ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

THE SERVICE OF THE HOURS ON GREAT AND HOLY FRIDAY

Ποίημα Κυρίλλου Πατριάρχου Ἀλεξανδρείας.

By Cyril, Patriarch of Alexandria.

ΩΡΑ Αʹ.

FIRST HOUR

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Εʹ (5).

Psalm 5.

Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Give ear to my words, O Lord, Hear my cry. Give heed to the voice of my supplication, my King and my God, for to You will I pray, O Lord. In the morning You shall hear my voice; in the morning I will stand before You, and I will watch. For You are not a God who wills lawlessness, nor shall the evildoer dwell with You. The lawless shall not stand before Your eyes; You hate all the workers of lawlessness; You shall destroy all who speak falsehood; the Lord abhors the man of violence and deceit. But as for me, in the fullness of Your mercy I will come into Your house; in fear of You I will worship toward Your holy temple. Lead me, O Lord, in Your righteousness because of my enemies; make straight Your way before me. For there is no truth in their mouth; their heart is vain; their throat is an open grave; they deal deceptively with their tongues. Judge them, O God. Let them fall by their false accusations; cast them out in the multitude of their ungodliness; for they provoked You, O Lord. But let all who hope in You be glad; they will greatly rejoice forever, for You will dwell in them; and all who love Your name will boast in You. For You will bless the righteous; O Lord, You crowned us with the shield of Your goodwill. [SAAS]

Ψαλμὸς Βʹ (2).

Psalm 2.

Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.

Why do the nations rage, and the people meditate on vain things? The kings of the earth set themselves, and the rulers gather together against the Lord and against His anointed, saying, "Let us break their bands, and cast away their yokes from us." He who sits in the heavens shall laugh at them; the Lord shall mock them. Then shall He speak to them in His wrath and trouble them in His anger, "But I was established as King by Him over His holy hill of Zion, declaring the Lord's decree. The Lord said to Me, 'You are My Son, today I have begotten You; ask of Me, and I will give You the nations for Your inheritance and the ends of the earth for Your possession. You shall shepherd them with an iron staff; You shall shatter them like a potter's vessel.'" And now, O kings, understand; be instructed, all you judges of the earth. Serve the Lord with fear and rejoice in Him with trembling. Lay hold of His instruction, lest the Lord be angry, and you perish from the righteous way when His fury shall be quickly kindled. Blessed are all who trust in Him. [SAAS]

Ψαλμὸς ΚΑʹ (21).

Psalm 21 (22).

Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. Ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ' ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

O God, my God, hear me; why have You forsaken me? The words of my transgressions are far from my salvation. O my God, I will cry out by day, but You will not hear me; and by night, but not for a lack of understanding in me. But You dwell among the saints, O praise of Israel. Our fathers hoped in You; they hoped in You, and You delivered them. They cried out to You and were saved; they hoped in You and were not ashamed. But I am a worm, and not a man; a reproach of man and despised by the people. All who see me mock me; they speak with their lips and shake their head, saying, "He hoped in the Lord, let Him rescue him; let Him save him since He delights in him." For You are He who drew me from the womb, my hope from my mother's breasts; I was cast upon You from the womb, from my mother's womb You are my God. Do not stand off from me, for affliction is near; there is no one to help. Many young bulls surrounded me; fat bulls encircled me. They opened their mouths against me like a raging and roaring lion. I am poured out like water, and all my bones are shattered; my heart is like wax, melting into my stomach. My strength is dried up like an earthen vessel; my tongue cleaves to my throat; and You led me into the dust of death. For many dogs surrounded me; an assembly of evildoers enclosed me; they pierced my hands and my feet. I numbered all my bones, and they look and stare at me. They divided my garments among themselves, and for my clothing they cast lots. But You, O Lord, do not remove Your help from me; attend to my aid. Deliver my soul from the sword and my only-begotten from the hand of the dog; save me from the lion's mouth, my humiliation from the horns of the unicorns. I will declare Your name to my brethren; in the midst of the church I will sing to You. You who fear the Lord, praise Him. All you seed of Jacob, glorify Him; fear Him, all you seed of Israel. For He has not despised nor scorned the beggar's supplication, nor has He turned away His face from me; and when I cried out to Him, He heard me. My praise is from You in the great church; I will pay my vows before those who fear Him. The poor shall eat and be well-filled, and those who seek Him will praise the Lord; their hearts will live unto ages of ages. All the ends of the world shall remember and turn to the Lord; and all families of the Gentiles shall worship before You, for the kingdom is the Lord's; and He is the Master of the Gentiles. All the prosperous of the earth ate and worshiped; all going down into the earth shall bow down before Him, and my soul lives with Him. And my seed shall serve Him; the coming generation shall be told of the Lord, and they will declare His righteousness to a people who will be born, because the Lord made them. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τροπάριον.

Troparion.

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι.

When You were crucified, O Christ, the enemy's tyranny was lifted and his power was crushed. For it was no Angel nor mere man, but You, the Lord himself, who saved us. Glory to You! [SD]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Τί σε καλέσωμεν, ὧ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

What shall we call you, O Lady full of grace? Heaven? For you gave rise to the Sun of righteousness. Paradise? For you blossomed the flower of incorruption. Virgin? For you remained incorrupt. Pure Mother? For you held in your holy embrace a Son who is the God of all. Entreat Him to save our souls. [SD]

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα.

Idiomela.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.

Today, the veil of the Temple is torn in two, as a reproof to the transgressors. And the sun hides its rays, beholding the Master on the Cross. [SD]

Δίς, ἄνευ Στίχου. Εἴτα·

Twice, with no verse. Then:

   

   

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Στίχ. Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

Verse: Why do the nations rage, and the people meditate on vain things? [SAAS]

Ὡς πρόβατον ἐπὶ σφαγήν, ἤχθης Χριστὲ Βασιλεῦ, καὶ ὡς ἀμνὸς ἄκακος, προσηλώθης τῷ σταυρῷ, ὑπὸ τῶν παρανόμων ἀνδρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

You were led as a sheep to slaughter, O Christ the King, and as an innocent lamb, You were nailed to a cross by lawless men, for our sins, O Lord who love humanity. [SD]

Στίχ. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.

Verse: The kings of the earth set themselves, and the rulers gather together [SAAS]

Πάλιν τὸ αὐτό. Εἴτα·

Repeat the same hymn. Then:

   

   

Δόξα. Ἦχος πλ. δʹ.

Glory. Mode pl. 4.

Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος, οὕτως ἐβόας Κύριε· Εἰ καὶ ἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας παραστῆσαι Ἀγγέλων· ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃ ἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου, ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.

As You permitted the transgressors to arrest You, Lord, You said to them, "Even though you struck the shepherd and scattered the sheep, namely My twelve Disciples, I could summon more than twelve legions of angels. But I forbear, so that the unknown and secret things that I showed you through My prophets may be fulfilled." Glory to You, O Lord! [SD]

Καὶ νῦν. Τὸ αὐτό.

Both now. Repeat.

   

   

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.

He went forth and spoke the same.

Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Verse: Blessed is he who understands the poor and needy. [SAAS]

Προφητείας Ζαχαρίου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Zechariah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(Κεφ. ΙΑʹ, 10-13)

(11:10-13)

Τάδε λέγει Κύριος· Λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς, καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.

Thus says the Lord: I shall take my staff Beauty, and I shall cast it away, to break my covenant which I made with all the people. And in that day they will be scattered about. And the Canaanites shall know the flock is kept safe, for this is the word of the Lord. And I shall say to them, "If it is fitting in your judgment, give me my payment, or refuse it." And they established my wage at thirty pieces of silver. And the Lord said to me, "Drop them into the smelting furnace and see if it is proven, as in the same manner I was proven for their sake." And I took the thirty pieces of silver and threw them into the smelting furnace in the house of the Lord, as the Lord commanded me. [SAAS]

Ὁ Ἀπόστολος

THE EPISTLE

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Galatians.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us be attentive. Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(6:14-18)

(6:14-18)

Ἀδελφοί, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰμὴ ἐν τῷ Σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ Κόσμος ἐσταύρωται, κᾀγὼ τῷ Κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτω στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.

