to place in Him the hope of my salvation.

Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, [ὅταν ἔλθῃς] ἐν τῇ Βασιλείᾳ σου.

O Son of God, receive me today as a partaker of Your mystical supper. For I will not speak of the mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the thief, I confess to You: Remember me, Lord, in Your Kingdom.

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν. Ψαλμὸς 148.

Communion Hymn. Psalm 148.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Praise the Lord from the heavens, praise Him in the highest. Alleluia. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

With the fear of God, faith, and love, draw near.

Καὶ γίνεται ἡ μετάληψις τοῦ Λαοῦ. Λαμβάνει ὁ Ἱερεὺς ἀπὸ τῶν τοῦ Διακόνου χειρῶν τὸ ἅγιον Ποτήριον καὶ μεταδίδωσιν αὐτοῖς λέγων·

And the people receive Holy Communion. The Priest receives the holy Chalice from the hands of the Deacon and begins communing the people, saying to each one:

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ (Ὄνομα) Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον. Ἀμήν.

The servant of God (Name) partakes of the Body and Blood of Christ for the remission of sins and life eternal.

ΧΟΡΟΣ

CHOIR

Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.

Hymns During Holy Communion

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Save, O God, Your people, and bless Your inheritance.

ΧΟΡΟΣ

CHOIR

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

(χαμηλοφώνως)

(in a low voice)

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Wash away, Lord, by Your Holy Blood, the sins of Your servants here remembered through the intercessions of the Theotokos and all Your saints. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὕψωσον, Δέσποτα.

Exalt, Master.

ΙΕΡΕΥΣ

PRIEST

Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Be exalted, O God, above the heavens, and let Your glory be over all the earth.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Blessed is our God.

ΙΕΡΕΥΣ

PRIEST

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Let our mouths be filled with Your praise, O Lord, that we may sing of Your glory, because You have made us worthy to partake of Your Holy Mysteries. Keep us in Your sanctification, that all day long we may meditate upon Your righteousness. Alleluia. Alleluia. Alleluia. [GOA]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ἤ·

or:

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having prayed for a perfect, holy, peaceful, and sinless day, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ

THE THANKSGIVING PRAYER

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ' εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.

We thank You, Lord, our God, for the communion of Your holy, most pure, immortal, and heavenly Mysteries which You have granted us for the benefit, sanctification, and healing of our souls and bodies. Grant, Master of all, that the communion of the holy Body and Blood of Your Christ may become for us faith unashamed, love unfeigned, fulness of wisdom, healing of soul and body, repelling of every hostile adversary, observance of Your commandments, and an acceptable defense at the dread judgment seat of Your Christ.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our sanctification, and to You we give glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐν εἰρήνῃ προέλθωμεν.

Let us go forth in peace.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

THE PRAYER BEHIND THE AMBON

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, Who blesses those who bless You and sanctifies those who put their trust in You, save Your people and bless Your inheritance. Protect the whole body of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You. Grant peace to Your world, to Your churches, to the clergy, to our civic leaders, to the armed forces, and to all Your people. For every good and perfect gift is from above, coming down from You, the Father of lights. To You we give glory, thanksgiving, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γʹ)

Blessed be the name of the Lord from this present time and unto the ages. (3) [SAAS]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἤνυσται καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον·ἔσχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην, εἴδομεν τῆς Ἀναστάσεώς σου τὸν τύπον, ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς, ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς, ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον, χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

The mystery of Your dispensation, O Christ our God, has been accomplished and perfected as far as it is in our power. We have had the memorial of Your death. We have seen the typos of Your resurrection. We have been filled with Your unending life. We have enjoyed Your inexhaustible delight which in the world to come be well pleased to give to us all, through the grace of Your holy and good and life-giving Spirit, now and forever and to the ages of ages.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for mankind, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He Who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

ΧΟΡΟΣ

CHOIR

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

Lord, protect for many years the one who blesses and sanctifies us. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)

Λιτάνευσις τῶν Ἁγίων Εἰκόνων.

Procession of the Holy Icons

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Ἦχος βʹ.

