Πεντηκοστάριον

Pentecostarion

Κυριακὴ τοῦ Θωμᾶ

Thomas Sunday

Μηναῖον

Menaion

Τῌ ΚΓʹ ΑΠΡΙΛΙΟΥ

April 23

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.

Memory of the Holy and Glorious Great Martyr George the Trophy-bearer

   

   

ΛΕΙΤΟΥΡΓΙΑ

LITURGY

Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are from: The Divine Liturgy of St. John Chrysostom (© 2016) used with permission from the Greek Orthodox Archdiocese of America. This text was produced by the Greek Orthodox Archdiocese of America and approved by the Ecumenical Patriarchate.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the Kingdom of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ἢ ΕΙΡΗΝΙΚΑ

THE LITANY OF PEACE OR GREAT LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Αʹ

THE PRAYER OF THE FIRST ANTIPHON

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος. Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.

Lord, our God, Whose dominion is incomparable and glory incomprehensible; Whose mercy is immeasurable, and love for mankind ineffable: Look upon us and upon this holy house in Your loving-kindness, and grant to us and to those who pray with us Your abundant mercy and compassion.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς ΞΕʹ (65).

Antiphon I. Mode 2. Psalm 65 (66).

Στίχ. αʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Verse 1: Shout to God, all the earth.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. (GOA)

Στίχ. βʹ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν αἰνέσει αὐτοῦ.

Verse 2: Sing now to His name; give glory to His praise.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. (GOA)

Στίχ. γʹ. Εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Verse 3: Say to God, "How fearful are Your works; in the greatness of Your power Your enemies will lie to You."

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. (GOA)

Στίχ. δʹ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.

Verse 4: Let all the earth worship You and sing to You; let them sing to Your name.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. (GOA)

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us. (GOA)

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

THE SMALL LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Βʹ

THE PRAYER OF THE SECOND ANTIPHON

Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Lord, our God, save Your people and bless Your inheritance. Protect the fullness of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς ΞϚʹ (66).

Antiphon II. Mode 2. Psalm 66 (67).

Στίχ. αʹ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ' ἡμᾶς.

Verse 1: May God be gracious to us, and bless us; may He cause His face to shine upon us.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead, we sing to You, Alleluia. (GOA)

Στίχ. βʹ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Verse 2: That we may know His way on the earth, Your salvation among all the Gentiles.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead, we sing to You, Alleluia. (GOA)

Στίχ. γʹ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Verse 3: Let the peoples give thanks to You, O God; let all the peoples praise You.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead, we sing to You, Alleluia. (GOA)

Στίχ. δʹ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Verse 4: May God bless us, and let all the ends of the earth be in fear of Him.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, risen from the dead, we sing to You, Alleluia. (GOA)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one [of] the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. (GOA)

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

THE SMALL LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Γʹ

THE PRAYER OF THE THIRD ANTIPHON

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

Lord, You have granted us to offer these common prayers in unison and have promised that when two or three agree in Your name, You will grant their requests. Fulfill now, O Lord, the petitions of Your servants as may be of benefit to them, granting us in the present age the knowledge of Your truth, and in the age to come eternal life.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You, O God, are good and love mankind, and to You we offer glory, to the Father and to the Son and to the Holy Spirit, now and forever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Γʹ. Ἦχος πλ. αʹ. Ψαλμὸς ΞΖʹ (67).

Antiphon III. Mode pl. 1. Psalm 67 (68).