Brethren, far be it from me to glory except in the cross of our Lord Jesus Christ, by which the world has been crucified to me, and I to the world. For neither circumcision counts for anything, nor uncircumcision, but a new creation. Peace and mercy be upon all who walk by this rule, upon the Israel of God. Henceforth let no man trouble me; for I bear on my body the marks of Jesus. The grace of our Lord Jesus Christ be with your spirit, brethren. Amen [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

The reading is from the Holy Gospel according to Matthew. Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΙΕΡΕΥΣ

PRIEST

(κζʹ 1 - 56)

(27:1-56)

Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺ λέγεις. καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. Κατὰ δὲ τὴν ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦς τῶν Ἰουδαίων· καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτῷ· πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ' ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος. Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

When morning came, all the chief priests and the elders of the people took counsel against Jesus to put him to death; and they bound him and led him away and delivered him to Pilate the governor. When Judas, his betrayer, saw that he was condemned, he repented and brought back the thirty pieces of silver to the chief priests and the elders, saying, "I have sinned in betraying innocent blood." They said, "What is that to us? See to it yourself." And throwing down the pieces of silver in the temple, he departed; and he went and hanged himself. But the chief priests, taking the pieces of silver, said, "It is not lawful to put them into the treasury, since they are blood money." So they took counsel, and bought with them the potter's field, to bury strangers in. Therefore that field has been called the Field of Blood to this day. Then was fulfilled what had been spoken by the prophet Jeremiah, saying, "And they took the thirty pieces of silver, the price of him on whom a price had been set by some of the sons of Israel, and they gave them for the potter's field, as the Lord directed me." Now Jesus stood before the governor; and the governor asked him, "Are you the King of the Jews?" Jesus said, "You have said so." But when he was accused by the chief priests and elders, he made no answer. Then Pilate said to him, "Do you not hear how many things they testify against you?" But he gave him no answer, not even to a single charge; so that the governor wondered greatly. Now at the feast the governor was accustomed to release for the crowd any one prisoner whom they wanted. And they had then a notorious prisoner, called Barabbas. So when they had gathered, Pilate said to them, "Whom do you want me to release for you, Barabbas or Jesus who is called Christ?" For he knew that it was out of envy that they had delivered him up. Besides, while he was sitting on the judgment seat, his wife sent word to him, "Have nothing to do with that righteous man, for I have suffered much over him today in a dream." Now the chief priests and the elders persuaded the people to ask for Barabbas and destroy Jesus. The governor again said to them, "Which of the two do you want me to release for you?" And they said, "Barabbas." Pilate said to them, "Then what shall I do with Jesus who is called Christ?" They all said, "Let him be crucified." And he said, "Why, what evil has he done?" But they shouted all the more, "Let him be crucified." So when Pilate saw that he was gaining nothing, but rather that a riot was beginning, he took water and washed his hands before the crowd, saying, "I am innocent of this man's blood; see to it yourselves." And all the people answered, "His blood be on us and on our children!" Then he released for them Barabbas, and having scourged Jesus, delivered him to be crucified. Then the soldiers of the governor took Jesus into the praetorium, and they gathered the whole battalion before him. And they stripped him and put a scarlet robe upon him, and plaiting a crown of thorns they put it on his head, and put a reed in his right hand. And kneeling before him they mocked him, saying, "Hail, King of the Jews!" And they spat upon him, and took the reed and struck him on the head. And when they had mocked him, they stripped him of the robe, and put his own clothes on him, and led him away to crucify him. As they went out, they came upon a man of Cyrene, Simon by name; this man they compelled to carry his cross. And when they came to a place called Golgotha (which means the place of a skull), they offered him wine to drink, mingled with gall; but when he tasted it, he would not drink it. And when they had crucified him, they divided his garments among them by casting lots; then they sat down and kept watch over him there. And over his head they put the charge against him, which read, "This is Jesus the King of the Jews." Then two robbers were crucified with him, one on the right and one on the left. And those who passed by derided him, wagging their heads and saying, "You who would destroy the temple and build it in three days, save yourself! If you are the Son of God, come down from the cross." So also the chief priests, with the scribes and elders, mocked him, saying, "He saved others; he cannot save himself. He is the King of Israel; let him come down now from the cross, and we will believe in him. He trusts in God; let God deliver him now, if he desires him; for he said, 'I am the Son of God.'" And the robbers who were crucified with him also reviled him in the same way. Now from the sixth hour there was darkness over all the land until the ninth hour. And about the ninth hour Jesus cried with a loud voice, "Eli, Eli, lama sabachthani?" that is, "My God, my God, why hast thou forsaken me?" And some of the bystanders hearing it said, "This man is calling Elijah." And one of them at once ran and took a sponge, filled it with vinegar, and put it on a reed, and gave it to him to drink. But the others said, "Wait, let us see whether Elijah will come to save him." And Jesus cried again with a loud voice and yielded up his spirit. And behold, the curtain of the temple was torn in two, from top to bottom; and the earth shook, and the rocks were split; the tombs also were opened, and many bodies of the saints who had fallen asleep were raised, and coming out of the tombs after his resurrection they went into the holy city and appeared to many. When the centurion and those who were with him, keeping watch over Jesus, saw the earthquake and what took place, they were filled with awe, and said, "Truly this was the Son of God!" There were also many women there, looking on from afar, who had followed Jesus from Galilee, ministering to him; among whom were Mary Magdalene, and Mary the mother of James and Joseph, and the mother of the sons of Zebedee. [RSV]

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.

Direct my steps according to Your teaching and let no lawlessness rule over me.

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.

Ransom me from the slander of men, and I will keep Your commandments.

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.

Make Your face shine upon Your servant and teach me Your ordinances.

Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Let my mouth be filled with Your praise, O Lord, that I may sing of Your glory and of Your magnificence all the day long. [SAAS]

   

   

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Come, let us all extol Him who was crucified for us. Mary beheld Him on the Cross and she said, "Though You endure the Cross, You are my Son and my God." [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do you, the same Lord, receive also our supplications at this present time, and direct our lives according to your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of your ineffable glory; for blessed are you unto the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. (Ἀμήν.)

O Christ, the true light that enlightens and sanctifies every man who comes into the world, let the light of Your countenance shine on us, that in it we may behold the unapproachable light. And direct our steps to keep Your commandments, by the intercessions of Your all-immaculate Mother and all the saints. (Amen.)

   

   

ΩΡΑ Γʹ.

THIRD HOUR

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΛΔʹ (34).

Psalm 34 (35).