Apolytikion. Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

ΙΕΡΕΥΣ/ΔΙΑΚΟΝΟΣ

PRIEST/DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΑΡΧΙΕΡΕΥΣ/ΙΕΡΕΥΣ

HIERARCH/PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Ἦχος βʹ.

Apolytikion. Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

ΙΕΡΕΥΣ/ΔΙΑΚΟΝΟΣ

PRIEST/DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Again we pray for the blessed memory and eternal repose of all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, emperors, patriarchs, bishops, priests, deacons, hieromonks, deacon-monks, monks, nuns, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives, from the beginning until the end of time; and for the forgiveness of all their sins, both voluntary and involuntary.

(Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτῶν ἡ μνήμη.)

(Eternal be their memory. Eternal be their memory. Eternal be their memory.)

ΑΡΧΙΕΡΕΥΣ/ΙΕΡΕΥΣ

HIERARCH/PRIEST

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the resurrection, the life and the repose of all the departed faithful Orthodox Christians, Christ our God, and to You we give glory, with Your eternal Father and Your all-holy, good and life giving Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Ἦχος βʹ.

Apolytikion. Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

ΙΕΡΕΥΣ/ΔΙΑΚΟΝΟΣ

PRIEST/DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΑΡΧΙΕΡΕΥΣ/ΙΕΡΕΥΣ

HIERARCH/PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Ἦχος βʹ.

Apolytikion. Mode 2.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offences, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

ΙΕΡΕΥΣ/ΔΙΑΚΟΝΟΣ

PRIEST/DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of this holy church, this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasions, civil strife, and accidental death. That our good and loving God may be merciful, gracious and favorable to us by turning and keeping from us all wrath and sickness, and deliver us from His just rebuke, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Hear us, O God our Savior, the hope of all those who live everywhere on earth and those far out at sea or in the air. Be gracious toward our sins, Master, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΑΡΧΙΕΡΕΥΣ/ΙΕΡΕΥΣ

HIERARCH/PRIEST

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you are a merciful and loving God, and to you we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Συνοδικὸν τῆς Ζʹ Οἰκουμενικῆς Συνόδου

Synodikon of the 7th Ecumenical Council

Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν,

As the prophets beheld, as the apostles have taught, as the Church has received, as the teachers have declared, as the world has agreed, as grace has shown forth, as truth has been revealed, as falsehood has been dispelled, as wisdom has become manifest, as Christ awarded;

Οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι,

Thus we declare; thus we affirm; thus we proclaim Christ our true God, and honor His saints in words, writings, thoughts, sacrifices, churches, and holy icons;

Τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες.

On the one hand, worshiping and reverencing Christ as God and Lord, and on the other, honoring the saints as true servants of the same Lord of all, and offering them proper veneration.

Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν.

This is the faith of the apostles. This is the faith of the fathers. This is the faith of the Orthodox. This is the faith on which the world is established.

Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.

Therefore, with fraternal and filial love we praise the heralds of the faith, those who with glory and honor have struggled for the faith, and we say: to the champions of Orthodoxy, 'faithful emperors, most-holy patriarchs, hierarchs, teachers, martyrs, and confessors: May your memory be eternal.

(Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτῶν ἡ μνήμη.)

(Eternal be their memory. Eternal be their memory. Eternal be their memory.)

Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητός τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεικνύσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων.

Let us beseech God that we may be instructed and strengthened by the trials and struggles of these saints, which they endured for the faith even unto death, and by their teachings, entreating that we may to the end imitate their godly life. May we be deemed worthy of obtaining our requests through the mercy and grace of the Great and First Hierarch, Christ our God, through the intercessions of our glorious Lady, the Theotokos and ever-virgin Mary, the divine angels and all the Saints.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος βαρύς.

Prokeimenon. Grave Mode.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Who is so great a God as our God? You alone are the God who does wonders. [SAAS]

Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Verse: You made known Your power among the peoples.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Who is so great a God as our God? You alone are the God who does wonders.

Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Verse: I said, "Now I am beginning to see; this change is by the right hand of the Most High."

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Who is so great a God as our God? You alone are the God who does wonders.

Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Verse: I remembered the Lord's works, for I will remember Your wonders of old.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Who is so great a God as our God? You alone are the God who does wonders.