Στίχ. αʹ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Verse 1: Let God arise, and let His enemies be scattered, and let those who hate Him flee from before His face.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

Στίχ. βʹ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Verse 2: As smoke vanishes, so let them vanish, as wax melts before the fire.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

Στίχ. γʹ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Verse 3: So shall the sinners perish from the face of God. And let the righteous be glad.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

Στίχ. δʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Verse 4: This is the day the Lord made; let us greatly rejoice and be glad therein.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

THE SMALL ENTRANCE

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

THE ENTRANCE PRAYER

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Master, Lord our God, Who has established the orders and hosts of angels and archangels in heaven to minister to Your glory, grant that holy angels may enter with us, that together we may celebrate and glorify Your goodness. For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Master, bless the holy entrance.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed be the entrance of Your holy ones always, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ

CLERGY

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,

Bless God in the churches, the Lord from the fountains of Israel. Save us, O Son of God, risen from the dead, (SAAS)

ΧΟΡΟΣ

CHOIR

ψάλλοντάς σοι, Ἀλληλούϊα.

we sing to You, Alleluia.

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

Ἀπολυτίκιον. Τῆς Ἑορτῆς.

Apolytikion. For the Feast.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βαρύς.

Grave Mode.

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

O Life, You rose from the sepulcher, even though the tomb was secured with a seal, O Christ God. And though the doors had been bolted, You came to Your disciples, O Resurrection of all. Through them You renew a right spirit in us, according to Your great mercy. (SD)

Τοῦ Ἁγίου.

For the Saint.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἠχος δʹ.

Mode 4.

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

As the one renowned for setting captives free and for defending those in poverty, the physician of the sick and the champion of emperors, great and victorious Martyr George, intercede with Christ our God, beseeching Him to save our souls. (SD)

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Though You went down into the tomb, O Immortal One, yet You brought down the dominion of Hades; and You rose as the victor, O Christ our God; and You called out "Rejoice" to the Myrrh-bearing women, and gave peace to Your Apostles, O Lord who to the fallen grant resurrection. (SD)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE TRISAGION HYMN

Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

O Holy God, Who is resting among the holy ones, praised by the Seraphim with the thrice-holy voice, glorified by the Cherubim, and worshiped by every celestial power, You have brought all things into being out of nothing. You have created man according to Your image and likeness and adorned him with all the gifts of Your grace. You give wisdom and understanding to the one who asks, and You overlook not the sinner, but have set repentance as the way of salvation. You have granted us, Your humble and unworthy servants, to stand even at this hour before the glory of Your holy Altar of sacrifice and to offer to You due worship and praise. Master, accept the Trisagion Hymn also from the lips of us sinners, and visit us in Your goodness. Forgive all our voluntary and involuntary transgressions, sanctify our souls and bodies, and grant that we may worship You in holiness all the days of our lives, through the intercessions of the holy Theotokos and of all the saints who have pleased You throughout the ages.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί...

For You, our God, are holy, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever,

ΔΙΑΚΟΝΟΣ

DEACON

...καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGION HYMN

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) (GOA)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal. Have mercy on us.

ΔΙΑΚΟΝΟΣ

DEACON

Δύναμις.

Dynamis.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Κέλευσον, Δέσποτα.

Command, Master.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is He Who comes in the name of the Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Master, bless the throne on high.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and forever and to the ages of ages. Amen.

ΧΟΡΟΣ

CHOIR

Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Dynamis. Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

THE READINGS

Ο ΑΠΟΣΤΟΛΟΣ

THE EPISTLE

Τοῦ Μάρτυρος.

For the Martyr.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ΞΓʹ (63).

Prokeimenon. Grave Mode. Psalm 63 (64).

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν.

The righteous man shall be glad in the Lord, and shall hope in Him.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

Verse: Hear my voice, O God, in my supplication. (SAAS)

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(12:1-11)

(12:1-11)

Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ 'Ιάκωβον τὸν ἀδελφὸν 'Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς 'Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ' αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν 'Ιουδαίων.