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου, ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· σωτηρία σού εἰμι ἐγώ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς· γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς· ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. Καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. Καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· Μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν. Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμέ. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

O Lord, judge those who injure me; make war on those who make war on me. Take hold of weapon and shield, and rise up to my help. bring forth the sword, and confine those in opposition who pursue me; say to my soul, "I am your salvation." Let those who seek my soul be dishonored and shamed; let those who plot evils against me be turned backward and disappointed. Let them be like dust in the wind's face, and let the Angel of the Lord afflict them. Let their way be dark and slippery, and let the Angel of the Lord pursue them. For without cause they hid the destruction of their trap for me; in vain they reproached my soul. Let a trap they do not know catch them, and they themselves shall fall into the same trap. But my soul shall greatly rejoice in the Lord; my soul shall delight in His salvation. All my bones shall say, "O Lord, who is like You? You who deliver a poor man from hands stronger than he, and a poor and needy man from those who plunder him." Unjust witnesses rose up against me, asking me things I knew nothing about; they repaid me evil for good, and bereavement for my soul. But I put on sackcloth when they troubled me, and I humbled my soul with fasting; and my prayer will return into my bosom. Like a neighbor, like our brother, so they were well-pleasing; like one who laments and is of a sad countenance, so I humbled myself. But they were delighted, and were gathered together against me; whips were gathered together against me, but I did not know it; they were torn asunder, yet they were not pierced to the heart. They tempted me; they mocked and sneered at me; they gnashed their teeth at me. O Lord, when will You look on this? Restore my soul from their malice, my only-begotten from the lions. I will give thanks to You, O Lord, in the great church; I will praise You among a mighty people. Let them not rejoice over me, those who are unjustly my enemies, those who hate me without a cause, and wink with their eyes. For they spoke peace to me, but in their wrath they schemed deceit, and opened wide their mouth at me, saying, "Well done! Well done! Our eyes saw it!" You saw this, O Lord; do not keep silence; O Lord, do not be far from me. Arise, O Lord, attend to my judgment, my God and my Lord, to my cause. Judge me according to Your righteousness, O Lord my God, and let them not rejoice against me; let them not say in their hearts, "Well done! Well done, our soul!" Let them not say, "We swallowed him up!" May those who rejoice at my troubles be altogether dishonored and shamed; let those who boast against me be clothed with shame and humiliation. Let those who desire my righteousness greatly rejoice, and be glad, and let them say continually, "The Lord be magnified," Those who desire His servant's peace. And my tongue shall meditate on Your righteousness, and on Your praise all the day long. [SAAS]

Ψαλμὸς ΡΗʹ (108).

Psalm 108 (109).

Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ· μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Καὶ σύ, Κύριε Κύριε, ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. Ρῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, Κύριε, ἐποίησας αὐτήν. Καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

O God, do not pass over my praise in silence, for the mouth of the sinner and the mouth of the deceitful man opened against me; they spoke against me with a deceitful tongue; and they surrounded me with words of hatred, and warred against me without cause. Instead of loving me, they falsely accused me, but I continued to pray; so they repaid me evil for good, and hatred for my love. Set a sinner over him, and let the devil stand at his right hand. And when he is judged, may he go forth condemned, and let his prayer become sin. Let his days be very few, and may a different man receive his office; let his children be fatherless and his wife a widow; let his children wander about and be beggars; let them be cast out of their houses. Let the creditor search out whatever possessions he has; let strangers plunder his labors; let there be no helper for him, nor a compassionate one for his fatherless children; let his children be utterly destroyed; in a single generation, let his name be blotted out. May the lawlessness of his fathers be remembered before the Lord, and may the sin of his mother not be blotted out; let them be continually before the Lord, and may the remembrance of them be utterly destroyed from the earth, because he did not remember to show mercy, but persecuted a poor and needy man, and one pierced to the heart, that he might kill him. And he loved cursing, and it came to him, and he did not desire blessing, so it shall be far from him. So he clothed himself with cursing like a garment, and it entered like water into his bowels and like oil into his bones; let it be for him like a garment that clothes him, and like a belt that girds him continually. This is the work of those who falsely accuse me before the Lord, and of those who speak evil things against my soul. But You, O Lord, O Lord, deal mercifully with me for Your name's sake, for Your mercy is good. Save me, for I am poor and needy, and my heart is troubled within me. I was removed like a shadow when it declines; I was shaken off like the locusts. My knees were weak from fasting, and my flesh was changed because of the oil. And I became an object of reproach to them; they saw me; they shook their heads. Help me, O Lord my God; save me according to Your mercy; then let them know this is Your hand, and You, O Lord, did this. They themselves shall curse, but You shall bless; let those who rise up against me be put to shame, but let Your servant be glad. Let those who falsely accuse me be clothed with shame, and let them be covered with their dishonor like a double cloak. I will give thanks to the Lord abundantly with my mouth, and in the midst of many I will praise Him, because He stood at the right hand of a poor man, to save me from those who persecute my soul. [SAAS]

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τροπάριον.

Troparion.

Κύριε, κατέκρινάν σε οἱ Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ. Χριστὲ ὁ Θεὸς δόξα σοι.

Lord, the Jews condemned You to death, You the Life of all. They who walked across the Red Sea by the rod of Moses, had You nailed to a cross; and they who sipped honey from a rock gave you gall. But You willingly endured it, in order to free us from slavery to the enemy. O Christ our God, glory to You! [SD]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Theotokos, you are the true vine that produced the fruit of life. Lady, we fervently entreat you to intercede along with the Apostles and all the saints, that our souls be treated mercifully. [SD]

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα.

Idiomela.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Διὰ τὸν φόβον τῶν Ἰουδαίων, ὁ φίλος σου καὶ ὁ πλησίον Πέτρος, ἠρνήσατό σε Κύριε, καὶ ὀδυρόμενος οὕτως ἐβόα· Τῶν δακρύων μου μὴ παρασιωπήσῃς· εἶπα γὰρ φυλάξαι τὴν πίστιν οἰκτίρμον, καὶ οὐκ ἐφύλαξα. Καὶ ἡμῶν τὴν μετάνοιαν, οὕτω δέξαι, καὶ ἐλέησον ἡμᾶς.

For fear of the Jews, Your friend and neighbor Peter denied You, O Lord. Then he lamented and said, "Do not be silent at my tears. I know I said I would keep the faith, but I did not keep it, O merciful One." Accept our repentance as well, and have mercy on us. [SD]

Δίς, ἄνευ Στίχου. Εἴτα·

Twice, with no verse. Then:

   

   

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.

Verse: Give ear to my words, O Lord, hear my cry. [SAAS]

Πρὸ τοῦ τιμίου σου Σταυροῦ, στρατιωτῶν ἐμπαιζόντων σε Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ἀνεδήσω γὰρ στέφανον ὕβρεως, ὁ τὴν γῆν ζωγραφήσας τοῖς ἄνθεσι, καὶ τὴν χλαῖναν χλευαζόμενος ἐφόρεσας, ὁ νεφέλαις περιβάλλων τὸ στερέωμα· τοιαύτῃ γὰρ οἰκονομίᾳ ἐγνώσθη σου ἡ εὐσπλαγχνία, Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

Before Your venerable crucifixion, soldiers were mocking You, O Lord; and the angelic ranks were astounded. You who adorned the earth with flowers put on a crown of insult. You who cover the world with clouds put on the robe and were ridiculed. Such was Your plan, and by it Your compassion was known, O Christ, the great mercy. Glory to You! [SD]

Στίχ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Verse: Give heed to the voice of my supplication, my King and my God. [SAAS]

Πάλιν τὸ αὐτό. Εἴτα·

Repeat the same hymn. Then:

   

   

Δόξα. Ἦχος πλ. αʹ.

Glory. Mode pl. 1.

Ἑλκόμενος ἐπὶ σταυροῦ, οὕτως ἐβόας Κύριε· Διὰ ποῖον ἔργον, θέλετέ με σταυρῶσαι Ἰουδαῖοι; ὅτι τοὺς παραλύτους ὑμῶν συνέσφιγξα; ὅτι τοὺς νεκρούς, ὡς ἐξ ὕπνου ἀνέστησα; Αἱμόρρουν ἰασάμην, Χαναναίαν ἠλέησα· διὰ ποῖον ἔργον θέλετέ με φονεῦσαι Ἰουδαῖοι; ἀλλ' ὄψεσθε εἰς ὃν νῦν ἐκκεντᾶτε, Χριστὸν παράνομοι.

As You were led to the cross, O Lord, You said something like this, "For which deed do you wish to crucify Me, O Jews? Is it for bracing your paralytics, or for raising your dead as if from sleep? I cured the woman with the flow of blood, I had mercy on the Canaanite woman. For which of My deeds do you wish to murder Me, O Jews? But you will look on Me, the Christ, whom you now pierce, O transgressors of the Law." [SD]

Καὶ νῦν. Τὸ αὐτό.

Both now. Repeat.

   

   

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος.

For I am ready for wounds.

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

Verse: O Lord, do not rebuke me in Your wrath. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(Κεφ. Νʹ, 4-11 )

(50:4-11)

Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωῒ πρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθός μοι ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ κατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

The Lord gives Me the tongue of the learned, so as to know when to speak a word at a fitting time; and He causes My ear to listen each morning. The Lord's instruction opens My ears, and I am not disobedient, nor do I contradict Him. I gave My back to whips, and My cheeks to blows; and I turned not away My face from the shame of spitting. The Lord became My helper; therefore, I was not disgraced. But I made My face like a solid rock and knew I would not be ashamed. For He who pronounces Me righteous draws near. Who is he who judges Me? Let him oppose Me at the same time. Who is he who judges Me? Let him come near Me. Behold, the Lord will help Me. Who will harm Me? Behold, all of you will grow old like a garment, and old age will devour you, as a moth does a garment. Who among you fears the Lord? Let him listen to the voice of His Servant. You who walk in the darkness and have not light, trust in the name of the Lord and rely upon God. Behold, all of you kindle a fire and feed a flame. Walk in the light of your fire and the flame you kindled. This happened to you for My sake, and you shall lie down in sorrow. [SAAS]

Ὁ Ἀπόστολος

THE EPISTLE

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Romans.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us be attentive. Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(5:6-10)

(5:6-10)

Ἀδελφοί, ἔτι Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι, ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ Αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ Θεῷ, διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Brethren, we were still weak, at the right time Christ died for the ungodly. Why, one will hardly die for a righteous man—though perhaps for a good man one will dare even to die. But God shows his love for us in that while we were yet sinners Christ died for us. Since, therefore, we are now justified by his blood, much more shall we be saved by him from the wrath of God. For if while we were enemies we were reconciled to God by the death of his Son, much more, now that we are reconciled, shall we be saved by his life. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

The reading is from the Holy Gospel according to Mark. Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΙΕΡΕΥΣ

PRIEST

(ιεʹ 16 - 41)

(15:16-41)

Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγον τὸν Ἰησοῦν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν· καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ρούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. καὶ σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ. ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη. Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωῒ Ἐλωῒ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἴδε Ἠλίαν φωνεῖ. δραμὼν δέ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

And the soldiers led him away inside the palace (that is, the praetorium); and they called together the whole battalion. And they clothed him in a purple cloak, and plaiting a crown of thorns they put it on him. And they began to salute him, "Hail, King of the Jews!" And they struck his head with a reed, and spat upon him, and they knelt down in homage to him. And when they had mocked him, they stripped him of the purple cloak, and put his own clothes on him. And they led him out to crucify him. And they compelled a passer-by, Simon of Cyrene, who was coming in from the country, the father of Alexander and Rufus, to carry his cross. And they brought him to the place called Golgotha (which means the place of a skull). And they offered him wine mingled with myrrh; but he did not take it. And they crucified him, and divided his garments among them, casting lots for them, to decide what each should take. And it was the third hour, when they crucified him. And the inscription of the charge against him read, "The King of the Jews." And with him they crucified two robbers, one on his right and one on his left. And those who passed by derided him, wagging their heads, and saying, "Aha! You who would destroy the temple and build it in three days, save yourself, and come down from the cross!" So also the chief priests mocked him to one another with the scribes, saying, "He saved others; he cannot save himself. Let the Christ, the King of Israel, come down now from the cross, that we may see and believe." Those who were crucified with him also reviled him. And when the sixth hour had come, there was darkness over the whole land until the ninth hour. And at the ninth hour Jesus cried with a loud voice, "Eloi, Eloi, lama sabachthani?" which means, "My God, my God, why hast thou forsaken me?" And some of the bystanders hearing it said, "Behold, he is calling Elijah." And one ran and, filling a sponge full of vinegar, put it on a reed and gave it to him to drink, saying, "Wait, let us see whether Elijah will come to take him down." And Jesus uttered a loud cry, and breathed his last. And the curtain of the temple was torn in two, from top to bottom. And when the centurion, who stood facing him, saw that he thus breathed his last, he said, "Truly this man was the Son of God!" There were also women looking on from afar, among whom were Mary Magdalene, and Mary the mother of James the younger and of Joses, and Salome, who, when he was in Galilee, followed him, and ministered to him; and also many other women who came up with him to Jerusalem. [RSV]

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

Blessed is the Lord from day to day; the God of our salvation will bring prosperity upon us; our God is the God Who saves us.

   

   

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Come, let us all extol Him who was crucified for us. Mary beheld Him on the Cross and she said, "Though You endure the Cross, You are my Son and my God." [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do you, the same Lord, receive also our supplications at this present time, and direct our lives according to your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of your ineffable glory; for blessed are you unto the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα Θεέ, Πάτερ παντοκράτωρ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστὲ καὶ ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καί, οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀμήν.)

O Master God, Father Almighty, Lord only-begotten Son Jesus Christ, and Holy Spirit, one Godhead, one Power: have mercy on me a sinner, and by the judgments which You know, save me Your unworthy servant; for blessed are You to the ages of ages. (Amen.)

   

   

ΩΡΑ Ϛʹ.

SIXTH HOUR

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΝΓʹ.

Psalm 53 (54).

Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

Save me, O God, in Your name, and judge me in Your power. O God, hear my prayer; give ear to the words of my mouth. For strangers rise up against me, and the powerful seek after my soul; they have not set God before them. For behold, God is my helper; the Lord is the protector of my soul. He will return evils to my enemies; utterly destroy them in Your truth. I will sacrifice to You voluntarily; I will give thanks to Your name, O Lord, for it is good. You delivered me from all my afflictions, and my eye looked upon my enemies. [SAAS]

Ψαλμὸς ΡΛΘʹ (139).

Psalm 139 (140).

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου· ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ, ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

Deliver me, O Lord, from the evil man, rescue me from the unjust man, who devised wrongdoing in their heart; they arrayed themselves for war all day long; they sharpened their tongue like a serpent; the venom of asps was under their lips. Keep me, O Lord, from the hand of the sinner; deliver me from unjust men who plotted to trip up my steps; the arrogant hid a trap for me, and they stretched out ropes as snares for my feet; they set a stumbling block for me near my path. I said to the Lord, "You are my God; give ear, O Lord, to the voice of my supplication. O Lord, O Lord, the power of my salvation, You overshadowed my head in the day of war. Because of my desire, O Lord, do not hand me over to the sinner; they plotted against me; do not forsake me, lest they be exalted. "As for the head of those who encircle me, the toil of their lips shall cover them. Coals shall fall upon them; You shall overthrow them with fire; do not let them withstand hardships." A talkative man shall not prosper on earth; evils shall hunt the unjust man to destruction. I know the Lord will maintain the cause of the poor man and the justice of the needy. Surely the righteous shall give thanks to Your name, and the upright shall dwell in Your presence. [SAAS]

Ψαλμὸς Ϟʹ (90).

Psalm 90 (91).

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίω· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. He shall say to the Lord, "You are my protector and my refuge, my God; I will hope in Him; for He shall free me from the snare of the hunters, and from every troubling word." He shall overshadow you with His shoulders, and under His wings you shall hope; His truth shall encircle you with a shield. You shall not be frightened by fear at night, nor from an arrow that flies by day, nor by a thing moving in darkness, nor by mishap and a demon of noonday. A thousand shall fall at your side and ten thousand at your right hand, yet it shall not come near you; but you shall observe with your eyes, and you shall see the reward of sinners. For You, O Lord, are my hope; You made the Most High your refuge. Evils shall not come to you, and a scourge shall not draw near your dwelling; for He shall command His angels concerning you, to keep you in all your ways; in their hands they shall bear you up, lest you strike your foot against a stone; You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon. "For he hoped in Me, and I will deliver him; I will shelter him, because he knew My name. He shall call upon Me, and I will hear him; I am with him in affliction, and I will deliver and glorify him. With length of days I will satisfy him, and show him My salvation." [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τροπάριον.