About that time, Herod the king laid violent hands upon some who belonged to the church. He killed James the brother of John with the sword; and when he saw that it pleased the Jews, he proceeded to arrest Peter also. This was during the days of Unleavened Bread. And when he had seized him, he put him in prison, and delivered him to four squads of soldiers to guard him, intending after the Passover to bring him out to the people. So Peter was kept in prison; but earnest prayer for him was made to God by the Church. The very night when Herod was about to bring him out, Peter was sleeping between two soldiers, bound with two chains, and sentries before the door were guarding the prison; and behold, an angel of the Lord appeared, and a light shone in the cell; and he struck Peter on the side and woke him, saying, "Get up quickly." And the chains fell off his hands. And the angel said to him, "Wrap your mantle around you and follow me." And he went out and followed him; he did not know that what was done by the angel was real, but thought he was seeing a vision. When they had passed the first and the second guard, they came to the iron gate leading into the city. It opened to them of its own accord, and they went out and passed on through one street; and immediately the angel left him. And Peter came to himself, and said, "Now I am sure that the Lord has sent his angel and rescued me from the hand of Herod and from all that the Jewish people were expecting." (RSV)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς ϞΔʹ (94)

Alleluia. Mode pl. 4. Psalm 94 (95).

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Verse 1: Come, let us greatly rejoice in the Lord; let us shout aloud to God our savior.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὅτι Θεὸς μέγας Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Verse 2: For the Lord is a great God, a great King over all the gods.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

THE PRAYER OF THE HOLY GOSPEL

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Shine in our hearts, O Master Who loves mankind, the pure light of Your divine knowledge, and open the eyes of our mind that we may comprehend the proclamations of Your Gospels. Instill in us also reverence for Your blessed commandments so that, having trampled down all carnal desires, we may lead a spiritual life, both thinking and doing all those things that are pleasing to You. For You, Christ our God, are the illumination of our souls and bodies, and to You we offer up glory, together with Your Father, Who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ

THE GOSPEL

Τῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ἤτοι ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ

Thomas Sunday

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΔΙΑΚΟΝΟΣ

DEACON

(κʹ 19 - 31)

(20:19-31)

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

On the evening of that day, the first day of the week, the doors being shut where the disciples were for fear of the Jews, Jesus came and stood among them and said to them: "Peace be with you." When He had said this, He showed them His hands and His side. Then the disciples were glad when they saw the Lord. Jesus said to them again, "Peace be with you. As the Father has sent me, even so I send you." And when He had said this, He breathed on them, and said to them: "Receive the Holy Spirit. If you forgive the sins of any, they are forgiven; if you retain the sins of any, they are retained." Now Thomas, one of the twelve, called the Twin, was not with them when Jesus came. So the other disciples told him: "We have seen the Lord." But he said to them: "Unless I see in His hands the print of the nails, and place my finger in the mark of the nails, and place my hand in His side, I will not believe." Eight days later, His disciples were again in the house, and Thomas was with them. The doors were shut, but Jesus came and stood among them, and said: "Peace be with you." Then He said to Thomas, "Put your finger here, and see my hands; and put out your hand, and place it in my side; do not be faithless, but believing." Thomas answered Him, "My Lord and my God!" Jesus said to Him: "Have you believed because you have seen me? Blessed are those who have not seen and yet believe." Now Jesus did many other signs in the presence of the disciples, which are not written in this book; but these are written that you may believe that Jesus is the Christ, the Son of God, and that believing you may have life in His name. (RSV)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord. Glory to You.

   

   

THE SERMON

(Κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, τὸ κήρυγμα τοῦ θείου λόγου ἐγίνετο εὐθὺς μετὰ τὰ ἀναγνώσματα.)

(According to ancient tradition, the sermon was delivered following the readings.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ

THE SECOND PRAYER OF THE FAITHFUL

Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Again and countless times we fall down before You, and we implore You, O Good One, Who loves mankind: That You, having regarded our prayer, may cleanse our souls and bodies from every defilement of flesh and spirit, and grant to us to stand before Your holy Altar of sacrifice, free of guilt and condemnation. Grant also, O God, to those who pray with us, progress in life, faith, and spiritual understanding. Grant that they always worship You with awe and love, partake of Your Holy Mysteries without guilt or condemnation, and be deemed worthy of Your celestial Kingdom.