Troparion.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστε ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.

You worked salvation in the midst of the earth, O Christ our God. You stretched out your immaculate hands on the Cross, and gathered all the nations, who cry to You: "Lord, glory to You!" [SD]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Since we may not presume to speak because of our many sins, will you beseech your Son, O Virgin Theotokos. For the request of a mother can do much to pacify the Master. Do not despise the prayers of us sinners, all-noble Lady. He is merciful and able to save us; after all, He accepted to suffer for our sake. [SD]

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα.

Idiomela.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.

Thus says the Lord to the Jews, "O my people, what have I done to you, how have I upset you? I gave sight to your blind; I cleansed your lepers; I raised the man who lay paralyzed on his bed. O my people, what have I done to you, and how have you repaid me? Instead of manna, you fed Me gall; instead of water, you gave Me vinegar; instead of loving Me, you nailed Me to the Cross. So, I will no longer hold back, but I will call My Gentiles, and they will glorify Me and the Father and the Spirit; and I will grant them eternal life." [SD]

Δίς, ἄνευ Στίχου. Εἴτα·

Twice, with no verse. Then:

   

   

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Στίχ. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Verse: They gave me gall for my food, and they gave me vinegar for my drink. [SAAS]

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.

O lawmakers of Israel, Judeans, and Pharisees, the chorus of Apostles calls out to you, "Behold, the Temple that you destroyed; behold, the Lamb that you crucified. You delivered Him to the grave, but He has risen by His own power. Do not deceive yourselves, Judeans; for He is the One who saved you in the sea, and fed you in the desert. He is the Life, and the Light, and the Peace of the world." [SD]

Στίχ. Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.

Verse: Save me, O God, for the waters flood my soul. [SAAS]

Πάλιν τὸ αὐτό. Εἴτα·

Repeat the same hymn. Then:

   

   

Δόξα. Ἦχος πλ. αʹ.

Glory. Mode pl. 1.

Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, τί συνεβουλεύσατο Ἰούδας ὁ προδότης, σὺν ἱερεῦσιν ἀνόμοις, κατὰ τοῦ Σωτῆρος ἡμῶν· σήμερον ἔνοχον θανάτου, τὸν ἀθάνατον Λόγον πεποίηκαν, καὶ Πιλάτῳ προδώσαντες, ἐν τόπῳ Κρανίου ἐσταύρωσαν· καὶ ταῦτα πάσχων, ἐβόα ὁ Σωτὴρ ἡμῶν λέγων· Ἄφες αὐτοῖς Πάτερ τὴν ἁμαρτίαν ταύτην, ὅπως γνῶσι τὰ ἔθνη, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Come, O Christ-bearing people, let us contemplate how Judas the Betrayer and the unlawful priests conspired against our Savior. Today, they declared the immortal Logos as deserving death. They delivered Him to Pilate and had Him crucified on The Place of the Skull. And yet, as the Savior was suffering these things, He cried aloud and said, "Father, forgive them this sin, so that the Gentiles may come to know my resurrection from the dead." [SD]

Καὶ νῦν. Τὸ αὐτό.

Both now. Repeat.

   

   

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

O Lord, our Lord, how wondrous is Your name in all the earth.

Στίχ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν Οὐρανῶν.

Verse: For Your splendor is exalted far beyond the heavens. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(Κεφ. ΝΒʹ 13 - ΝΔʹ, 1)

(52:13-54:1)

Τάδε λέγει Κύριος· Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἑλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἑλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἀνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἑλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Thus says the Lord: Behold, My Servant shall have wisdom, and He shall be exalted and glorified exceedingly. Just as many shall be astonished at You, so Your form and glory shall be dishonored by men. Thus many nations shall marvel at Him, and kings shall shut their mouth, because they to whom no report was brought concerning Him shall see; and they who did not hear shall understand. O Lord, who has believed our report, and to whom was the arm of the Lord revealed? We proclaimed His presence as a Child, as a Root in the thirsty land. He had no form or glory, and we saw Him; and He had no form or beauty. But in comparison to all men, His form was lacking in honor. He was a man in suffering and knew how to bear sickness. His face was turned away, and He was dishonored and not esteemed. He bears our sins and suffers for us, yet we considered Him to be in pain, suffering, and ill-treatment. But He was wounded because of our lawlessness, and became sick because of our sins. The chastisement of our peace was upon Him, and by His bruise we are healed. All we like sheep have gone astray. Man has gone astray in his way, and the Lord delivered Him over for our sins. Although He was ill-treated, He opened not His mouth. He was led as a sheep to the slaughter, and as a lamb is silent before his shearers, so He opens not His mouth. In His humiliation His judgment was taken away, and who will declare His generation? For His life is taken from the earth, and because of the lawlessness of My people He was led to death. I will appoint evil men for His burial and rich men for His death, because He committed no lawlessness, nor was deceit found in His mouth. The Lord wishes to cleanse Him of His wound, and if You give an offering for sin, Your soul shall see a long-lived seed. The Lord wishes to take away the pain of His soul, to show Him light, to form Him with understanding, and to pronounce righteous the Righteous One who serves many well; and He shall bear their sins. Therefore He shall inherit many, and will divide the spoil with the strong, because His soul was delivered over to death. He was considered among the lawless, and He bore the sins of many, and was delivered over because of their sins. "Be glad, O barren woman who does not bear; break forth and cry out, you who are not in travail, for more are the children of the desolate than the children of the married woman." [SAAS]

Ὁ Ἀπόστολος

THE EPISTLE

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us be attentive. Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(2:11-18)

(2:11-18)

Ἀδελφοί, ὅ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε"· καὶ πάλιν· "Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ"· καὶ πάλιν· "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός". Ἐπεὶ οὖν "τὰ παιδία" κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ "σπέρματος Ἀβραὰμ" ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Brethren, he who sanctifies and those who are sanctified have all one origin. That is why he is not ashamed to call them brethren, saying, "I will proclaim thy name to my brethren, in the midst of the congregation I will praise thee." And again, "I will put my trust in him." And again, "Here am I, and the children God has given me." Since therefore the children share in flesh and blood, he himself likewise partook of the same nature, that through death he might destroy him who has the power of death, that is, the devil, and deliver all those who through fear of death were subject to lifelong bondage. For surely it is not with angels that he is concerned but with the descendants of Abraham. Therefore he had to be made like his brethren in every respect, so that he might become a merciful and faithful high priest in the service of God, to make expiation for the sins of the people. For because he himself has suffered and been tempted, he is able to help those who are tempted. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

The reading is from the Holy Gospel according to Luke. Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΙΕΡΕΥΣ

PRIEST

(κγʹ 32 - 49)

(23:32-49)

Τῷ καιρῷ ἐκείνῳ, ἤγοντο σὺν τῷ Ἰησοῦ καὶ ἕτεροι δύο κακοῦργοι ἀναιρεθῆναι. Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. ὁ δὲ Ἰησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ὁ ἐκλεκτός. ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ' αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ἀμήν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

Two others also, who were criminals, were led away to be put to death with him. And when they came to the place which is called The Skull, there they crucified him, and the criminals, one on the right and one on the left. And Jesus said, "Father, forgive them; for they know not what they do." And they cast lots to divide his garments. And the people stood by, watching; but the rulers scoffed at him, saying, "He saved others; let him save himself, if he is the Christ of God, his Chosen One!" The soldiers also mocked him, coming up and offering him vinegar, and saying, "If you are the King of the Jews, save yourself!" There was also an inscription over him, "This is the King of the Jews." One of the criminals who were hanged railed at him, saying, "Are you not the Christ? Save yourself and us!" But the other rebuked him, saying, "Do you not fear God, since you are under the same sentence of condemnation? And we indeed justly; for we are receiving the due reward of our deeds; but this man has done nothing wrong." And he said, "Jesus, remember me when you come into your kingdom." And he said to him, "Truly, I say to you, today you will be with me in Paradise." It was now about the sixth hour, and there was darkness over the whole land until the ninth hour, while the sun’s light failed; and the curtain of the temple was torn in two. Then Jesus, crying with a loud voice, said, "Father, into thy hands I commit my spirit!" And having said this he breathed his last. Now when the centurion saw what had taken place, he praised God, and said, "Certainly this man was innocent!" And all the multitudes who assembled to see the sight, when they saw what had taken place, returned home beating their breasts. And all his acquaintances and the women who had followed him from Galilee stood at a distance and saw these things. [RSV]

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ρῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου.