ΙΕΡΕΥΣ

PRIEST

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That, ever guarded by Your might, we may ascribe glory to You, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

THE GREAT ENTRANCE

ΧΟΡΟΣ

CHOIR

Τὸ Χερουβικόν.

The Cherubic Hymn.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

Let us, who mystically represent the Cherubim and who sing the thrice-holy hymn to the life-creating Trinity, now lay aside every worldly care. So that we may receive the King of all. (GOA)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

THE PRAYER OF THE CHERUBIC HYMN

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δούλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No one bound by carnal desires and pleasures is worthy to approach, draw near, or minister to You, the King of Glory. For to serve You is great and awesome even for the heavenly powers. Yet, because of Your ineffable and immeasurable love for mankind, You impassibly and immutably became man. You, as the Master of all, became our high priest and delivered unto us the sacred service of this liturgical sacrifice without the shedding of blood. Indeed, Lord our God, You alone reign over the celestial and the terrestrial; borne aloft on the cherubic throne, Lord of the Seraphim and King of Israel, the only holy and resting among the holy ones. I now beseech You, Who alone are good and inclined to hear: Look down upon me, Your sinful and unprofitable servant, and cleanse my soul and heart of a wicked conscience; and enable me, by the power of Your Holy Spirit, clothed with the grace of the priesthood, to stand before Your holy Table and celebrate the Mystery of Your holy and pure Body and Your precious Blood. I come before You with my head bowed, and I implore You: Turn not Your face away from me, nor reject me from among Your children, but make me, Your sinful and unworthy servant, worthy to offer these gifts to You. For You are the One Who both offers and is offered, the One Who is received and is distributed, O Christ our God, and to You we offer up glory, with Your Father, Who is without beginning, and Your all-holy and good and life-creating Spirit, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the Lord God remember all of us in His Kingdom always, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Who is invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia. (GOA)

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

THE LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our prayer to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῶ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

THE OFFERTORY PRAYER

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρά τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.

Lord God Almighty, You alone are holy. You accept the sacrifice of praise from those who call upon You with their whole heart, even so, accept from us sinners our supplication, and bring it to Your holy Altar of sacrifice. Enable us to offer You gifts and spiritual sacrifices for our own sins and the failings of Your people. Deem us worthy to find grace in Your sight, that our sacrifice may be well pleasing to You, and that the good Spirit of Your grace may rest upon us and upon these gifts presented and upon all Your people.

ΙΕΡΕΥΣ

PRIEST

Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the mercies of Your only begotten Son, with Whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Let us love one another, that with oneness of mind we may confess:

ΧΟΡΟΣ

CHOIR

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Father, Son, and Holy Spirit: Trinity, one in essence and undivided. (GOA)

Ἤ, ἐν συλλειτούργῳ, τὸ ἑξῆς·

Or, for concelebrations:

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου.

I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. (SAAS)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

The doors! The doors! In wisdom, let us be attentive!

ΛΑΟΣ

PEOPLE

THE SYMBOL OF OUR FAITH

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

I believe in one God, Father Almighty, Creator of heaven and earth and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages. Light of Light, true God of true God, begotten not created, of one essence with the Father through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate. He suffered and was buried. And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father. And He will come again with glory to judge the living and dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead and the life of the age to come. Amen. (GOA)

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

THE HOLY ANAPHORA

ΔΙΑΚΟΝΟΣ

DEACON

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.

Let us stand aright! Let us stand in awe! Let us be attentive, that we may present the Holy Offering in peace.

ΧΟΡΟΣ

CHOIR

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

A mercy of peace, a sacrifice of praise.

ΙΕΡΕΥΣ

PRIEST

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

The grace of our Lord Jesus Christ, and the love of God and Father, and the communion of the Holy Spirit, be with you all.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετά τοῦ πνεύματός σου.

And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Ἄνω σχῶμεν τὰς καρδίας.

Let us lift up our hearts.