Let Your mercies quickly overtake us, for we have become very poor. Help us, O God our savior; because of the glory of Your name, O Lord, save us, and be merciful to our sins because of Your name.

   

   

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Come, let us all extol Him who was crucified for us. Mary beheld Him on the Cross and she said, "Though You endure the Cross, You are my Son and my God." [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do you, the same Lord, receive also our supplications at this present time, and direct our lives according to your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of your ineffable glory; for blessed are you unto the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Θεὲ καὶ Κύριε τῶν δυνάμεων, καὶ πάσης κτίσεως δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου, τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς, ἵνα πρὸς σὲ διαπαντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπομεν, τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀμήν.)

God and Lord of hosts and Maker of all creation, in Your unfathomable compassion and mercy You sent down Your Only-Begotten Son, our Lord Jesus Christ, for the salvation of the human race; and by His precious Cross You tore up the record of our sins, and triumphed over the principalities and powers of darkness. O Lord and Lover of mankind, accept the thanksgiving and fervent prayers even of us sinners. Deliver us from every dark and destructive transgression and from all the visible and invisible enemies that seek to harm us. Nail our flesh with the fear of You, and do not incline our hearts to evil words or thoughts; but rather prick our souls with love for You, so that always looking to You, and guided by Your light, and gazing on You, the eternal and ineffable Light, we may send up unceasing praise and thanksgiving to You, the Father without beginning, and Your Only-Begotten Son, and Your all-holy, good and life-giving Spirit, now and forever and to ages of ages. (Amen.)

   

   

ΩΡΑ Θʹ.

NINTH HOUR

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΞΗʹ (68).

Psalm 68 (69).

Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον. Ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.

Save me, O God, for the waters flood my soul. I am stuck in the mire of the sea, and there is no place to stand; I came into the depths of the sea, and the storm overwhelmed me. I grow weary with crying; my throat is hoarse; my eyes fail me from hoping in my God. Those who hate me without a cause multiplied even more than the hairs of my head; my enemies who persecute me unjustly have become strong; then I paid for things I did not steal. O God, You know my foolishness, and my transgressions are not hidden from You. O Lord, O Lord of hosts, let not those who wait for You be put to shame because of me; O God of Israel, let not those who seek You feel ashamed because of me. For Your sake I bore disgrace; humiliation covered my face. I am become a stranger to my brothers, an alien to my mother's sons; for the zeal of Your house consumed me, and the insults of those who disgraced You fell on me. I bent down my soul with fasting, and it became a disgrace for me. I also made sackcloth my garment, and I became a byword to them. Those who sit at the gate were talking against me, and those who drink wine were singing about me. But I, O Lord, pray with my prayer to You; it is the time of Your goodwill, O God, in the abundance of Your mercies; in the truth of Your salvation, hear me. Save me from the mire, that I may not be stuck therein; deliver me from those who hate me, and from the depths of the waters. Let not a storm of water drown me; neither let the deep swallow me up, nor the well enclose its mouth upon me. Hear me, O Lord, for Your mercy is good; according to Your abundant compassion, look upon me. Turn not Your face from Your child, for I am afflicted; hear me speedily. Give heed to my soul, and redeem it; deliver me because of my enemies. For You know my disgrace and my shame and humiliation; all who afflict me are before You. My soul expected disgrace and trouble, and I waited for someone to sympathize with me; but no one was there, and for comforters, but I found not one. They gave me gall for my food, and they gave me vinegar for my drink. Let their table become a snare before them, and a recompense and a stumbling block. Let their eyes be darkened so they may not see, and bend down their backs continually; pour out Your anger upon them, and let the fury of Your wrath lay hold of them. Let their dwelling place be laid waste, and let no one live in their tents. For they pursued closely the one You slew, and they added to the pain of my wounds. Add lawlessness to their lawlessness, and let them not enter into Your righteousness; let them be blotted out from the book of the living, and not be written with the righteous. I am poor and suffering, and the salvation of Your presence, O God, lays hold of me. I will praise God's name with a song; I will magnify Him in praise, and this shall be more pleasing to God than a young bull with horns and hooves. Let the poor behold this, and be glad; seek God, and your soul shall live, for the Lord hears the poor, and does not despise His prisoners. Let heaven and earth praise Him, the seas and everything that moves in them. For God shall save Zion, and the cities of Judah shall be built; and they shall dwell therein, and inherit it; and the seed of His servants shall possess it, and those who love His name shall dwell in it. [SAAS]

Ψαλμὸς ΞΘʹ (69).

Psalm 69 (70).

Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι· Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

O God, [give heed] to help me. [O Lord, make haste to help me.] May those who seek my soul be dishonored and shamed; may those who plot evils against me be turned back and disgraced; may those be turned back immediately who shame me, saying, "Well done! Well done!" May all who seek You greatly rejoice and be glad in You, and let those who love Your salvation always say, "Let God be magnified." but I am poor and needy; O God, help me. You are my helper and deliverer, O Lord; do not delay. [SAAS]

Ψαλμὸς ΠΕʹ (85).

Psalm 85 (86).

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι επήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε, ὁ Θεὸς μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Incline Your ear, O Lord, and hear me, for I am poor and needy. Guard my soul, for I am holy; O my God, save Your servant, who hopes in You. Have mercy on me, O Lord, for all the day long I will cry to You. Gladden the soul of Your servant, O Lord, for to You, O Lord, I lift up my soul. For You, O Lord, are kind and good, and very merciful to all who call upon You. Give ear, O Lord, to my prayer and heed the voice of my supplication. In the day of my affliction I cried to You, for You heard me. There is none like You among the gods, O Lord, and there are no works like Your works. All the Gentiles You made shall come and worship before You, O Lord, and they shall glorify Your name; for You are great, doing wonders; You alone are the great God. Lead me in Your way, O Lord, and I will walk in Your truth; gladden my heart so as to fear Your name. I will give thanks to You, O Lord my God, with my whole heart, and I shall glorify Your name forever; for great is Your mercy to me, and You rescued my soul from the lowest Hades. O God, lawless men rose up against me, and a gathering of strong men sought my soul; and they did not set You before them. But You, O Lord, are compassionate and merciful, longsuffering and very merciful and truthful. Look upon me and have mercy; give Your strength to Your servant, and save the son of Your handmaid. Work a sign in my midst for good, and let those who hate me see it and be disgraced; for You, O Lord, helped me and comforted me. [SAAS]

Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Work a sign in my midst for good, and let those who hate me see it and be disgraced; for You, O Lord, helped me and comforted me. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τροπάριον.

Troparion.

Βλέπων ὁ Ληστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαὶνετο. Ἀλλ' ὁ πάντων ἀνεχόμενος· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.

When the Robber saw the Author of life hanging on the Cross, he said, "If He who is crucified with us were not God incarnate, the sun would not have hid its rays, nor would the earth have quaked and trembled. I pray You who endure everything, remember me, O Lord, in Your Kingdom." [SD]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Θεοτοκίον.