ΧΟΡΟΣ

CHOIR

Ἔχομεν πρὸς τὸν Κύριον.

We lift them up to the Lord.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Let us give thanks to the Lord.

ΧΟΡΟΣ

CHOIR

Ἄξιον καὶ δίκαιον.

It is proper and right.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὥν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπέρ τῆς λειτουργίας ταύτης, ἥν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

It is proper and right to hymn You, to bless You, to praise You, to give thanks to You, and to worship You in every place of Your dominion. For You, O God, are ineffable, inconceivable, invisible, incomprehensible, existing forever, forever the same, You and Your only begotten Son and Your Holy Spirit. You brought us out of nothing into being, and when we had fallen away, You raised us up again. You left nothing undone until you had led us up to heaven and granted us Your Kingdom, which is to come. For all these things, we thank You and Your only begotten Son and Your Holy Spirit: for all things we know and do not know, for blessings manifest and hidden that have been bestowed on us. We thank You also for this Liturgy, which You have deigned to receive from our hands, even though thousands of archangels and tens of thousands of angels stand around You, the Cherubim and Seraphim, six-winged, many­ eyed, soaring aloft upon their wings,

ΙΕΡΕΥΣ

PRIEST

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·

Singing the triumphal hymn, exclaiming, proclaiming, and saying...

ΧΟΡΟΣ

CHOIR

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.

Holy, holy, holy, Lord Sabaoth, heaven and earth are filled with Your glory. Hosanna in the highest. Blessed is He Who comes in the name of the Lord. Hosanna in the highest. (GOA)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου. Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 'Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾖ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπὼν·

Together with these blessed powers, Master, Who loves mankind, we also exclaim and say: Holy are You and most holy, You and Your only­begotten Son and Your Holy Spirit. Holy are You and most holy, and sublime is Your glory. You so loved Your world that You gave Your only begotten Son so that everyone who believes in Him should not perish, but have eternal life. When He had come and fulfilled for our sake the entire plan of salvation, on the night in which He was delivered up, or rather when He delivered Himself up for the life of the world, He took bread in His holy, pure, and blameless hands, and, giving thanks and blessing, He hallowed and broke it, and gave it to His holy disciples and apostles, saying:

ΙΕΡΕΥΣ

PRIEST

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Take, eat, this is My Body, which is broken for you for the remission of sins.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

Likewise, after partaking of the supper, He took the cup, saying,

ΙΕΡΕΥΣ

PRIEST

Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Drink of this, all of you; this is My Blood of the new covenant, which is shed for you and for many for the remission of sins.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,

Remembering, therefore, this saving commandment and all that has been done for our sake: the Cross, the tomb, the Resurrection on the third day, the Ascension into heaven, the enthronement at the right hand, and the second and glorious coming again.

ΙΕΡΕΥΣ

PRIEST

Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

Your own of Your own we offer to You, in all and for all.

ΧΟΡΟΣ

CHOIR

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

We praise You, we bless You, we give thanks to You, and we pray to You, Lord our God. (GOA)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Once again we offer to You this spiritual worship without the shedding of blood, and we beseech and pray and entreat You: Send down Your Holy Spirit upon us and upon the gifts here presented,

Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

And make this Bread the precious Body of Your Christ.

(Ἀμήν.)

(Amen.)

Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου.

And that which is in this Cup, the precious Blood of Your Christ.

(Ἀμήν.)

(Amen.)

Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

Changing them by Your Holy Spirit.

(Ἀμήν. Ἀμήν. Ἀμήν.)

(Amen. Amen. Amen.)

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

So that they may be for those who partake of them for vigilance of soul, remission of sins, communion of Your Holy Spirit, fullness of the Kingdom of Heaven, boldness before You, not for judgment or condemnation. Again, we offer You this spiritual worship for those who have reposed in the faith: forefathers, fathers, patriarchs, prophets, apostles, preachers, evangelists, martyrs, confessors, ascetics, and for every righteous spirit made perfect in faith,

ΙΕΡΕΥΣ

PRIEST

Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Especially for our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary.

ΧΟΡΟΣ

CHOIR

Μεγαλυνάριον.

Megalynarion.

Ἦχος αʹ.

Mode 1.

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν.

You, the brightly shining lantern and the Mother of our God,* the conspicuous glory,* you are superior to all creation.* We hymn you and magnify. (SD)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦ Ἁγίου Ἰωάννου, προφήτου προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (του ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων, ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε, μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντός τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῆς οἰκουμένης, ὑπέρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὑπέρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων, ὑπέρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντός τοῦ παλατίου καί τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ Βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

For Saint John the prophet, forerunner, and Baptist; for the holy, glorious, and most praiseworthy apostles; for Saint(s) (Name), whose memory we celebrate; and for all Your saints, through whose supplications, visit us, O God. And remember all who have fallen asleep in the hope of the resurrection to life eternal (here the Priest commemorates by name those departed whom he wishes). Grant them rest, O our God, where the light of Your countenance keeps watch. Again we beseech You, Lord, remember all Orthodox bishops who rightly teach the word of Your truth, the presbyterate, the diaconate in Christ, and every priestly and monastic order. Again we offer You this spiritual worship for the whole world, for the holy, catholic, and apostolic Church, and for those living pure and reverent lives. For civil authorities and our armed forces, grant that they may govern in peace, Lord, so that in their tranquility we, too, may live calm and serene lives, in all piety and virtue.

ΙΕΡΕΥΣ

PRIEST

Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος). ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Among the first remember, Lord, (episcopal rank) (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

And remember those whom each one of us has in mind, and all the people.

ΧΟΡΟΣ

CHOIR

Καὶ πάντων καὶ πασῶν.

And all the people.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾖ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων καὶ πενήτων καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

Remember, Lord, this city in which we live, and every city and land, and the faithful who live in them. Remember, Lord, those who travel by land, sea, and air; the sick; the suffering; the captives; and their salvation. Remember those who bear fruit and do good works in Your holy churches and those who are mindful of the poor, and upon us all send forth Your mercies.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And grant that with one voice and one heart we may glorify and praise Your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.

And the mercies of our great God and Savior, Jesus Christ, be with you all.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Having commemorated all the saints, again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented and consecrated, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.

That our God Who loves mankind, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

We entrust to You, loving Master, our whole life and hope, and we beseech, pray, and implore You: Grant us to partake of Your heavenly and awesome Mysteries from this sacred and spiritual table with a clear conscience for the remission of sins, the forgiveness of transgressions, the communion of the Holy Spirit, the inheritance of the Kingdom of Heaven, and boldness before You, not unto judgment or condemnation.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:

ΛΑΟΣ

PEOPLE

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

THE LORD'S PRAYER

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. (GOA)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.

We give thanks to You, invisible King, Who by Your boundless power fashioned the universe, and in the multitude of Your mercy brought all things from nothing into being. Look down from heaven, O Master, upon those who have bowed their heads before You, for they have not bowed before flesh and blood, but before You, the awesome God. Therefore, O Master, make smooth and beneficial for us all, whatever lies ahead, according to the need of each: Sail with those who sail, travel with those who travel, heal the sick, Physician of our souls and bodies.

ΙΕΡΕΥΣ

PRIEST

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace, compassion, and love for mankind of Your only begotten Son, with whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

THE HOLY COMMUNION

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your Kingdom, and come to sanctify us, You Who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΙΕΡΕΥΣ

PRIEST

Τα Ἅγια τοῖς Ἁγίοις.

The Holy Gifts for the holy people of God.

ΧΟΡΟΣ

CHOIR

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen. (GOA)

ΛΑΟΣ

PEOPLE

ΕΥΧΕΣ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ

PRAYERS OF HOLY COMMUNION

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, Who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy upon me, and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure Mysteries for the remission of sins and for eternal life. Amen.

Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

How shall I, who am unworthy, enter into the splendor of Your saints? If I should dare to enter into the bridal chamber, my vesture will condemn me, since it is not a wedding garment; and being bound up, I shall be cast out by the angels. Cleanse, O Lord, the filth of my soul, and save me, as You are the one Who loves mankind. In Your love, Lord, cleanse my soul, and save me.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Master Who loves mankind, Lord Jesus Christ, my God, let not these Holy Gifts be to my judgment because I am unworthy, but rather for the purification and sanctification of both soul and body and the pledge of the life and Kingdom to come. It is good for me to cleave unto God and to place in Him the hope of my salvation.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

O Son of God, receive me today as a partaker of Your mystical supper. For I will not speak of the mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the thief, I confess to You: Remember me, Lord, in Your Kingdom.

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν. Ψαλμὸς ΡΜΖʹ (147).

Communion Hymn. Psalm 147 (148:12-20).

Ἐπαίνει, Ἰερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ἀλληλούϊα.

Praise the Lord, O Jerusalem; praise your God, O Zion. Alleluia. (SAAS)

Ἐκλογὴ τῇ Κυριακῇ τοῦ Θωμᾶ

Selected Psalm Verses for the Sunday of Thomas

Ἐνεδύσατο. Ἀλληλούϊα.

He clothed Himself. Alleluia.

1. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἀλληλούϊα. (92:1b)

1. The Lord reigns; He clothed Himself with majesty. Alleluia. (92:1b)

2. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Ἀλληλούϊα. (92:1c)

2. The Lord clothed and girded Himself with power. Alleluia. (92:1c)

3. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἀλληλούϊα. (92:1d)

3. And He established the world, which shall not be moved. Alleluia. (92:1d)

4. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἀλληλούϊα. (105:2)

4. Who shall tell the mighty deeds of the Lord, who shall make all His praises heard? Alleluia. (105:2)

5. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ἀλληλούϊα. (106:8)

5. Let them give thanks to the Lord for His mercies and His wonders to the sons of men. Alleluia. (106:8)

6. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Ἀλληλούϊα. (106:9)

6. For He fed the empty soul and filled the hungry soul with good things. Alleluia. (106:9)

7. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. Ἀλληλούϊα. (106:10a)

7. Those sitting in the darkness and shadow of death. Alleluia. (106:10a)

8. Πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ἀλληλούϊα. (106:10b)

8. Bound in poverty and fetters. Alleluia. (106:10b)

9. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. Ἀλληλούϊα. (106:2)

9. Let those redeemed by the Lord say so, whom He redeemed from the hand of the enemy. Alleluia. (106:2)

10. Ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε. Ἀλληλούϊα. (106:5b)

10. Their soul fainted in them. Alleluia. (106:5b)

11. Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν· Ἀλληλούϊα. (106:12b)

11. They were weak, and there was no one to help them. Alleluia. (106:12b)

12. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Ἀλληλούϊα. (106:13a)

12. Then they cried out to the Lord in their afflictions. Alleluia. (106:13a)

13. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου. Ἀλληλούϊα. (106:14a)

13. And He brought them out of darkness and the shadow of death. Alleluia. (106:14a)

14. Ὅτι συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἀλληλούϊα. (106:16)

14. For He crushed the gates of bronze and shattered the bars of iron. Alleluia. (106:16)

15. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἀλληλούϊα. (106:2a2)

15. And let them offer a sacrifice of praise. Alleluia. (106:22a)

16. Καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Ἀλληλούϊα. (106:22b)

16. And let them proclaim His works with exceeding joy. Alleluia. (106:22b)

17. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ἀλληλούϊα. (106:32)

17. Let them exalt Him in the assembly of the people and praise Him in the seat of the elders. Alleluia. (106:32)

18. Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ. Ἀλληλούϊα. (77:66)