Theotokion.

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Born of a Virgin, O Good One who also endured crucifixion for our sake, who by death took the spoils of death as plunder and showed resurrection, being God, O despise not the ones that You formed with Your own hand. Demonstrate Your love for man, O Lord of mercy, and accept Your Mother, the Theotokos, who intercedes on our behalf, O Savior, and save us a despairing people. [SD]

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα.

Idiomela.

Ἦχος βαρύς.

Grave Mode.

Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐπὶ Σταυροῦ κρεμάμενον, ἥλιον σκοτισθέντα, τὴν ἡμέραν δὲ πάλιν εἰς νύκτα μετελθοῦσαν, καὶ τὴν γῆν ἐκ τάφων ἀναπέμπουσαν, σώματα νεκρῶν· μεθ' ὧν προσκυνοῦμέν σε· σῶσον ἡμᾶς.

It was shocking to see the Creator of heaven and earth hanging on the Cross, the sun darkened, and day turned into night; and earth sending up from the graves the bodies of the dead. With them we also worship You. Save us. [SD]

Δίς, ἄνευ Στίχου. Εἴτα·

Twice, with no verse. Then:

   

   

Ἦχος βʹ.

Mode 2.

Στίχ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

Verse: They divided my garments among themselves, and for my clothing they cast lots. [SAAS]

Ὅτε σὲ Σταυρῷ προσήλωσαν παράνομοι, τὸν Κύριον τῆς δόξης, ἐβόας πρὸς αὐτούς· τί ὑμᾶς ἐλύπησα; ἢ ἐν τίνι παρώργισα; πρὸ ἐμοῦ, τίς ὑμᾶς ἐρρύσατο ἐκ θλίψεως; καὶ νῦν, τί μοι ἀνταποδίδοτε; πονηρὰ ἀντὶ ἀγαθῶν, ἀντὶ στύλου πυρὸς Σταυρῷ με προσηλώσατε, ἀντὶ νεφέλης, τάφον μοι ὠρύξατε, ἀντὶ τοῦ μάννα, χολὴν μοι προσηνέγκατε, ἀντὶ τοῦ ὕδατος, ὄξος με ἐποτίσατε. Λοιπὸν καλῶ τὰ ἔθνη, κᾀκεῖνά με δοξάσουσι, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι.

When the transgressors of the Law had You nailed to the Cross -- You who are the King of glory, You said to them, "How have I vexed you, or with what did I provoke you to anger? Before Me, who delivered you from affliction? And now, how do you repay Me? Evil instead of good. In return for the pillar of fire, you nailed Me to a cross; in return for the cloud, you dug a grave for Me. In return for the manna, you fed Me gall, and in return for the water, you gave Me vinegar to drink. So, I will call the Gentiles, and they will glorify Me, with the Father and the Holy Spirit." [SD]

Στίχ. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Verse: They gave me gall for my food, and they gave me vinegar for my drink. [SAAS]

Πάλιν τὸ αὐτό. Εἴτα·

Repeat the same hymn. Then:

   

   

Δόξα. Καὶ νῦν. Ἦχος πλ. βʹ.

Glory. Both now. Mode pl. 2.

Ὁ Ἀναγνώστης, στὰς εἰς τὸ μέσον τοῦ Ναοῦ, ἐνώπιον τοῦ Ἐσταυρωμένου καὶ βλέπων πρὸς ἀνατολάς, ἀναγινώσκει εὐλαβῶς καὶ κατὰ τὸ ὕφος τοῦ Ἀποστόλου τὸ Ἰδιόμελον. Εἶτα ψάλλεται ὑπ' ἀμφοτέρων τῶν Χορῶν κατὰ Στίχον.

The Reader (or one of the chanters) stands in the center of the solea in front of the Crucifix and facing east, and reverently intones the following hymn in the same style as the Epistle Readings. When he is finished, the choirs sing the hymn antiphonally, verse by verse.

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γʹ) Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γʹ) Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

Today, He who suspended the earth in the waters is suspended on a cross. (3) The King of the Angels wears a crown of thorns. He who wraps the sky in clouds is wrapped in a fake purple robe. He who freed Adam in the Jordan accepts to be slapped. The Bridegroom of the Church is fixed with nails to the cross. The Son of the Virgin is pierced with a spear. We worship Your Passion, O Christ. (3) Show us also Your glorious Resurrection. [SD]

   

   

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.

The fool says in his heart, "There is no God."

Στίχ. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Verse: There is none, not even one, who does good. [SAAS]

Προφητείας Ἱερεμίου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Jeremiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(Κεφ. ΙΑʹ, 18-23, ΙΒʹ, 1-5, 9-11, 14-15)

(11:17-22; 12:1-5, 9-11, 14-15)

Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λογισμόν πονηρόν, λέγοντες, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Κύριε τῶν δυνάμεων, κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθώθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰδὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; Ἐφύτευσας αὐτούς, καὶ ἐῤῥιζώθησαν, ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Καὶ σύ, Κύριε, γινώσκεις με, οἴδάς με, καὶ δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἄθροισον αὐτοὺς ὥσπερ πρόβατα εἰς σφαγήν· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε. Συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας. Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου τῷ Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν, καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτούς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

O Lord, teach me, and I will know. Then I saw their purpose. For I did not know I was like an innocent lamb led to be sacrificed. They plotted an evil device against me, saying, "Come, let us put wood in his bread, and destroy him root and branch from the land of the living, so his name might not be remembered any longer." But, O Lord, You who judge righteously, who tests minds and hearts, let me see Your vengeance on them, for I have revealed my righteous plea to You. Therefore thus says the Lord against the men of Anathoth, against those who seek my life, and who say, "Do not prophesy in the name of the Lord, lest you die by our hands"— "Behold, I will visit them. The young men shall die by the sword, and their sons and daughters shall die by famine. There shall be no remnant of them, for I will bring calamities on the inhabitants of Anathoth in the year of their visitation." O Lord, You are righteous, that I may plead my case with You, to speak to You concerning judgments. Why does the way of the ungodly prosper, and all who deal treacherously flourish? You planted them, and they took root. They bear children and are fruitful. You are near in their mouth, but far from their mind. But You, O Lord, know me. You have proven my heart before You. Set them apart for the day of slaughter. How long will the land mourn and the grass of the field wither, because of the vices of those who dwell in it? The cattle and the birds are destroyed, because they said, "God will not see our ways." "Your feet run and grow weary. Gather together all the wild beasts of the field and let them come to devour her. Many shepherds destroyed My vineyard and defiled My portion. They turned My pleasant portion into an impassable desert. It was made a complete ruin." For thus says the Lord: "Concerning all the evil neighbors who touch My inheritance, which I divided to My people Israel—behold, I shall draw them away from their land and will cast out Judah from their midst. Then it shall come to pass, after I cast them out, that I will return them and have mercy on them. I will settle them, each in his inheritance and each in his land." [SAAS]

Ὁ Ἀπόστολος

THE EPISTLE

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us be attentive. Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

(10:19-31)

(10:19-31)

Ἀδελφοί, ἔχοντες παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, ἐν τῷ Αἵματι Ἰησοῦ, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος (τοὐτέστι, τῆς σαρκὸς αὐτοῦ) καὶ Ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ (πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος), καὶ κατανοῶμεν ἀλλήλους, εἰς παροξυσμόν ἀγάπης, καὶ καλῶν ἔργων, μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὄσῳ βλέπετε ἐγγίζουσαν τήν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει, πόσῳ (δοκεῖτε) χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθῃ, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.