18. The Lord awoke as from sleep, and He struck His enemies. Alleluia. (77:66)

19. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Ἀλληλούϊα. (67:2a)

19. Let God arise, and let His enemies be scattered. Alleluia. (67:2a)

20. Καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ἀλληλούϊα. (67:2b)

20. And let those who hate Him flee from before His face. Alleluia. (67:2b)

21. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀλληλούϊα. (117:24)

21. This is the day the Lord made; let us greatly rejoice and be glad therein. Alleluia. (117:24)

22. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἀλληλούϊα. (9:33)

22. Arise, O Lord my God, let Your hand be lifted high, and do not forget Your poor to the end. Alleluia. (9:33)

Δόξα. Καὶ νῦν. Ἀλληλούϊα.

Glory. Both now. Alleluia.

ΔΙΑΚΟΝΟΣ

DEACON

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

With the fear of God, faith, and love, draw near.

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ (Ὄνομα) Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον. Ἀμήν.

The servant of God (Name) partakes of the Body and Blood of Christ for the remission of sins and life eternal.

ΧΟΡΟΣ

CHOIR

Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.

Hymns During Holy Communion

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Save, O God, Your people, and bless Your inheritance.

ΧΟΡΟΣ

CHOIR

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. (GOA)

ΙΕΡΕΥΣ

PRIEST

(χαμηλοφώνως)

(in a low voice)

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Wash away, Lord, by Your Holy Blood, the sins of Your servants here remembered through the intercessions of the Theotokos and all Your saints. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὕψωσον, Δέσποτα.

Exalt, Master.

ΙΕΡΕΥΣ

PRIEST

Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Be exalted, O God, above the heavens, and let Your glory be over all the earth.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Blessed is our God.

ΙΕΡΕΥΣ

PRIEST

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Let our mouths be filled with Your praise, O Lord, that we may sing of Your glory, because You have made us worthy to partake of Your Holy Mysteries. Keep us in Your sanctification, that all day long we may meditate upon Your righteousness. Alleluia. Alleluia. Alleluia. (GOA)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ἤ·

or:

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having prayed for a perfect, holy, peaceful, and sinless day, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ

THE THANKSGIVING PRAYER

Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου.

We give thanks to You, Master Who loves mankind, benefactor of our souls, that even on this very day You have made us worthy of Your heavenly and immortal Mysteries. Make straight our path, fortify us in Your fear, guard our life, make secure our steps, through the prayers and supplications of the glorious Theotokos and ever­ virgin Mary and of all Your saints.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our sanctification, and to You we give glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐν εἰρήνῃ προέλθωμεν.

Let us go forth in peace.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

THE PRAYER BEHIND THE AMBON

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, Who blesses those who bless You and sanctifies those who put their trust in You, save Your people and bless Your inheritance. Protect the whole body of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You. Grant peace to Your world, to Your churches, to the clergy, to our civic leaders, to the armed forces, and to all Your people. For every good and perfect gift is from above, coming down from You, the Father of lights. To You we give glory, thanksgiving, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γʹ)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τὸ πλήρωμα τοῦ Νόμου καί τῶν Προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Christ our God, You are the fulfillment of the Law and the Prophets. You have fulfilled the Father's entire plan of salvation. Fill our hearts with joy and gladness always, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for mankind, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΔΙΑΚΟΝΟΣ

DEACON

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life.

Κύριε, ἐλέησον. (ἐκ γʹ) Εὐλόγησον.

Lord, have mercy. (3) Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Great Martyr George the Trophy-bearer, whose memory we celebrate, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

ΧΟΡΟΣ

CHOIR

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

Lord, protect for many years the one who blesses and sanctifies us. (GOA)

ΙΕΡΕΥΣ

PRIEST

Σύμφωνα μέ τήν κρατοῦσαν συνήθειαν:

According to common practice:

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life.

ΛΑΟΣ

PEOPLE

Ἀληθῶς ἀνέστη ὁ Κύριος.

Truly the Lord is risen!