Brethren, since we have confidence to enter the sanctuary by the blood of Jesus, by the new and living way which he opened for us through the curtain, that is, through his flesh, and since we have a great priest over the house of God, let us draw near with a true heart in full assurance of faith, with our hearts sprinkled clean from an evil conscience and our bodies washed with pure water. Let us hold fast the confession of our hope without wavering, for he who promised is faithful; and let us consider how to stir up one another to love good works, not neglecting to meet together, as is the habit of some, but encouraging one another, and all the more as you see the Day drawing near. For if we sin deliberately after receiving the knowledge of the truth, there no longer remains a sacrifice for sins, but a fearful prospect of judgment, and a fury of fire which will consume the adversaries. A man who has violated the law of Moses dies without mercy at the testimony of two or three witnesses. How much worse punishment do you think will be deserved by the man who has spurned the Son of God, and profaned the blood of the covenant by which he was sanctified, and outraged the Spirit of grace? For we know him who said, "Vengeance is mine, I will repay." And again, "The Lord will judge his people." It is a fearful thing to fall into the hands of the living God. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

Τὸ Εὐαγγέλιον

THE GOSPEL

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the Holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

The reading is from the Holy Gospel according to John. Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΙΕΡΕΥΣ

PRIEST

(ιθʹ 23 - 37)

(19:23-37)

Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου. εἶπον οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· Διψῶ. σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

When the soldiers had crucified Jesus they took his garments and made four parts, one for each soldier; also his tunic. But the tunic was without seam, woven from top to bottom; so they said to one another, "Let us not tear it, but cast lots for it to see whose it shall be." This was to fulfil the scripture, "They parted my garments among them, and for my clothing they cast lots." So the soldiers did this. But standing by the cross of Jesus were his mother, and his mother’s sister, Mary the wife of Clopas, and Mary Magdalene. When Jesus saw his mother, and the disciple whom he loved standing near, he said to his mother, "Woman, behold, your son!" Then he said to the disciple, "Behold, your mother!" And from that hour the disciple took her to his own home. After this Jesus, knowing that all was now finished, said (to fulfil the scripture), "I thirst." A bowl full of vinegar stood there; so they put a sponge full of the vinegar on hyssop and held it to his mouth. When Jesus had received the vinegar, he said, "It is finished"; and he bowed his head and gave up his spirit. Since it was the day of Preparation, in order to prevent the bodies from remaining on the cross on the sabbath (for that sabbath was a high day), the Jews asked Pilate that their legs might be broken, and that they might be taken away. So the soldiers came and broke the legs of the first, and of the other who had been crucified with him; but when they came to Jesus and saw that he was already dead, they did not break his legs. But one of the soldiers pierced his side with a spear, and at once there came out blood and water. He who saw it has borne witness—his testimony is true, and he knows that he tells the truth—that you also may believe. For these things took place that the scripture might be fulfilled, "Not a bone of him shall be broken." And again another scripture says, "They shall look on him whom they have pierced." [RSV]

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord. Glory to You.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.

For Your name's sake, do not hand us over to the end, and do not reject Your covenant. Do not withdraw Your mercy from us for the sake of Abraham, who is loved by You, and for the sake of Isaac, Your servant, and of Israel, Your holy one.

   

   

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Come, let us all extol Him who was crucified for us. Mary beheld Him on the Cross and she said, "Though You endure the Cross, You are my Son and my God." [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do you, the same Lord, receive also our supplications at this present time, and direct our lives according to your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of your ineffable glory; for blessed are you unto the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ Ξύλου κρεμάμενος, τῷ εὐγνώμονι Λῃστῇ, τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἑσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι, καὶ οὕτω, τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀμήν.)

O Master, Lord Jesus Christ our God, who are long-suffering in the face of our transgressions, and have led us to the present hour, in which, as You hung upon the life-giving tree, You made a way into Paradise for the penitent robber, and destroyed death by death: Cleans us, Your humble, sinful and unworthy servants. For we have sinned and transgressed and are not worthy to lift up our eyes and look at the height of heaven, for we have abandoned the path of righteousness and followed the desires of our hearts. So we implore Your incomparable goodness: Spare us, O Lord, according to the abundance of Your mercy, and save us for Your holy name's sake, for our days have passed in vanity. Rescue us from the hand of the adversary and forgive our sins, and mortify our mind set on the flesh; so that we may put off the old man be clothed with the new, and live for You, our Master and Benefactor. And thus may we follow Your commandments, and arrive at the eternal rest, where the dwelling is of all those who rejoice. For You are the true joy and exultation of those who love You, Christ our God, and we send up glory to You and Your unoriginate Father and Your all-holy, good and life-giving Spirit, now and forever and to ages of ages. (Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

THE BEATITUDES

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness' sake, for theirs is the kingdom of heaven.

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake].

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven.

Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Remember us, O Lord, when You come in Your kingdom.

Μνήσθητι ἡμῶν Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Remember us, O Master, when You come in Your kingdom.

Μνήσθητι ἡμῶν Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Remember us, O Holy One, when You come in Your kingdom.

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.

The heavenly choir extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.

Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

Come to Him, and be enlightened, and your face shall never be ashamed. [GOA, SAAS]

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.

The heavenly choir extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.

Δόξα.

Glory.

Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.

The choir of holy Angels and Archangels, with all the heavenly Powers, extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.

Καὶ νῦν.

Both now.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

I believe in one God, Father Almighty, Creator of heaven and earth and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages. Light of Light, true God of true God, begotten not created, of one essence with the Father through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate. He suffered and was buried. And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father. And He will come again with glory to judge the living and dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead and the life of the age to come. Amen. [GOA]

Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Pardon, remit, forgive, O God, our offences, both voluntary and involuntary, in deed and word, in knowledge and ignorance, by night and by day, in mind and thought; forgive us all things, since You are good and love mankind.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Come, let us all extol Him who was crucified for us. Mary beheld Him on the Cross and she said, "Though You endure the Cross, You are my Son and my God."

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γʹ)

Blessed be the name of the Lord from this present time and unto the ages. (3)

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ψαλμὸς ΛΓʹ (33).

Psalm 33 (34).

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.

I will bless the Lord at all times; His praise shall continually be in my mouth. My soul shall be praised in the Lord; let the gentle hear, and be glad. Oh, magnify the Lord with me, and let us exalt His name together. I sought the Lord, and He heard me; and He delivered me from all my sojourning. Come to Him, and be enlightened, and your face shall never be ashamed. This poor man cried, and the Lord heard him, and saved him from all his afflictions. The Angel of the Lord shall encamp around those who fear Him, and He will deliver them. Oh, taste and see that the Lord is good; blessed is the man who hopes in Him. Fear the Lord, you His saints, for there is no want for those who fear Him. Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. Come, you children, listen to me; I will teach you the fear of the Lord. Who is the man who desires life, who loves to see good days? Keep your tongue from evil, and your lips from speaking deceit. Shun evil and do good; seek peace and pursue it. The eyes of the Lord are upon the righteous, and His ears are open to their supplications. The Lord's face is against those who do evil, so as to destroy their remembrance from the earth. The righteous cried, and the Lord heard them; and He delivered them from all their afflictions. The Lord is near those who are brokenhearted, and He will save the humble in spirit. Many are the afflictions of the righteous, but He will deliver them from them all. The Lord shall guard all their bones; not one of them shall be broken. The death of sinners is evil, and those who hate the righteous shall go wrong. The Lord will redeem the souls of His servants, and all who hope in Him shall not go wrong. [GOA, SAAS]

Δόξα· καὶ νῦν. Κύριε, ἐλέησον. (ἐκ γʹ) Εὐλόγησον.

Glory. Both now. Lord, have mercy. (3) Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἐμπτυσμοὺς καὶ μάστιγας καὶ κολαφισμοὺς καὶ σταυρὸν καὶ θάνατον ὑπομείνας, διὰ τὴν τοῦ κόσμου σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

He who endured the spitting, the scourging, the beatings, the Cross and death for the salvation of the world, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)